Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Περὶ τέλους · ὅροι

Λέγεται δ’ ὑπὸ μὲν τῶν Στωϊκῶν ὁρικῶς “τέλος ἐστὶν οὗ ἕνεκα πάντα πράττεται καθηκόντως, αὐτὸ δὲ πράττεται οὐδενὸς ἕνεκα”· κἀκείνως “οὗ χάριν τἆλλα, αὐτὸ δ’ οὐδενὸς ἕνεκα” καὶ πάλιν “ἐφ’ ὃ πάντα τὰ ἐν τῷ βίῳ πραττόμενα καθηκόντως τὴν ἀναφορὰν λαμβάνει, αὐτὸ δ’ ἐπ’ οὐδέν”. Ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν τῶν ἀπὸ Κριτολάου “τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον” (τοῦτο δὲ ἦν “τὸ ἐκ τῶν τριῶν γενῶν”), οὐκ ὀρθῶς. Οὐ γὰρ πάντα τἀγαθὰ μέρη γίνεται τοῦ τέλους· οὔτε γὰρ τὰ σωματικὰ, οὔτε τὰ ἀπὸ τῶν ἐκτός, τὰ δὲ τῆς ψυχικῆς ἀρετῆς ἐνεργήματα μόνης.

Περὶ τέλους · ὅροι · συνέχεια

Κρεῖττον οὖν ἦν εἰπεῖν ἀντὶ τοῦ “συμπληρούμενον” “ἐνεργούμενον”, ἵνα τὸ χρηστικὸν τῆς ἀρετῆς ἐμφαίνηται. Τοῦτο δ’ οἱ κατ’ Ἐπίκουρον φιλοσοφοῦντες οὐ προσδέχονται λέγειν “ἐνεργούμενον”, διὰ τὸ παθητικὸν ὑποτίθεσθαι τὸ τέλος, οὐ πρακτικόν (ἡδονὴ γάρ)· ὅθεν καὶ τὴν ἔννοιαν ἀποδιδόασι τοῦ τέλους “τὸ οἰκείως διατιθέναι ἐξ ἑαυτοῦ πρὸς αὐτὸ χωρὶς τῆς ἐπ’ ἄλλο τι ἁπάσης ἐπιβολῆς”.

Περὶ τέλους · σκοπὸς καὶ τέλος

Τὸ μὲν οὖν ὄνομα τοῦ τέλους εὑρίσκεται καὶ παρ’ Ὁμήρῳ·

Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι.

Ἀλλ’ οὗτος μὲν δημοτελὲς εἰσήγαγε τὸ τέλος, Πλάτων δὲ διέστιξε πρῶτος τὸ κατ’ ἄνδρα καὶ βίον ἰδιάζον ἔν τε τῷ Τιμαίῳ κἂν τῷ Πρωταγόρᾳ.

Καὶ ⟨σημειωτέον⟩ γε τὴν τοῦ σκοποῦ διαφορὰν πρὸς τὸ τέλος. Καὶ ἔστι σκοπὸς μὲν τὸ προκείμενον εἰς τὸ τυχεῖν, οἷον ἀσπὶς τοξόταις· τέλος δ’ ⟨ἡ⟩ τοῦ προκειμένου τεῦξις. Βούλονται γὰρ ἐνέργημα ἡμέτερον εἶναι πρὸς τὸ τέλος.

Περὶ τέλους · ὑποτελίς

Ὑποτελὶς δ’ ἐστὶ τὸ πρῶτον οἰκεῖον τοῦ ζῴου πάθος, ἀφ’ οὗ κατήρξατο συναισθάνεσθαι τὸ ζῷον τῆς συστάσεως αὑτοῦ, οὔπω λογικὸν ⟨ὂν⟩ ἀλλ’ ἄλογον, κατὰ τοὺς φυσικοὺς καὶ σπερματικοὺς λόγους, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικόν, καὶ τῶν τοιούτων ἕκαστον ῥίζης τόπον ἐπέχει, οὐδέπω φυτοῦ· γενόμενον γὰρ τὸ ζῷον ᾠκειώθη τινὶ πάντως εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ὑποτελίς, κεῖται δ’ ἐν τινι τῶν τριῶν· ἢ γὰρ ἐν ἡδονῇ ἢ ἐν ἀοχλησίᾳ ἢ ἐν τοῖς πρώτοις κατὰ φύσιν.

