Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Εʹ
II.5.heading · Wachsmuth pp. 35
⟨Περὶ ποιητικῆς⟩
Πλάτωνος Νόμων δʹ
II.5.1 · Wachsmuth pp. 35
Παλαιὸς μῦθος, ὦ νομοθέτα, ὑπό τε αὐτῶν ἡμῶν ἀεὶ λεγόμενός ἐστι καὶ τοῖς ἄλλοις πᾶσιν ξυνδεδογμένος, ὅτι ποιητὴς ὁπόταν ἐν τῷ τρίποδι τῆς Μούσης καθίζηται, τότε οὐκ ἔμφρων ἐστίν, οἷον δὲ κρήνη τις τὸ ἐπιὸν ῥεῖν ἑτοίμως ἐᾷ· καὶ τῆς τέχνης οὔσης μιμήσεως ἀναγκάζεται, ἐναντίως ἀλλήλοις ἀνθρώπους ποιῶν διατιθεμένους, ἐναντία λέγειν αὑτῷ πολλάκις· οἶδε δὲ οὔτ’ εἰ ταῦτα οὔτ’ εἰ θάτερα ἀληθῆ τῶν λεγομένων.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου
II.5.2 · Wachsmuth pp. 35
Ὃς δ’ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ἄρα ὡς ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις.
Πλάτωνος ἐκ τοῦ Ἴωνος
II.5.3.1 · Wachsmuth pp. 35-36
Ἔστι γὰρ τοῦτο τέχνην μὲν οὐκ ἂν παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, ὃ νῦν δὴ ἔλεγον, θεία δὲ δύναμις ἥ σε κινεῖ, ὥσπερ ἐν τῇ λίθῳ, ἣν Εὐριπίδης μὲν Μαγνῆτιν ὠνόμασεν, οἱ δὲ πολλοὶ Ἡρακλείαν· καὶ γὰρ αὕτη ἡ λίθος οὐ μόνον αὐτοὺς τοὺς δακτυλίους ἄγει τοὺς σιδηροῦς, ἀλλὰ καὶ δύναμιν ἐντίθησι τοῖς δακτυλίοις, ὥστε δύνασθαι ταὐτὸν τοῦτο ποιεῖν, ὅπερ ἡ λίθος, ἄλλους ἄγειν δακτυλίους· ὥστ’ ἐνίοτε ὁρμαθὸς πάνυ μακρὸς σιδηρίων καὶ δακτυλίων ἐξ ἀλλήλων ἤρτηται, πᾶσι δὲ τούτοις ἐξ ἐκείνης τῆς λίθου ἡ δύναμις ἀνήρτηται.
Πλάτωνος ἐκ τοῦ Ἴωνος · συνέχεια
II.5.3.2 · Wachsmuth pp. 36
Οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτή, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλος ἐνθουσιαζόντων ὁρμαθὸς ἐξαρτᾶται. Πάντες γὰρ τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης, ἀλλ’ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα· καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως, ὥσπερ οἱ κορυβαντιῶντες οὐκ ἔμφρονες ὄντες ⟨ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες⟩ τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλ’ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατεχόμενοι ὥσπερ ἀρύονται ἐκ τῶν ποταμῶν μέλι καὶ γάλα κατεχόμενοι, ἔμφρονες δὲ οὔ, καὶ τῶν μελοποιῶν ἡ ψυχὴ τοῦτο ἐργάζεται, ὅπερ αὐτοὶ λέγουσι.
Πλάτωνος ἐκ τοῦ Ἴωνος · συνέχεια
II.5.3.3 · Wachsmuth pp. 36
Λέγουσι γὰρ δήπουθεν πρὸς ἡμᾶς οἱ ποιηταί, ὅτι ἀπὸ κρηνῶν μελιρρύτων ἢ ἐκ Μουσῶν κήπων τινῶν καὶ ναπῶν δρεπόμενοι τὰ μέλη ἡμῖν φέρουσιν ὥσπερ αἱ μέλιτται, καὶ αὐτοὶ οὕτω πετόμενοι, καὶ ἀληθῆ λέγουσι. Κοῦφον γὰρ χρῆμα ποιητής ἐστι καὶ πτηνὸν καὶ ἱερὸν καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεος γένηται καὶ ἔκφρων, καὶ ὁ νοῦς ἐν αὐτῷ μηκέτι ᾖ .....
Πλάτωνος ἐκ τοῦ Ἴωνος · συνέχεια
II.5.3.4 · Wachsmuth pp. 36-37
Ἐπεὶ εἰ περὶ ἑνὸς τέχνῃ καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων πάντων. Διὰ ταῦτα δὲ ὁ θεὸς ἐξαιρούμενος τούτων τὸν νοῦν τούτοις χρῆται ὑπηρέταις καὶ τοῖς χρησμῳδοῖς καὶ τοῖς μάντεσι τοῖς θείοις, ἵνα ἡμεῖς οἱ ἀκούοντες εἰδῶμεν, ὅτι οὐχ οὗτοί εἰσιν οἱ ταῦτα λέγοντες, τὰ οὕτω πολλοῦ ἄξια, οἷς νοῦς μὴ πάρεστιν, ἀλλὰ ὁ θεός ἐστιν αὐτὸς ὁ λέγων ταῦτα, διὰ τούτων δὲ φθέγγεται πρὸς ἡμᾶς.