Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην,εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶἨελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα,καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ τ’ ἀγλαόκαρπεἌρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίσταςτιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά·Ἀρές τ’ ὀβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸνἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα·
ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον·Ἥβη τ’ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ,καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρκικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστονἭρην τ’, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν·Μνημοσύνην τ’ ἐρατὴν Μούσας τ’ ἐπικέκλομαι ἁγνὰςἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ’ ἘνιαυτὸνΛητώ τ’ εὐπλόκαμον, Θείην, σεμνήν τε ΔιώνηνΚουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’ ἠδὲ Καβείρουςκαὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα,Ἰδαίους τε θεοὺς ἠδ’ ἄγγελον οὐρανιώνων,
ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
Ἑρμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,Πίστιν τ’ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν,Ῥείαν τ’ ἠδὲ Κρόνον καὶ Τηθύα κυανόπεπλονὨκεανόν τε μέγαν, σύν τ’ Ὠκεανοῖο θύγατραςἌτλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχύνκαὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρμειλιχίους τε θεούς, ἀγαθὴν τ’ ἐπὶ τοῖσι ΠρόνοιανΔαίμονά τ’ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν,Δαίμονας οὐρανίους τε καὶ ἠερίους καὶ ἐνύδρουςκαὶ χθονίους καὶ ὑποχθονίους ἠδ’ ἐμπυριφοίτους,
ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ’ ὀλβιοδώτηνΝίκην θ’ ἡδυέπειαν ἰδ’ Ἀδρήστειαν ἄνασσανκαὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτηνΠαλλάδα τ’ ἐγρεμάχην, κούρην, Ἀνέμους τε πρόπανταςκαὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ·Μητέρα τ’ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκωΟὐρανίην τε θεάν, σύν τ’ ἄμβροτον ἁγνὸν ἌδωνινἈρχήν τ’ ἠδὲ Πέρας — τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον —εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχονταςτήνδε θυηπολίην ἱερὴν σπονδήν τ’ ἐπὶ σεμνήν.