Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 1

Ἰωάννου Στοβαίου

Ἐκλογῶν ἀποφθεγμάτων ὑποθηκῶν βιβλίον δεύτερον

Κεφάλαιον Αʹ

Περὶ τῶν τὰ θεῖα ἑρμηνευόντων, καὶ ὡς εἴη ἀνθρώποις ἀκατάληπτος ἡ τῶν νοητῶν κατὰ τὴν οὐσίαν ἀλήθεια.

Ἀριστάρχου ἐκ Ταντάλου

Καὶ ταῦτ’ ἴσον μὲν εὖ λέγειν, ἴσον δὲ μή· ἴσον δ’ ἐρευνᾶν, ἐξ ἴσου δὲ μὴ εἰδέναι. πλεῖον γὰρ οὐδὲν οἱ σοφοὶ τῶν μὴ σοφῶν εἰς ταῦτα γιγνώσκουσιν. Εἰ δ’ ἄλλου λέγει ἄμεινον ἄλλος, τῷ λέγειν ὑπερφέρει.

Εὐριπίδου Φιλοκτήτῃ

Τί δῆτα θάκοις ἀρχικοῖς ἐνήμενοι σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων; οἱ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων. ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι, οὐδέν τι μᾶλλον οἶδεν, ἢ πείθειν λέγων.

Ἀναξανδρίδου Κανηφόρῳ

Ἅπαντές ἐσμεν πρὸς τὰ θεῖ’ ἀβέλτεροι, κοὐκ ἴσμεν οὐδέν.

Σοφοκλέους

Ἀλλ’ οὐ γὰρ ἂν τὰ θεῖα κρυπτόντων θεῶν μάθοις ἄν, οὐδ’ εἰ πάντ’ ἐπεξέλθοις σκοπῶν.

Φιλήμονος

Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλέον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις.

⟨Τοῦ αὐτοῦ⟩

Εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι μὴ βούλου μαθεῖν· ὡς ⟨δ’⟩ ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου.

⟨Τοῦ αὐτοῦ⟩

Τί ἐστιν, ὁ θεὸς οὐ θέλει σε μανθάνειν.

Μενάνδρου Ὑποβολιμαίῳ

Δυσπαρακολούθητόν τι πρᾶγμ’ ἐστὶν τύχη.

Ἡσιόδου

Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι.

Πινδάρου Παιάνων

Τί ἔλπεαι σοφίαν ἔμμεναι, ᾇ τ’ ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἰσχύει; οὐ γὰρ ἔσθ’ ὅπως τὰ θεῶν βουλεύματ’ ἐρευνάσαι βροτέᾳ φρενί.

Ἰοφῶντος Βακχῶν

Ἐπίσταμαι δὲ καὶ τόδ’, οὖσά περ γυνή, ὡς μᾶλλον ὅστις εἰδέναι τὰ τῶν θεῶν ζητεῖ, τοσούτῳ μᾶλλον ἧσσον εἴσεται.

Σιμωνίδου

Ῥεῖα θεοὶ κλέπτουσιν ἀνθρώπων νόον.

Δημώνακτος

⟨Δημῶναξ⟩ ἐξεταζόντων τινῶν, εἰ ὁ κόσμος ἔμψυχος, καὶ αὖθις εἰ σφαιροειδής, Ὑμεῖς, ἔφη, περὶ μὲν τοῦ κόσμου πολυπραγμονεῖτε, περὶ δὲ τῆς αὐτῶν ἀκοσμίας οὐ φροντίζετε;

Δημοκρίτου

Μὴ πάντα ἐπίστασθαι προθύμεο, μὴ πάντων ἀμαθὴς γένῃ.

Πλουτάρχου ἐκ τοῦ περὶ Ἴσιδος

Ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία θεοῦ, πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας.

Πλάτωνος ἐκ τοῦ Πολιτικοῦ

Χαλεπόν, ὦ δαιμόνιε, μὴ παραδείγμασι χρώμενον ἱκανῶς ἐνδείξασθαί τι τῶν μειζόνων. Κινδυνεύει γὰρ ἡμῶν ἕκαστος, οἷον ὄναρ εἰδὼς ἕκαστα, πάντα αὖ πάλιν ὥσπερ ὕπαρ ἀγνοεῖν.

Πλάτωνος ἐκ τοῦ Τιμαίου

Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.

Ἰαμβλίχου ἐκ τοῦ Περὶ ψυχῆς

Πόσῳ δὴ οὖν βέλτιον Ἡράκλειτος παίδων ἀθύρματα νενόμικεν εἶναι τὰ ἀνθρώπινα δοξάσματα.

Διδύμου ἐκ τοῦ Περὶ αἱρέσεων

Ξενοφάνους πρῶτον λόγος ἦλθεν εἰς τοὺς Ἕλληνας ἄξιος γραφῆς, ἅμα παιδιᾷ τάς τε τῶν ἄλλων τόλμας ἐπιπλήττοντος καὶ τὴν αὐτοῦ παριστάντος εὐλάβειαν, ὡς ἄρα

θεὸς μὲν οἶδε τὴν ἀλήθειαν, δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.

