Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Κεφάλαιον Ζʹ

Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.

⟨Ἐκ τῆς Διδύμου ἐπιτομῆς⟩

Ἠθική ἐστι δύναμις ψυχῆς, δι’ ἧς ἀσκηθείσης καλῶς ἡ πρακτικὴ κατασκευάζεται ἀρετή, ἢ λόγος καθ’ ὃν χρησόμεθα ἐθιστῇ ἀρετῇ.

Ἦθος δέ ἐστι ποιότης τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ὑποτακτικῶς ἔχειν ἐθιζομένου τῷ λόγῳ.

Ἄλλως· Ἄλογον μέρος τῆς ψυχῆς εἰθισμένον ὑπακούειν τῷ λόγῳ· ἢ πάθος ἢ παθητικὸν μέρος τῆς ψυχῆς εἰθισμένον ὑπακούειν τῷ λογικῷ.

Ἄλλως· Πάθος ἢ τὸ ὀρεκτικὸν μέρος τῆς ψυχῆς εἰθισμένον ὑπακούειν τοῦ λογικοῦ.

⟨Ἐκ τῆς Διδύμου ἐπιτομῆς⟩ · συνέχεια

Πάρεστι δὲ κἀκείνως ὁρίζεσθαι· ὁρμὴ ψυχῆς πρακτικὴ ἢ κίνησις τῆς ψυχῆς καθ’ ὁρμὴν ἢ ποιότης ἀλόγου μορίου ψυχῆς ἢ ψυχῆς τοῦ ἀλόγου μέρους ποιότης καθ’ ὑποτακτικὸν λόγον δυναμένη τῷ λογικῷ ἐπακολουθεῖν.

Οὕτως μὲν οὖν οἱ κατὰ Πλάτωνα φιλοσοφοῦντες ὁρίζονται· οἱ δὲ κατὰ Ζήνωνα τὸν Στωϊκὸν τροπικῶς· ἦθός ἐστι πηγὴ βίου, ἀφ’ ἧς αἱ κατὰ μέρος πράξεις ῥέουσι.

⟨Ἐκ τῆς Διδύμου ἐπιτομῆς⟩ · συνέχεια

Πάθος δ’ ἐστίν, ὡς μὲν Ἀριστοτέλης, ἄλογος ψυχῆς κίνησις πλεοναστική. Τὸ μὲν οὖν ‘ἄλογον’ κατὰ τοῦ μὴ ἔχοντος τὸν ἀρχικὸν λόγον τάττει, τὸν γὰρ ὑποτακτικὸν ἔχει, καθ’ ὃν ὑπακούειν πέφυκε τοῦ λογικοῦ· τὸ δὲ ‘πλεοναστικὸν’ κατὰ τοῦ πεφυκότος ἐπιδέχεσθαι πλεονασμόν, οὐ κατὰ τοῦ ἤδη πλεονάζοντος· ποτὲ μὲν γὰρ πλεονάζει, ποτὲ δ’ ἐλλείπει.

Κἀκείνως δὲ ὁρίζεται· πάθος ἐστὶ κίνησις τοῦ ἀλόγου μέρους τῆς ψυχῆς πλεοναστικὴ κατὰ φαντασίαν ἡδέος ἢ λυπηροῦ.

⟨Ἐκ τῆς Διδύμου ἐπιτομῆς⟩ · συνέχεια

Ὁ μὲν οὖν Περιπατητικὸς οὕτως· ὡς δ’ ὁ Στωϊκὸς ὡρίσατο Ζήνων, πάθος ἐστὶν ὁρμὴ πλεονάζουσα. Οὐ λέγει ‘πεφυκυῖα πλεονάζειν’, ἀλλ’ ἤδη ἐν πλεονασμῷ οὖσα· οὐ γὰρ δυνάμει, μᾶλλον δ’ ἐνεργείᾳ. Ὡρίσατο δὲ κἀκείνως· πάθος ἐστὶ πτοία ψυχῆς, ἀπὸ τῆς τῶν πτηνῶν φορᾶς τὸ εὐκίνητον τοῦ παθητικοῦ παρεικάσας.

Ἠθοποιία δ’ ἐστὶν ἤθους ἐμποίησις.

⟨Ἐκ τῆς Διδύμου ἐπιτομῆς⟩ · συνέχεια

Ἠθικὴ δ’ ἐστὶν ἀρετὴ μεσότης παθῶν, ἢ ἕξις ὁρίζουσα τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῷ τῆς φρονήσεως λόγῳ· ἢ ἕξις προαιρετικὴ τοῦ καλοῦ περὶ ἡδονὰς καὶ λύπας.

