Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Περὶ τέλους · Δημόκριτος καὶ Πλάτων · συνέχεια

Ὁ δὲ Πλάτων τῷ Δημοκρίτῳ κατὰ τοῦτο συνᾴδων γράφει περὶ τοῦ κυριωτάτου τῶν ἐν ἡμῖν δεῖν ὑπολαβεῖν “ὡς ἄρ’ αὐτὸ δαίμονα ἡμῖν δέδωκεν ὁ θεός” καὶ ἐν αὐτῷ τὸ εὔδαιμον. Λέγει δὲ τοῦτ’ ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἕξιν τινὰ ποιὰν καὶ διάθεσιν· τούτου δὲ τἀγαθοῦ τὰ μὲν πάθη κατάρχειν, ὅρον δὲ καὶ πέρας εἶναι τὸν λογισμόν. Ἀκούειν γοῦν πάρεστι· “Δύο γὰρ αὗται φύσει πηγαὶ μεθεῖνται ῥεῖν (ἡδονὴ καὶ λύπη), ὧν ὁ μὲν ἀρυόμενος ⟨ὅθεν τε δεῖ καὶ ὁπῇ καὶ ὅπως⟩ εὐδαιμονεῖ, ὁ δὲ μή, τοὐναντίον”.

Περὶ τέλους · Δημόκριτος καὶ Πλάτων · συνέχεια

Ἐν μὲν τοίνυν τῷ τὴν ἡδονὴν καὶ τὴν λύπην ὀνομάσαι τὴν ἀπὸ τῶν παθῶν συνίστησι τῆς εὐδαιμονίας ἀρχήν· ἐν δὲ τῷ τὸν ἀρυόμενον ὅθεν τε δεῖ καὶ ὁπῇ καὶ ὅπως εὐδαιμονεῖν, τὸ τῷ λογιστικῷ διοριστικὸν εἴρηκε τῆς εὐδαιμονίας. Κατὰ τοῦτο μὲν οὖν ἀλλήλοις συμφέρονται· καθὰ δὲ Πλάτων ἐν μὲν τῇ εὐλογιστίᾳ τίθεται τὸ προηγούμενον ἀγαθὸν καὶ δι’ αὑτὸ αἱρετόν, ἐν δὲ τῇ ἡδονῇ τὸ ἐπιγεννηματικόν, ὅπερ οἴεται καὐτὸς εἶναι χαράν τε καὶ ἀταραξίαν συνωνύμως, ἐξ ἐπακολουθήματος ⟨ἀλλήλοις διαφέρονται⟩.

Περὶ ἀγαθῶν καὶ κακῶν

Ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι· καὶ οὗ πάντ’ ἐφίεται τὰ λόγον ἔχοντα προηγουμένως· καὶ ὃ ἤτοι κατὰ φύσιν ἐστίν, ἢ ποιητικὸν τοῦ κατὰ φύσιν· καὶ τὸ ὀρεκτικὸν κατὰ φύσιν· καὶ τὸ κινητικὸν τῆς κατὰ φύσιν ἐχούσης ὀρέξεως, καὶ καθ’ ὃ ἕκαστον εὖ ἔχει ὅσον ἐπὶ τῇ ἐκείνου παρουσίᾳ, ἢ ποιητικόν ἐστι τοῦ τοιούτου· καὶ ὃ ἤτοι δι’ αὑτό ἐστιν αἱρετόν, ἢ τοῦ αἱρετοῦ ποιητικόν· καὶ ὃ ἤτοι εὐδαιμονία ἐστίν, ἢ συμβαλλόμενον πρὸς εὐδαιμονίαν· καὶ καθάπερ Στράτων, τὸ τελειοῦν τὴν δύναμιν, δι’ ἣν τῆς ἐνεργείας τυγχάνομεν· καὶ τὸ συστατικὸν τῆς ἑκάστου οὐσίας, καθ’ ὃ κριθήσεται τῶν κατὰ μέρος τὰ μετέχοντα τῆς τοιαύτης δυνάμεως· καὶ πολλαχῶς ἄλλως.

Περὶ ἀγαθῶν καὶ κακῶν · Πλάτων

Πλάτων δὲ τοιαύτῃ χρῆται διαιρέσει, θήσω δὲ κατὰ λέξιν ἐκ τοῦ πρώτου τῶν Νόμων καὶ διὰ τὸ κάλλος τῆς φράσεως καὶ διὰ τὴν σαφήνειαν· “Διττὰ δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, ἤρτηται δ’ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα, παρίσταται καὶ τὰ ἐλάττονα· εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα, ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι. τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλός, ἀλλ’ ὀξὺ βλέπων, ἄν περ ἅμα ἕπηται φρονήσει.

Περὶ ἀγαθῶν καὶ κακῶν · Πλάτων · συνέχεια

Ὁ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις· δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις· ἐκ δὲ τούτων μετ’ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως.”