Περὶ τέλους · ὑποτελίς · συνέχεια

Πρῶτα δ’ ἐστὶ κατὰ φύσιν περὶ μὲν τὸ σῶμα ἕξις, κίνησις, σχέσις, ἐνέργεια, δύναμις, ὄρεξις, ὑγίεια, ἰσχύς, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, αἱ τῆς ζωτικῆς ἁρμονίας ποιότητες· περὶ δὲ τὴν ψυχὴν εὐσυνεσία, εὐφυΐα, φιλοπονία, ἐπιμονή, μνήμη, τὰ τούτοις παραπλήσια, ὧν οὐδέπω τεχνοειδὲς οὐδέν, σύμφυτον δὲ μᾶλλον. Τὴν δ’ ὑποτελίδα τῶν ἀρχαίων οὐδεὶς ὠνόμασε καίτοι τὸ πρᾶγμα γιγνωσκόντων.

Περὶ τέλους · εὐδαιμονία

Τὴν δ’ εὐδαιμονίαν συνωνυμεῖν τῷ τέλει λέγουσιν. Εὐδαιμονία δ’ ἐστὶ τὸ ἄριστον ἐν τῷ βίῳ, ἢ τὸ μέγιστον τῶν ἀγαθῶν, ἢ τὸ κράτιστον. Ταῦτα γάρ ἐστι τῶν περὶ αὐτῆς ἐννοημάτων ἁπλούστερα. Κἂν λέγῃ δέ τις μακαριότητα καὶ τὸ μακαρίως ζῆν, εἰς ταὐτὸ συνδραμεῖται τοῖς τελικοῖς. Προσδιαιρετέον οὖν.

Τῶν περὶ τέλους διαλεχθέντων οἱ μὲν ψυχικὸν εἶναι διενοήθησαν, οἱ δὲ σωματικόν, οἱ δὲ μικτὸν ἐξ ἀμφοῖν. Φράσω δὲ παραδείγματος χάριν· ὁ μὲν τοίνυν ἀρετὴν λέγων τουτέστιν ἐν ἀρετῇ κείμενον ψυχικὸν ὑπείληφεν· ὁ δ’ ἡδονὴν σωματικόν· ὁ δὲ τὸ καλῶς καὶ ἡδέως ζῆν κοινόν. Εἴποι δ’ ἄν τις αὖ κἀκείνως· οἱ μὲν λογικόν, οἱ δ’ ἄλογον, οἱ μὲν διανοητικόν, οἱ δὲ παθητικόν. Πάντα δὲ τὴν ἐν τούτοις ὀνόμασιν ἔχοντα διαφορὰν εἰς ταὐτὸ συντρέχει. Ἐκ γὰρ σώματος καὶ ψυχῆς τἀνθρώπου συνεστῶτος, ἀνάγκη καὶ τὴν εὐζωΐαν αὐτοῦ περὶ ταῦτα καὶ διὰ τούτων συνίστασθαι.

Περὶ τέλους · Ὅμηρος

Λέγωμεν οὖν περὶ τῶν πρώτων εὐθύς, ὁποῖοι ἦσαν οἱ ἀπὸ τῶν ψυχικῶν ἀναγόμενοι. Ὅμηρος, δεδόσθω γὰρ τῇ ἀρχαιότητι προνομία, ψυχικὸν ἀπεφήνατο τὸ τῆς εὐδαιμονίας τέλος, καὶ ταῦτα διὰ τοῦ παρεισαγομένου προσώπου σοφωτάτου παρ’ αὐτῷ· πεποίηται γὰρ Ὀδυσσεὺς ἀναφωνῶν·

Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.

Ἡ δ’ εὐφροσύνη ψυχική τίς ἐστι διάθεσις, ἣν ἄν τις ἐξηγήσαιτο καλὴν φρόνησιν, τοῦτο δ’ ἂν ἐκδέξαιτο τὴν ἐπὶ τοῖς καλοῖς φρόνησιν. Ὁμήρῳ μὲν ἀρκέσει προμετρηθὲν τὸ τῆς τιμῆς διὰ τὴν ἀρχαιότητα, ἐπὶ δὲ τοὺς φιλοσόφους ἰτέον.