Ταῦτα μὲν οὖν αὐτάρκη περὶ τῶν ὅρων, πολλάκις γὰρ οἱ περὶ αὐτῶν λόγοι παρεμπεσοῦνται. Χωρητέον δὲ ἐπὶ τὴν διαίρεσιν τοῦ ἠθικοῦ τόπου, εὐθὺς ἀπ’ αὐτοῦ τοῦ κατὰ διαφορὰν ἐνδεικνύμενον.

Διαίρεσις ἠθικοῦ τόπου

Φίλων ἐγένετο Λαρισαῖος, φιλόσοφος Ἀκαδημιακός, ἀκουστὴς Κλειτομάχου, τῶν ἱκανὴν εἰσενεγκαμένων προκοπὴν ἐν τοῖς λοιποῖς. Οὗτος ὁ Φίλων τά τε ἄλλα πεπραγμάτευται δεξιῶς καὶ διαίρεσιν τοῦ κατὰ φιλοσοφίαν λόγου, ἣν ἐγὼ προχειριοῦμαι περὶ ἧς ὁ λόγος. Ἐοικέναι δή φησι τὸν φιλόσοφον ἰατρῷ. Καθάπερ οὖν ἔργον ἰατροῦ πρῶτον μὲν πεῖσαι τὸν κάμνοντα παραδέξασθαι τὴν θεραπείαν, δεύτερον δὲ τοὺς τῶν ἀντισυμβουλευόντων λόγους ὑφελέσθαι, οὕτως καὶ τοῦ φιλοσόφου. Κεῖται τοίνυν ἑκάτερον τούτων ἐν τῷ προσαγορευομένῳ προτρεπτικῷ λόγῳ, ἔστι γὰρ ὁ προτρεπτικὸς ὁ παρορμῶν ἐπὶ τὴν ἀρετήν. Τούτου δ’ ὁ μὲν ἐνδείκνυται τὸ μεγαλωφελὲς αὐτῆς, ὁ δὲ τοὺς ἀνασκευάζοντας ἢ κατηγοροῦντας ἢ πως ἄλλως κακοηθιζομένους ⟨εἰς⟩ τὴν φιλοσοφίαν ἀπελέγχει.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Δεύτερος δὲ μετὰ τοῦτον ὁ ⟨τῇ⟩ πρὸς τὴν ἰατρικὴν ἀναλογίᾳ δευτέραν ἔχων τάξιν. Ὡς γὰρ ἰατροῦ μετὰ τὸ πεῖσαι παραδέξασθαι τὴν θεραπείαν τὸ προσάγειν ἐστὶ ταύτην [τοῦ μὲν θεραπευτικοῦ] τὰ μὲν ἐν τῷ προεκκροῦσαι τὰ νοσοποιὰ τῶν αἰτίων, τὰ δ’ ἐν τῷ τὰ παρασκευαστικὰ τῆς ὑγιείας ἐνθεῖναι, οὕτως αὖ κἀπὶ τῆς ἐπιστήμης ἔχει· μετὰ γὰρ τὰ προτρεπτικὰ πειρᾶται τὰ θεραπευτικὰ προσάγειν, ἐφ’ ὃ καὶ τοῖς παρορμητικοῖς κέχρηται διμερῶς· τὸ μὲν ὑπεξαιρετικὸν τῶν ψευδῶς γεγενημένων δοξῶν, δι’ ἃς τὰ κριτήρια νοσοποιεῖται τῆς ψυχῆς, προσάγει λόγον, τὸ δὲ τῶν ὑγιῶς ἐχουσῶν ἐνθετικόν. Δεύτερος οὖν ὁ περὶ ἀγαθῶν καὶ κακῶν τόπος, ἐφ’ ὃν καὶ δι’ ὃν ἡ προτροπή.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Τῷ δὲ τρίτῳ πάλιν ὁ τρίτος ἀναλογήσει. Καὶ γὰρ τῇ ἰατρικῇ σπουδὴ πᾶσα περὶ τὸ τέλος, τοῦτο δ’ ἦν ὑγίεια, καὶ τῇ φιλοσοφίᾳ περὶ τὴν εὐδαιμονίαν. Συνάπτεται δὲ τῷ περὶ τελῶν λόγῳ λόγος ⟨ὁ⟩ περὶ βίων. Ἐπί τε γὰρ τῆς ἰατρικῆς οὐκ ἀρκεῖ τὴν ὑγίειαν ἐμποιῆσαι, χρεία δὲ καὶ τοῦ παρασχεῖν παραγγέλματα περὶ τῆς ὑγιείας, οἷς προσέχοντες τὸν νοῦν τὴν εὐεξίαν τοῦ σώματος διαφυλάξουσι· καὶ δὴ κατὰ τὸν βίον θεωρημάτων τινῶν ἐστι χρεία, δι’ ὧν ἡ φυλακὴ γενήσεται τοῦ τέλους.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Διττὸς δὲ καὶ ὁ περὶ βίων λόγος, ὁ μὲν ἴδιος, ὁ δὲ κοινός· ὧν τὸν μὲν ἴδιον ἐπισκοπεῖν δέον ἐστὶ τὰ πρὸς ἕκαστον, οἷον εἰ τῷ νοῦν ἔχοντι πολιτευτέον ἢ τοῖς ἡγεμονικοῖς συμβιωτέον, ἢ γαμητέον τῷ σοφῷ· τὸν δὲ κοινὸν ⟨τὰ⟩ πρὸς ἅπαντας, οἷόν ἐστι· τίς ἀρίστη πολιτεία; εἰ κοινὰς ποιητέον τὰς ἀρχὰς ἢ τιμητάς; Τοῦτον δὲ τὸν κοινὸν προσαγορευτέον μὲν πολιτικόν, τακτέον δὲ καθ’ αὑτὸν καίπερ ὄντα μέρος τοῦ περὶ βίων διά τε τὸ μέγεθος καὶ τὴν κοινότητα. Εἰ μὲν οὖν ἐνεδέχετο πάντας εἶναι σοφούς, οὐκ ἂν ἐδέησε πλειόνων ἔτι τόπων· οἱ γὰρ κατὰ λεπτὸν διαιρούμενοι παραφυάδες εἰσὶ τῶν προκειμένων.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Ἐπεὶ δὲ καὶ τῶν μέσως διακειμένων ἀνθρώπων πρόνοιαν ποιητέον, οὕς τινας ἐκ τῶν παραινετικῶν λόγων ὠφελεῖσθαι συμβαίνει, μὴ δυναμένους προσευκαιρεῖν ταῖς διεξόδοις πλάτεσιν ἢ διὰ χρόνου στενοχωρίας ἢ διά τινας ἀναγκαίας ἀσχολίας, ἐπεισενεκτέον τὸν ὑποθετικὸν λόγον, δι’ οὗ τὰς πρὸς τὴν ἀσφάλειαν καὶ τὴν ὀρθότητα τῆς ἑκάστου χρήσεως ὑποθήκας ἐν ἐπιτομαῖς ἕξουσιν.