Περὶ ἀγαθῶν καὶ κακῶν · διαιρέσεις

Ἔτι καὶ τοῦτον ἐνδιαστελοῦμαι τὸν τρόπον· Πλάτων πολύφωνος ὢν, οὐχ ὥς τινες οἴονται πολύδοξος, πολλαχῶς διῄρηται τἀγαθόν. Διχῶς μὲν τῷ γένει· τῶν ἀγαθῶν τὰ μὲν θεῖα, τὰ δὲ ἀνθρώπινα· θεῖα μὲν τὰς περὶ τὴν ψυχὴν ἀρετὰς λέγων, ἀνθρώπινα δὲ τὰς περὶ τὸ σωματικὸν μέρος εὐεξίας καὶ τὰς ἀπὸ τῶν ἐκτὸς λεγομένων εὐπορίας. Τριχῶς δὲ τοῖς τόποις. Τῶν γὰρ ἀγαθῶν τὰς μὲν περὶ ψυχήν, τὰς δὲ περὶ σῶμα, τὰς δ’ ἐν τοῖς ἐκτὸς ἀρετὰς εἴποις ἂν καὶ εὐεξίας καὶ εὐπορίας.

Περὶ ἀγαθῶν καὶ κακῶν · διαιρέσεις · συνέχεια

Πενταχῶς δὲ τοῖς εἴδεσι. Πρῶτον μὲν γὰρ τἀγαθὸν τὴν ἰδέαν αὐτὴν ἀποφαίνεται, ὅπερ ἐστὶ θεῖον καὶ χωριστόν· δεύτερον δὲ τὸ ἐκ φρονήσεως καὶ ἡδονῆς σύνθετον, ὅπερ ἐνίοις δοκεῖ κατ’ αὐτὸν εἶναι τέλος τῆς ἀνθρωπίνου ζωῆς· τρίτον αὐτὴν καθ’ αὑτὴν τὴν φρόνησιν· τέταρτον τὸ ἐκ τῶν ἐπιστημῶν καὶ τεχνῶν σύνθετον· πέμπτον αὐτὴν καθ’ αὑτὴν τὴν ἡδονήν. Ταύταις κέχρηται ταῖς διαστολαῖς ἐν τῷ πρώτῳ τῶν Νόμων μάλιστα κἂν τῷ Φιλήβῳ.

Περὶ ἀγαθῶν καὶ κακῶν · ἄλλως

Ἄλλως· Μόνον μὲν τὸ καλὸν ἀγαθόν· καθότι τῶν ὄντων οὐδὲν ἀγαθόν, εἰ μή τι μεταλάβοι τῆς ἀρετῆς, ὥσπερ ὁ δαλὸς καὶ ὁ σίδηρος τοῦ πυρός, οὗ χωρὶς οὐδὲν ἁπλῶς θερμόν· μετὰ δ’ ἄλλων ἀγαθῶν τῶν τριῶν γενῶν, ὅσον μετείληφεν αὐτῆς τὰ δύο, τὰ σωματικὰ σὺν τοῖς ἐκτός. Ὡς γὰρ τῆς σελήνης ἀφώτιστος μὲν ἡ οὐσία καθ’ αὑτήν, μεταλήψει δὲ τῆς ἡλιακῆς αὐγῆς φωτίζεται, οὕτως οὐδὲν ὃ μὴ μετέχει τῆς ἀρετῆς ἀγαθόν. Τοῖς γὰρ ἀνθρωπίνοις τὸ δύνασθαι ὠφελεῖν ἐκ τῶν θείων πάρεστιν.

Περὶ ἀγαθῶν καὶ κακῶν · Ἀριστοτέλης

Ἀριστοτέλης τὴν μὲν τριάδα τῶν ἀγαθῶν καὐτὸς ὁμοίως Πλάτωνι κατὰ τοὺς τόπους. Ἔτι τῶν ἀγαθῶν τὰ μέν ἐστι δι’ ἑαυτὰ αἱρετά, τὰ δὲ δι’ ἕτερα. Δι’ ἑαυτὰ μὲν οὖν ἐστιν αἱρετά, ὅσα πρὸς τὴν αἵρεσιν αὑτῶν οὐ δι’ ἄλλο τι κινεῖ ἢ προτρέπεται· τοιαῦτα δ’ ἐστὶν ἥ τ’ εὐδαιμονία, καὶ τὸ γένος τῶν ἀρετῶν, καὶ τὰ σωματικὰ τῶν ⟨πρώτων⟩ κατὰ φύσιν, ὑγίεια, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, ἰσχύς, τὰ παραπλήσια τούτοις, καὶ τῶν σωματικῶν ἡδονῶν αἱ μηδεμίαν βλάβην ἐπιφέρουσαι. Ταῦτα γὰρ ὁ νοῦν ἔχων ἕλοιτ’ ἂν ⟨δι’⟩ αὐτά, κἂν μηδὲν ἄλλο κεχωρισμένον αὐτῶν περιποιῇ.