Περὶ τέλους · Σωκράτης καὶ Πλάτων

Σωκράτης, Πλάτων ταὐτὰ τῷ Πυθαγόρᾳ, τέλος ὁμοίωσιν θεῷ. Σαφέστερον δ’ αὐτὸ διήρθρωσε Πλάτων προσθεὶς τὸ ‘κατὰ τὸ δυνατόν’, φρονήσει δ’ ἐστὶ μόνως δυνατόν, τοῦτο δ’ ἦν τὸ κατ’ ἀρετὴν ⟨ζῆν⟩. Ἐν μὲν γὰρ θεῷ τὸ κοσμοποιὸν καὶ κοσμοδιοικητικόν· ἐν δὲ τῷ σοφῷ βίου κατάστασις καὶ ζωῆς διαγωγή· ὅπερ αἰνίξασθαι μὲν Ὅμηρον εἰπόντα

κατ’ ἴχνια βαῖνε θεοῖο·

Πυθαγόραν δὲ παρ’ αὐτὸν εἰπεῖν· Ἕπου θεῷ· δῆλον ὡς οὐχ ὁρατῷ καὶ προηγουμένῳ, νοητῷ δὲ καὶ τῆς κοσμικῆς εὐταξίας ἁρμονικῷ.

Περὶ τέλους · Πλάτων · συνέχεια

Εἴρηται δὲ παρὰ Πλάτωνι κατὰ τὸ τῆς φιλοσοφίας τριμερές, ἐν Τιμαίῳ μὲν φυσικῶς (προσθήσω δὲ καὶ Πυθαγορικῶς), σημάναντος ἀφθόνως τὴν ἐκείνου προεπίνοιαν· ἐν δὲ τῇ Πολιτείᾳ ἠθικῶς· ἐν δὲ τῷ Θεαιτήτῳ λογικῶς· περιπέφρασται δὲ κἂν τῷ τετάρτῳ περὶ Νόμων ἐπὶ τῆς ἀκολουθίας τοῦ θεοῦ σαφῶς ἅμα καὶ πλουσίως.

Περὶ τέλους · Πλάτων · συνέχεια

Τὸ δέ γε πολύφωνον τοῦ Πλάτωνος ⟨οὐ πολύδοξον⟩. Εἴρηται δὲ καὶ τὰ περὶ τοῦ τέλους αὐτῷ πολλαχῶς. Καὶ τὴν μὲν ποικιλίαν τῆς φράσεως ἔχει διὰ τὸ λόγιον καὶ μεγαλήγορον, εἰς δὲ ταὐτὸ καὶ σύμφωνον τοῦ δόγματος συντελεῖ. Τοῦτο δ’ ἐστὶ τὸ κατ’ ἀρετὴν ζῆν. Τοῦτο δ’ αὖ κτῆσις ἅμα καὶ χρῆσις τῆς τελείας ἀρετῆς. Ὅτι δὲ τέλος αὐτὴν ἡγεῖται, τέταχεν ἐν Τιμαίῳ ⟨εἰπὼν⟩ καὶ τοὔνομα· φράσω δὲ καὶ τἀκροτελεύτιον τῆς περιοχῆς· ἔχει δ’ οὕτως· “ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν μέλλοντα”.

Περὶ τέλους · Ἀριστοτέλης

Ἀριστοτέλης χρῆσιν ἀρετῆς τελείας ἐν ⟨βίῳ τελείῳ⟩ χορηγουμένην. Ἡ μὲν οὖν χρῆσίς ἐστι πλέον τῆς κτήσεως· ἐνέργειαν γὰρ εἶναι βούλεται τὴν εὐδαιμονίαν, καὶ τὸ τέλος ἡμετέραν ⟨πρᾶξιν⟩. Ἡ δ’ ἀρετὴ ἕξις ἡ βελτίστη ψυχῆς· ‘τελεία’ δὲ τριχῶς, καὶ γὰρ ἡ σύνθετος ἐκ τῶν θεωρητικῶν καὶ πρακτικῶν καὶ ἠθικῶν (τρία γὰρ ὑποτίθεται γένη), ἣν ἂν εἴποις ἀρετὴν κατὰ σύνθεσιν· καὶ ἡ ἐκ τῶν οἰκείων δυνάμεων συμπεπληρωμένη, φύσεως, λόγου, ἔθους (ταύτην κατ’ ἀριθμὸν ἐρεῖ τις)· καὶ ἡ κατὰ συμφωνίαν τοῦ λογικοῦ μέρους πρὸς τἄλογον τῆς ψυχῆς, περὶ ὧν ὑποβὰς διαρθρώσω.