Οὕτως μὲν οὖν ἡ Φίλωνος ἔχει διαίρεσις.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Ἐγὼ δ’ εἰ μὲν ἀργοτέρως διεκείμην, ἀρκεσθεὶς ἂν αὐτῇ συνείρον ἤδη τὰ περὶ τῶν ἀρεσκόντων, τῇ τῆς ἑξαμερείας ἐπικουφιζόμενος περιγραφῇ· ἡγούμενος δ’ ἐμαυτῷ πρέπειν πρὸ παντὸς τὴν οὐσίαν δεῖν ἐπισκοπεῖν οὗ τις πραγματεύεται, κἄπειτα ποιότητα τὴν περὶ αὐτὴν καὶ ποσότητα, καὶ τούτοις ἐφεξῆς τὸ πρός τι, νομίζω προσεπιπονητέον [τε] εἶναι καὶ τὰ τῶν ἄλλων ἐπισκοπεῖν, καθάπερ οὐ πάντων, οὕτως τῶν περὶ ταῦτα διενεγκάντων.

Ἔστιν οὖν Εὐδώρου τοῦ Ἀλεξανδρέως, Ἀκαδημιακοῦ φιλοσόφου, διαίρεσις τοῦ κατὰ φιλοσοφίαν λόγου, βιβλίον ἀξιόκτητον, ἐν ᾧ πᾶσαν ἐπεξελήλυθε προβληματικῶς τὴν ἐπιστήμην, ἧς ἐγὼ διαιρέσεως ἐκθήσομαι τὸ τῆς ἠθικῆς οἰκεῖον. Ἔχει δ’ οὕτως.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Τριμεροῦς ὄντος τοῦ κατὰ φιλοσοφίαν λόγου τὸ μέν ἐστιν αὐτοῦ ἠθικόν, τὸ δὲ φυσικόν, τὸ δὲ λογικόν. Τοῦ δ’ ἠθικοῦ τὸ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας, ⟨τὸ δὲ περὶ τὴν ὁρμήν⟩, τὸ δὲ περὶ τὴν πρᾶξιν.