Περὶ ἀγαθῶν καὶ κακῶν · Ἀριστοτέλης · συνέχεια

Δι’ ἄλλα δ’ ἐστὶν αἱρετὰ τὰ δι’ ἕτερόν τι κεχωρισμένον αὑτῶν προκαλούμενα πρὸς τὴν αἵρεσιν, περίπατος, γυμνασία, μάθησις, ἀνάγνωσις, ἰατρεῖαι, θεραπεῖαι, τροφαί, σκέπαι. Τούτων γὰρ οὐδὲν δι’ αὑτὸ ληπτόν, κατὰ δὲ τὴν ἀναφορὰν τὴν ἐφ’ ἃ παρέχεται.

Εἰ πᾶν τὸ καλὸν δι’ αὑτὸ αἱρετόν;

Κατὰ μὲν Πλάτωνα πᾶν. Καὶ γὰρ ἀρετὴν πᾶσαν καὶ τὴν καθ’ ἑκάστην ἕξιν σπουδαίαν καὶ τὴν ἐνέργειαν, ἥτις ἐστὶ πρᾶξις μετὰ λόγου. Ὠνομάσθαι γοῦν καλόν, ὅτι κλητικόν ἐστιν ἐφ’ αὑτό.

Εἰ πᾶν τὸ καλὸν δι’ αὑτὸ αἱρετόν; · συνέχεια

Τῷ δ’ Ἀριστοτέλει δοκεῖ τὰς μὲν ἕξεις οὐκ εἶναι δι’ αὑτὰς αἱρετάς, δι’ ἄλλο γάρ τι, τὴν ἐνέργειαν. Πᾶσα γὰρ ἕξις διὰ ταύτην ὡς τὸ οὗ ἕνεκα, τοῦτο ⟨δὲ⟩ δι’ αὑτὸ αἱρετὸν ὑπάρχει, ὡς χρῆσις καὶ τέλος τοῦ βίου. Καὶ τὴν εὐδαιμονίαν οὗτος μὲν ἀπὸ τῆς χρήσεως ἀναφωνεῖ, Πλάτων δὲ καὶ ἀπὸ τῆς κτήσεως. Ἀλλ’ ὁ μὲν πρεσβύτερος ἐν τοῖς Νόμοις καὶ ἐν τῷ Τιμαίῳ καί τισιν ἄλλοις ταῦτα κατακεχώρικεν, ὁ δὲ νεώτερος ἐν τοῖς Ἠθικοῖς.

Ζήνωνος καὶ τῶν λοιπῶν Στωϊκῶν δόγματα περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας

Περὶ δὲ τῶν ἠθικῶν ἑξῆς ποιήσομαι τὸν ὑπομνηματισμὸν τὰ κεφάλαια τῶν ἀναγκαίων δογμάτων ἀναλαβών. Ἄρξομαι δ’ ἐντεῦθεν·

Ζήνων · ἀγαθά, κακά, ἀδιάφορα

Ταῦτ’ εἶναί φησιν ὁ Ζήνων, ὅσα οὐσίας μετέχει· τῶν δ’ ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ ἀδιάφορα. Ἀγαθὰ μὲν τὰ τοιαῦτα· φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν καὶ πᾶν ὅ ἐστιν ἀρετὴ ἢ μετέχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα· ἀφροσύνην, ἀκολασίαν, ἀδικίαν, δειλίαν καὶ πᾶν ὅ ἐστι κακία ἢ μετέχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα· ζωὴν θάνατον, δόξαν ἀδοξίαν, ἡδονὴν πόνον, πλοῦτον πενίαν, ὑγίειαν νόσον, καὶ τὰ τούτοις ὅμοια.

Ζήνων · ἀρεταὶ καὶ ἄλλα ἀγαθά

Τῶν δὲ ἀγαθῶν τὰ μὲν εἶναι ἀρετάς, τὰ δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην ⟨καὶ δικαιοσύνην⟩ καὶ ἀνδρείαν ⟨καὶ μεγαλοψυχίαν καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς⟩ ἀρετάς· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρσος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἶναι ἀρετάς.

Ζήνων · ἐπιστῆμαι καὶ τέχναι

Τῶν δὲ ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας, τὰς δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐπιστήμας εἶναι τινῶν καὶ τέχνας· μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ’ ἐπιστήμας τινῶν εἶναι οὔτε τέχνας.

Ζήνων · κακίαι καὶ ἄλλα κακά

Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι κακίας, τὰ δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀδικίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κακίας εἶναι· λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. Τῶν δὲ κακιῶν τὰς μὲν εἶναι ἀγνοίας τινῶν καὶ ἀτεχνίας, τὰς δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας εἶναι τινῶν καὶ ἀτεχνίας· μικροψυχίαν δὲ καὶ ἀδυναμίαν ⟨καὶ ἀσθένειαν⟩ οὔτε ἀγνοίας τινῶν οὔτε ἀτεχνίας.

Ὁρισμοὶ ἀρετῶν

Φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων, ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων φύσει πολιτικοῦ ⟨λογικοῦ⟩ ζῴου (καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι)· σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων·

Contents

Sign in to save your reading →