Περὶ τέλους · Ἀριστοτέλης · συνέχεια

Πολλαχῶς δ’ ἔξεστι τὴν εὐδαιμονίαν ὁρίσασθαι κατ’ αὐτόν· “ἐνέργειαν κατ’ ἀρετὴν τελείαν ἐν βίῳ τελείῳ χορηγουμένην” καὶ “βίος καλὸς καὶ τέλειος χορηγούμενος”· καὶ τὸ πάντων σαφέστατον “χρῆσις ἀρετῆς τελείας ἐν βίῳ τελείῳ χορηγουμένη”. ‘⟨Ἐν⟩ βίῳ δὲ τελείῳ’ λέγει πρὸς τὴν διάστασιν τῆς χρήσεως τῶν ἀγαθῶν· ‘χορηγουμένην’ δὲ χάριν τοῦ τὴν χρῆσιν ἐν ἀγαθοῖς γίγνεσθαι, μὴ ἐν κακοῖς. Τοῦτο μὲν οὖν τὸ τέλος· τὸ δ’ αὐτὸ συνωνύμως εὐδαιμονία παρὰ Πλάτωνος μετηνιγμένον.

Περὶ τέλους · τρεῖς σκοποί

Σκοποὺς δ’ ὑποτίθεται τῆς ἐφέσεως τῶν ἀνθρωπίνων ὀρέξεων τρεῖς, τὸν τοῦ καλοῦ, τοῦ συμφέροντος, τοῦ ἡδέος. Καλὸν μὲν οὖν ἐστιν ἀρετὴ καὶ τὸ μέτοχον τῆς ἀρετῆς, ὥσπερ αὐτὸς ὁ σπουδαῖος, καὶ τὸ ἀπ’ ἀρετῆς ἔργον· καὶ τὸ ἀγαθὸν [τὸ] καλόν, καθὸ ἐπαινετὸν ἤτοι παρέχον ἐπαινετούς· συμφέρον δὲ ⟨τὸ⟩ πρὸς τὸ ζῆν εὔχρηστον· συμπαρατείνοι δ’ ἂν ἡ ἔννοια καὶ πρὸς τὸ εὖ ζῆν. Ταῦτα δ’ ἐστὶ πρῶτα κατὰ φύσιν ψυχῆς καὶ σώματος, περὶ ὧν προείρηται. Ἡδὺ δ’ ἐστὶν οἰκεῖον ψυχῆς καὶ σώματος πάθος, εἰς τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἀγωγόν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ ὡρίσατο.

Περὶ τέλους · Εὔδοξος

Ἀριστοτέλης ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Εὔδοξον τὸν ἀστρολόγον οἴεται τέλος δογματίζειν τὴν ἡδονήν.

Περὶ τέλους · Δημόκριτος καὶ Πλάτων

Δημόκριτος καὶ Πλάτων κοινῶς ἐν τῇ ψυχῇ τὴν εὐδαιμονίαν τίθενται. Γέγραφε δ’ ὁ μὲν οὕτως· “Εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονίη.” “Εὐδαιμονίη οὐκ ἐν βοσκήμασι οἰκεῖ, οὐδὲ ἐν χρυσῷ· ψυχὴ οἰκητήριον δαίμονος”. Τὴν δ’ ⟨εὐδαιμονίαν καὶ⟩ εὐθυμίαν καὶ εὐεστὼ καὶ ἁρμονίαν, συμμετρίαν τε καὶ ἀταραξίαν καλεῖ· συνίστασθαι δ’ αὐτὴν ἐκ τοῦ διορισμοῦ καὶ τῆς διακρίσεως τῶν ἡδονῶν· καὶ τοῦτ’ εἶναι τὸ κάλλιστόν τε καὶ συμφορώτατον ἀνθρώποις.

Contents

Sign in to save your reading →