¶ Ταῦτ’ ἐστὶν ἀδρομερῆ τῆς ἠθικῆς εἴδη, πρῶτον μὲν τὸ θεάσασθαι τὴν ἀξίαν τοῦ πράγματος ὅπερ αἱρεῖσθαι μέλλομεν, οὐδὲ γὰρ οἷόν τε γενέσθαι τὴν ὁρμὴν εὔλογον, εἰ μὴ μετὰ τὴν θεωρίαν· ἡ θεωρία δ’ ἐστὶ περίσκεψις τοῦ πράγματος καὶ οἷον ἐπίκρισις κατὰ τὸν περὶ αὐτοῦ λογισμόν· δεύτερον δὲ τὸ τὴν ὁρμὴν τῷ περινοηθέντι καλῶς ἐπιβαλεῖν· τρίτον τὸ τὴν πρᾶξιν αὐτοῖς ἐπισυνάψαι. ¶ Ταῦτ’ ἐστὶ τὰ πρῶτα μέρη τοῦ ἠθικοῦ λόγου θεωρητικόν, ὁρμητικόν, πρακτικόν.

Τούτων δ’ ἕκαστον ὑποδιαιρεῖται.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Τοῦ γὰρ περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας τὸ μὲν περὶ τῶν σκοπῶν καὶ τῶν λεγομένων τελῶν τοῦ βίου, τὸ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν. ⟨Καὶ τὸ μὲν περὶ τῶν τελῶν διαιρεῖται εἴς τε τὸ περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὸ ..... τοῦ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν⟩ τὸ μέν ἐστι περὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν, τὸ δὲ περὶ τῶν κατὰ τὰς ἀρετὰς ποιῶν (ὅπερ καὶ καλεῖται χαρακτηριστικόν), τὸ δὲ περὶ τεχνῶν, τὸ δὲ περὶ ἐπιτηδευμάτων.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Τοῦ μὲν περὶ ἀρετῶν τὸ μὲν ἴδιον, τὸ δὲ κοινόν· ἴδιον μέν, οἷον περὶ δικαιοσύνης, περὶ ἀνδρείας, σωφροσύνης, φρονήσεως, τῶν ἄλλων· κοινὸν δὲ τὸ προτρεπτικόν, τοῦτο γὰρ εἰς τὸ μόνως ἐνδείξασθαι τὴν ἀρετὴν καὶ τὴν κακίαν. Καὶ ὁ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας λόγος εἰς τοσούτους τόπους γενικοὺς τέμνεται· ὁ γὰρ περὶ ἀγαθῶν καὶ κακῶν πολλὰς περιέχει διαιρέσεις, αὐτίκα τὸν περὶ τῶν λεγομένων προηγμένων, τὸν περὶ φιλίας καὶ ἡδονῆς καὶ δόξης καὶ εὐφυΐας. Τῷ δὲ περὶ φιλίας κατὰ γενίκευσιν ὑπάγει τὸν περὶ ἔρωτος τόν ⟨τε⟩ περὶ συμποσίων. Οὐ μὴν ἀλλ’ ὁμοίως τούσδε σύμπαντας εἰς τὸν περὶ ἀγαθῶν καὶ κακῶν ὡς γενικώτατον ὑπέταξε λόγον.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Τοῦ δὲ περὶ τῆς ὁρμῆς λόγου ὁ μέν ἐστι περὶ τῆς εἰδικῆς ὁρμῆς, ὁ δὲ περὶ παθῶν. Ἤτοι γὰρ πᾶν πάθος ὁρμὴ πλεονάζουσα, ἢ τὰ γε πλεῖστα μεθ’ ὁρμῆς καὶ [τὰ] ἀρρωστήματα.

