Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Ὁρισμοὶ κακιῶν καὶ ἀρετῆς
II.7.5b1.2 · Wachsmuth pp. 59-60
ἀφροσύνην δὲ ⟨ἄγνοιαν⟩ ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων· ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· ⟨ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ⟩· δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὑτῇ περὶ ὅλον τὸν βίον.
Πρῶται καὶ ὑποτεταγμέναι ἀρεταί
II.7.5b2.1 · Wachsmuth pp. 60
Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας· πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ.
Αἱ ὑποτεταγμέναι ἀρεταί
II.7.5b2.2 · Wachsmuth pp. 60
Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, ⟨εὐστοχίαν,⟩ εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαρραλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν.
Αἱ ὑπὸ φρόνησιν ἀρεταί
II.7.5b2.3 · Wachsmuth pp. 60-61
Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως· εὐλογιστίαν δὲ ἐπιστήμην ἀνταναιρετικὴν καὶ συγκεφαλαιωτικὴν τῶν γινομένων καὶ ἀποτελουμένων· ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα· νουνέχειαν δὲ ἐπιστήμην ⟨τῶν χειρόνων καὶ βελτιόνων· εὐστοχίαν δὲ ἐπιστήμην⟩ ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ· εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων·
Αἱ ὑπὸ σωφροσύνην ἀρεταί
II.7.5b2.4 · Wachsmuth pp. 61
εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον, καὶ τί μετὰ τί, καὶ καθόλου τῆς τάξεως τῶν πράξεων· κοσμιότητα δὲ ⟨ἐπιστήμην⟩ πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων· αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου· ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβατον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων·
Αἱ ὑπὸ ἀνδρείαν ἀρεταί
II.7.5b2.5 · Wachsmuth pp. 61-62
καρτερίαν δὲ ἐπιστήμην ἐμμενετικὴν τοῖς ὀρθῶς κριθεῖσι· θαρραλεότητα δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπεσούμεν· μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις· εὐψυχίαν δὲ ἐπιστήμην ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον· φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνον·
Αἱ ὑπὸ δικαιοσύνην ἀρεταί
II.7.5b2.6 · Wachsmuth pp. 62
εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας· χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν· εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ· εὐσυναλλαξίαν δὲ ἐπιστήμην τοῦ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον.
Τὸ κοινὸν τέλος τῶν ἀρετῶν
II.7.5b3 · Wachsmuth pp. 62
Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι τὸ ἀκολούθως τῇ φύσει ζῆν· ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον. Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν καὶ πρὸς τὰς ὑπομονὰς καὶ πρὸς τὰς ἀπονεμήσεις. Καὶ ⟨κατὰ⟩ τὸ σύμφωνον καὶ τὸ ἑαυτῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα.
Τέλειαι ἀρεταὶ καὶ δυνάμεις ψυχῆς
II.7.5b4.1 · Wachsmuth pp. 62
Ταύτας μὲν οὖν τὰς ῥηθείσας ἀρετὰς τελείας εἶναι λέγουσι περὶ τὸν βίον καὶ συνεστηκέναι ἐκ θεωρημάτων· ἄλλας δὲ ἐπιγίνεσθαι ταύταις, οὐκ ἔτι τέχνας οὔσας, ἀλλὰ δυνάμεις τινάς, ἐκ τῆς ἀσκήσεως περιγινομένας, οἷον τὴν ὑγίειαν τῆς ψυχῆς καὶ τὴν ἀρτιότητα καὶ τὴν ἰσχὺν αὐτῆς καὶ τὸ κάλλος. Ὥσπερ γὰρ τὴν τοῦ σώματος ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν, οὕτω καὶ τὴν τῆς ψυχῆς ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῇ ψυχῇ δογμάτων.
Ἰσχὺς καὶ κάλλος ψυχῆς
II.7.5b4.2 · Wachsmuth pp. 62-63
Καὶ ὁμοίως ὥσπερ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν ἢ μή. Ὥσπερ τε τὸ κάλλος τοῦ σώματός ἐστι συμμετρία τῶν μελῶν καθεστώτων αὐτῷ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον, οὕτω καὶ τὸ τῆς ψυχῆς κάλλος ἐστὶ συμμετρία τοῦ λόγου καὶ τῶν μερῶν αὐτοῦ πρὸς ⟨τὸ⟩ ὅλον τε αὐτῆς καὶ πρὸς ἄλληλα.