Ἡ μὲν γὰρ φιλοσοφία θήρα τῆς ἀληθείας ἐστὶ καὶ ὄρεξις. | Τῶν δὲ φιλοσοφησάντων ἔνιοι εὑρεῖν φασι τὸ θήραμα, ὡς Ἐπίκουρος καὶ οἱ Στωικοί· οἱ δὲ ἀκμὴν ἔτι ζητεῖν ὡς που παρὰ θεοῖς ὄν, καὶ τῆς σοφίας οὐκ ἀνθρωπίνου χρήματος ὄντος· οὕτως ἔλεγε Σωκράτης καὶ Πύρρων.

Πλάτωνος ἐκ τοῦ Τιμαίου

Ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν εἰπόντων περὶ θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοῖς ἑαυτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρὴ μεμνημένους, ὡς ὁ λέγων ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν· ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν.

Βίωνος

Βίων ἔλεγε γελοιοτάτους εἶναι τοὺς ἀστρονομοῦντας, οἳ [τοὺς πὰρ ποσὶ] τοὺς ἐν τοῖς αἰγιαλοῖς ἰχθῦς οὐ βλέποντες τοὺς ἐν τῷ οὐρανῷ φάσκουσιν εἰδέναι.

Πινδάρου

Τοὺς φυσιολογοῦντας ἔφη Πίνδαρος

ἀτελῆ σοφίας καρπὸν δρέπειν.

Ἐκ τῶν Σερήνου Ἀπομνημονευμάτων

Θαλῆν εἰς τὸν οὐρανὸν ὁρῶντα καὶ ἐμπεσόντα εἰς βόθρον ἡ θεράπαινα, Θρᾷττα οὖσα, δίκαια παθεῖν ἔφη, ὃς τὰ παρὰ ποσὶν ἀγνοῶν τὰ ἐν οὐρανῷ ἐσκόπει.

Διογένους

Ἀστρολόγου δέ τινος κατ’ ἀγορὰν ἐπιδεικνύοντος ἔν τινι πινακίῳ καταγράφους τοὺς ἀστέρας, καὶ φάσκοντος ὅτι οὗτοί εἰσιν οἱ πλανώμενοι τῶν ἀστέρων, ἐπακούσας, „Μὴ ψεύδου“, εἶπεν, „ὦ ἑταῖρε· οὐ γὰρ οὗτοί εἰσιν οἱ πλανώμενοι, ἀλλὰ οὗτοι“, δείξας αὐτῷ τοὺς παρακαθεζομένους.

Ἀρίστωνος

Ἀρίστων ἔφη τῶν ζητουμένων παρὰ τοῖς φιλοσόφοις τὰ μὲν εἶναι πρὸς ἡμᾶς, τὰ δὲ μηδὲν πρὸς ἡμᾶς, τὰ δ’ ὑπὲρ ἡμᾶς. Πρὸς ἡμᾶς μὲν τὰ ἠθικά, μὴ πρὸς ἡμᾶς δὲ τὰ διαλεκτικά· μὴ γὰρ συμβάλλεσθαι πρὸς ἐπανόρθωσιν βίου· ὑπὲρ ἡμᾶς δὲ τὰ φυσικά· ἀδύνατα γὰρ ἐγνῶσθαι καὶ οὐδὲ παρέχειν χρείαν.

Εὐσεβίου

Θεοὶ οἷοι ἔασιν οὐ χρὴ δίζησθαι· αὐτόθεν δὲ ἄριστον πεπιστευκέναι. Ζητήσιος γὰρ προϊούσης καὶ ὁ τῷ ἀνοσιωτάτῳ τῶν λόγων τῷ μὴ εἶναι αὐτοὺς συνιστάμενος ἐθέλει κρατεῖν.

Ἑρμοῦ ἐκ τοῦ Πρὸς Τάτ

Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον. Τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον· καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαβέσθαι οὐ δυνατόν· καὶ τὸ ἀίδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον. Τὸ μὲν γὰρ ἀεί ἐστι, τὸ δὲ παρέρχεται· καὶ τὸ μὲν ἀληθείᾳ ἐστί, τὸ δὲ ὑπὸ φαντασίας σκιάζεται. Τὸ δὲ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος ⟨οὐ⟩ διέστηκε τοσοῦτον, ὅσον τὸ θνητὸν τοῦ θείου. Ἡ δὲ μέση τούτων διάστασις ἀμαυροῖ τὴν τοῦ καλοῦ θέαν. Ὀφθαλμοῖς μὲν γὰρ τὰ σώματα θεατά, γλώττῃ δὲ τὰ ὁρατὰ λεκτά· τὸ δὲ ἀσώματον καὶ ἀφανὲς καὶ ἀσχημάτιστον καὶ μηδὲ ἐξ ὕλης ὑποκείμενον ὑπὸ τῶν ἡμετέρων αἰσθήσεων καταληφθῆναι οὐ δύναται.