Τοῦ δὲ περὶ τῆς πράξεως λόγου ὁ μέν ἐστι περὶ τῶν οἰκειούντων πρός τινας πράξεις, ὁ δὲ περὶ τῶν ἀλλοτριούντων ἀπό τινων πράξεων, ὁ δὲ τῶν αἰτίων ἀποδοτικὸς τῶν ἐπιτελούντων τινὰς σχέσεις ἢ κινήσεις, ὁ δὲ περὶ τῆς ἀσκήσεως, ὁ δὲ περὶ τῆς ἰδίως καὶ ὁμωνύμως τῷ γένει λεγομένης πράξεως.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Καὶ ὁ μὲν περὶ τῶν οἰκειούντων πρός τινας πράξεις διαιρεῖται εἴς τε τὸν ὑποθετικὸν καὶ τὸν προτρεπτικόν· ἔνιοι γὰρ καὶ τοῦτον ὑπὸ τόνδε τάττουσιν. Ὁ δὲ περὶ τῶν ἀποτρεπόντων καλεῖται παραμυθητικός, ὃς καλούμενός ἐστι πρός ἐνίων παθολογικός· τοῦ δὲ περὶ τῆς ὁμωνύμως λεγομένης πράξεως καὶ εἰδικῆς ὁ μέν ἐστι περὶ τῶν καθηκόντων, ὁ δὲ περὶ τῶν κατορθωμάτων.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Ἐπεὶ δὲ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μέν ἐστι καθ’ ἕκαστα, ἃ δὲ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν, συνέστη τόπος ὁ περὶ τῶν χαρίτων ἐκ τοῦ λόγου τοῦ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν ὑπάρχων. Πάλιν δ’ ἐπεὶ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μὲν λέγεται σύνθετα, ἃ δὲ ἀσύνθετα, συνέστη ⟨ἐκ τοῦ⟩ κατὰ τὰ σύνθετα ὁ περὶ βίων λόγος, οὗ μέρος ὢν ὁ περὶ γάμου κατ’ ἰδίαν ἐτάχθη διὰ τὸ πλῆθος τῶν ἐν αὐτῷ ζητημάτων.

Διαίρεσις ἠθικοῦ τόπου · συνέχεια

Ὥστ’ εἶναι τοὺς πάντας τόπους κατὰ τὸν ⟨περὶ⟩ τῆς πράξεως λόγον, ⟨ὑποθετικόν, προτρεπτικόν⟩, παραμυθητικὸν ⟨ἢ⟩ παθολογικόν, ⟨αἰτιολογικόν⟩, περὶ ἀσκήσεως, περὶ καθηκόντων, περὶ κατορθωμάτων, περὶ χαρίτων, περὶ βίων, περὶ γάμου.

Ὁ μὲν οὖν ἠθικὸς λόγος εἰς ταῦτα καὶ τοσαῦτα τέμνοιτ’ ἄν· ἀρκτέον δὲ τῶν προβλημάτων, προτάττοντα τὰ γένη κατὰ τὴν ἐμοὶ φαινομένην διάταξιν, ἥν τινα πείθομαι πρὸς τὸ σαφέστερον διηνεγκέναι.

Περὶ τέλους

Τέλος λέγεται πολλαχῶς· ὡς τὸ πέρας, ᾧ ἀντιδιαιρεῖται ἀρχὴ καὶ μέσον· καὶ ὡς τὸ τέλεσμα ⟨τὸ⟩ φορικόν· ὡς τὸ ἀνάλωμα, καθὸ λέγεται αὐτοτελής τε καὶ εὐτελής· ὡς ὁ γάμος παρὰ τοῖς Δωριεῦσιν, ἤτοι παρὰ τὸ συμπέρασμα τῆς νεότητος, ἢ διὰ τὸ τελειοῦν τὸν ἄνδρα τῇ πρὸς τὴν γυναῖκα συνόδῳ, καθὸ τὴν γαμήλιον Ἥραν ⟨ἢ⟩ συζυγίαν καὶ τελείαν ἐπονομάζουσι· τέλος δὲ καὶ γνώσεως καὶ πράξεως καὶ ποιήματος τὸ ἀποβαῖνον, ὡς παρ’ Εὐριπίδῃ

Ἀχαλίνων στομάτων ἀνόμου τ’ ἀφροσύνας τὸ τέλος δυστυχία.

Περὶ τέλους · συνέχεια

Τέλη δὲ λέγονται καὶ αἱ τῶν πολιτειῶν ἀρχαί, τὰ τέλη Λακεδαιμονίων εἰ τύχοι. Παρὰ δ’ Ὁμήρῳ ἐν τῷ τῆς Ἰλιάδος δεκάτῳ

Αἶψα δ’ ἐπὶ Θρηικῶν ἀνδρῶν τέλος ἷξον ἰόντες·

τοῦτο δ’ ἐστὶν ἔναρχον τάγμα.

Contents

Sign in to save your reading →