Τὸ ἀχώριστον τῶν ἀρετῶν
II.7.5b5.1 · Wachsmuth pp. 63
Πάσας δὲ τὰς ἀρετάς, ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι, κοινά τε θεωρήματα ἔχειν καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό, διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα κατὰ πάσας πράττειν. Διαφέρειν δ’ ἀλλήλων τοῖς κεφαλαίοις. Φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν ⟨καὶ ἃ δεῖ αἱρεῖσθαι καὶ ἃ δεῖ ὑπομένειν⟩, χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον.
Αἱ ἴδιαι καὶ κοιναὶ θεωρίαι
II.7.5b5.2 · Wachsmuth pp. 63
τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς καὶ θεωρεῖν αὐτὰς προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι· καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας· καὶ τὴν δικαιοσύνην προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. Πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν καὶ τὰ ὑποτεταγμένα ἀλλήλαις.
Παναίτιος · τοξόται καὶ σκοπός
II.7.5b5.3 · Wachsmuth pp. 63-64
Ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἐπὶ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὑτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τοῦ πατάξαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τοῦ εἰς τὴν μέλαιναν, ἄλλος ⟨δὲ⟩ διὰ τοῦ εἰς ἄλλο τι χρῶμα γραμμῆς. Καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλην κατ’ ἄλλον τυγχάνειν.
Διογένης · τὰ δι’ αὑτὰ αἱρετά
II.7.5b6 · Wachsmuth pp. 64
Διττῶς δέ φησιν ὁ Διογένης λέγεσθαι τὰ δι’ αὑτὰ αἱρετά, ⟨τὰ⟩ καὶ τελικῶς αἱρετά, ὡς ἔχει τὰ ἐν τῇ προειρημένῃ διαιρέσει κατατεταγμένα, τὰ δὲ ὅσα ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν τοῦ αἱρετὰ εἶναι, ὅπερ παντὶ ἀγαθῷ ὑπάρχει.
Ἀρεταὶ καὶ τὸ ἡγεμονικόν
II.7.5b7.1 · Wachsmuth pp. 64
Ἀρετὰς δ’ εἶναι πλείους φασὶ καὶ ἀχωρίστους ἀπ’ ἀλλήλων, καὶ τὰς αὐτὰς τῷ ἡγεμονικῷ μέρει τῆς ψυχῆς καθ’ ὑπόστασιν, καθ’ ὃ δὴ καὶ σῶμα πᾶσαν ἀρετὴν εἶναί τε καὶ λέγεσθαι, τὴν γὰρ διάνοιαν καὶ τὴν ψυχὴν σῶμα εἶναι· τὸ γὰρ συμφυὲς πνεῦμα ἡμῖν ἔνθερμον ὂν ψυχὴν ἡγοῦνται.
Ἀρετὴ ὡς ζῷον
II.7.5b7.2 · Wachsmuth pp. 65
Βούλονται δὲ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ζῷον εἶναι, ζῆν τε γὰρ καὶ αἰσθάνεσθαι· καὶ μάλιστα τὸ ἡγεμονικὸν μέρος αὐτῆς, ὃ δὴ καλεῖται διάνοια. Διὸ καὶ πᾶσαν ἀρετὴν ζῷον εἶναι, ἐπειδὴ ἡ αὐτὴ διανοίᾳ ἐστὶ κατὰ τὴν οὐσίαν. Κατὰ τοῦτο γάρ φασι καὶ τὴν φρόνησιν φρονεῖν, ἀκολουθεῖ γὰρ αὐτοῖς τὸ οὕτως λέγειν.
Ἀρετὴ καὶ κακία
II.7.5b8 · Wachsmuth pp. 65
Ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. Πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετήν, καὶ οἱονεὶ τὸν τῶν ἡμιαμβείων λόγον ἔχειν κατὰ τὸν Κλεάνθην· ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους.