Ἐννοοῦμαι, ὦ Τάτ, ἐννοοῦμαι, ὃ ἐξειπεῖν ἀδύνατον, τοῦτό ἐστιν ὁ θεός.

Πλάτωνος ἐκ τοῦ Τιμαίου

Τὴν δὴ πρὸ τῆς οὐρανοῦ γενέσεως, πυρός ὕδατός τε καὶ ἀέρος καὶ γῆς φύσιν, θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη. Νῦν γὰρ οὐδείς πω γένεσιν αὐτῶν μεμήνυκεν, ἀλλ’ ὡς εἰδόσι πῦρ ὅ τι ποτέ ἐστι, καὶ ἕκαστον αὐτῶν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι, στοιχεῖα τοῦ παντός, προσῆκον αὐτοῖς, οὐδ’ ⟨ἂν⟩ ὡς ἐν συλλαβῆς εἴδει μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονοῦντος ἀπεικασθῆναι. Νῦν δ’ οὖν τό γε παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν οὖν ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ, τούτων πέρι τὸ νῦν οὐ ῥητέον· δι’ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα. Μήτε οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν, οὔτε αὐτὸς αὖ πείθειν ἐμαυτὸν ἂν εἴην δυνατός, ὡς ὀρθῶς ἐγχειροῖμ’ ἂν τοσοῦτον ἐπιβαλλόμενος ἔργον. Τὸ δὲ κατ’ ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τῶν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἧττον εἰκότα, μᾶλλον δὲ καὶ ἔμπροσθεν ἀπ’ ἀρχῆς περὶ ἑκάστου καὶ ξυμπάντων λέγειν.

Πλάτωνος ἐκ τοῦ Κριτίου ἢ Ἀτλαντικοῦ

Περὶ θεῶν γάρ, ὦ Τίμαιε, λέγοντά τι πρὸς ἀνθρώπους δοκεῖν ἱκανῶς λέγειν ῥᾷον, ἢ περὶ θνητῶν πρὸς ἡμᾶς. Ἡ γὰρ ἀπειρία καὶ σφόδρα ἄγνοια τῶν ἀκουόντων, περὶ ὧν ἂν οὕτως ἔχωσι, πολλὴν εὐπορίαν παρέχεσθον τῷ μέλλοντι λέγειν τι περὶ αὐτῶν.

Ξενοφῶντος ἐκ τῆς ἐπιστολῆς τῆς Πρὸς Αἰσχίνην

Συντυχών μοι Ἑρμογένης τά τε ἄλλα διεξῄει, καὶ περὶ σοῦ δὲ πυνθομένῳ, ἥν τινα ἔχοις φιλοσοφίας ἐπιμέλειαν, ἀπεκρίνατο, τὴν αὐτὴν Σωκράτει. Ἐγὼ δὲ καὶ ἡνίκα Ἀθήνῃσι διέτριβον, τῆς γνώμης σε ἠγάσθην. Ὥσπερ οὖν ἠρξάμην σε θαυμάζων, οὕτω καὶ νῦν παρ’ ὁντινοῦν τῶν σοφίαν ἀσπασαμένων τεθαύμακα τὸ ἀμετάκλαστόν σου τῆς γνώμης (μέγιστον γάρ, ὡς ἐγῷμαι, τεκμήριον ἀρετῆς) ἁλόντος ὑπὸ τἀνδρὸς ἐκείνου, εἴπερ θνητοῦ καλεῖν τὸν Σωκράτους οἷόντε βίον.

Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς, παντὶ δῆλον· ἀπόχρη δὲ τὸ κρεῖττον τῆς δυνάμεως αὐτοὺς σέβειν. Οἷοι δ’ εἰσιν, οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν· οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλους δεῖ εἰδέναι, οἷς οὐδὲν πλέον ὑπηρεσίας προσήκει.

Ξενοφῶντος · συνέχεια

Πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; Μουσικῆς ⟨μὲν⟩ γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων ξυνιέντα. Διετέλει δὲ ἑκάστοτε αὐτὸς λέγων τί καλὸν καὶ τί ἀνδρεία τε καὶ δικαιοσύνη καὶ αἱ ἄλλαι ἀρεταί. Ἀνθρώπινα γοῦν ταῦτα ἀγαθὰ ἐκάλει· τὰ δ’ ἄλλα ἢ ἀδύνατα ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετὰ ὀφρῦος σοφιστῶν ⟨παίγνια⟩ διεξιόντων.

Ξενοφῶντος · συνέχεια

Καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ᾔδει δὲ πράττειν. Παυσάσθωσαν οὖν ἐλεγχόμενοι ⟨ἢ⟩ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἷς Σωκράτης οὐκ ἤρεσκεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν· οἱ δὲ ἐκτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. Τὸ δὲ καλὸν ἄρα, Αἰγυπτίου ἠράσθησαν, καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας, ὧν τὸ μὲν περιττὸν καὶ τὸ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγχεν ἔρως τυραννίδος καὶ ἀντὶ λιτῆς διαίτης Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.

Contents

Sign in to save your reading →