Φασὶ δὲ καὶ πάντα ποιεῖν τὸν σοφὸν ⟨κατὰ⟩ πάσας τὰς ἀρετάς. Πᾶσαν γὰρ πρᾶξιν τελείαν αὐτοῦ εἶναι, διὸ καὶ μηδεμιᾶς ἀπολελείφθαι ἀρετῆς.
Σοφὸς καὶ ἐρωτικός
II.7.5b9.1 · Wachsmuth pp. 65-66
Ἀκολούθως γὰρ τούτοις δογματίζουσι καὶ ὅτι καὶ νουνεχόντως καὶ διαλεκτικῶς ποιεῖ καὶ συμποτικῶς καὶ ἐρωτικῶς. Τὸν δὲ ἐρωτικὸν καὶ διχῇ λέγεσθαι, τὸν μὲν κατὰ τὴν ἀρετὴν ποιοῦν σπουδαῖον ὄντα, τὸν δὲ κατὰ τὴν κακίαν ἐν ψόγῳ, ὡς ἂν ἐρωτομανῆ τινα. εἶναι δ’ ἔρωτα * *· τόν τ’ ἀξιέραστον ὁμοίως λέγεσθαι τῷ ἀξιοφιλήτῳ, καὶ οὐ τῷ ἀξιαπολαύστῳ· τὸν γὰρ ἄξιον σπουδαίου ἔρωτος, τοῦτον εἶναι ἀξιέραστον.
Συμποτικὴ καὶ ἐρωτική
II.7.5b9.2 · Wachsmuth pp. 66
Ὁμοίως δὲ τῇ ἐρωτικῇ τὴν συμποτικὴν παραλαμβάνουσιν εἰς τὰς ἀρετάς, τὴν μὲν περὶ τὸ ἐν συμποσίῳ καθῆκον ἀναστρεφομένην ἐπιστήμην οὖσαν τοῦ πῶς δεῖ ἐξάγεσθαι τὰ συμπόσια καὶ τοῦ πῶς δεῖ συμπίνειν· τὴν δ’ ἐπιστήμην νέων θήρας εὐφυῶν, προτρεπτικὴν οὖσαν ἐπὶ τὴν κατ’ ἀρετήν, καὶ καθόλου ἐπιστήμην τοῦ καλῶς ἐρᾶν· διὸ καί φασιν ἐρασθήσεσθαι τὸν νοῦν ἔχοντα.
Ἔρως καὶ φιλοποιία
II.7.5b9.3 · Wachsmuth pp. 66
Τὸ δὲ ἐρᾶν αὐτὸ μόνον ἀδιάφορον εἶναι, ἐπειδὴ γίνεται ποτὲ καὶ περὶ φαύλους. Τὸν δὲ ἔρωτα οὔτε ἐπιθυμίαν εἶναι οὔτε τινὸς φαύλου πράγματος, ἀλλ’ ἐπιβολὴν φιλοποιίας διὰ κάλλους ἔμφασιν.
Πάντ’ εὖ ποιεῖν
II.7.5b10 · Wachsmuth pp. 66-67
Λέγουσι δὲ καὶ πάντ’ εὖ ποιεῖν τὸν σοφόν, ἃ ποιεῖ· δῆλον. Ὃν τρόπον γὰρ λέγομεν πάντ’ εὖ ποιεῖν τὸν αὐλητὴν ἢ κιθαρῳδόν, συνεπακουομένου τοῦ ὅτι τὰ μὲν κατὰ τὴν αὔλησιν, τὰ δὲ κατὰ τὴν κιθαρῳδίαν, τὸν αὐτὸν τρόπον πάντ’ εὖ ποιεῖν τὸν φρόνιμον, καὶ ὅσα ποιεῖ ναὶ [οὐ] μὰ Δία, καὶ ἃ μὴ ποιεῖ. Τῷ γὰρ κατὰ λόγον ὀρθὸν ἐπιτελεῖν πάντα καὶ οἷον κατ’ ἀρετήν, περὶ ὅλον οὖσαν τὸν βίον τέχνην, ἀκόλουθον ᾠήθησαν τὸ περὶ τοῦ πάντ’ εὖ ποιεῖν τὸν σοφὸν δόγμα. Κατὰ τὸ ἀνάλογον δὲ καὶ τὸν φαῦλον πάντα ὅσα ποιεῖ κακῶς ποιεῖν καὶ κατὰ πάσας τὰς κακίας.