Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου · συνέχεια
II.4.18.2 · Wachsmuth pp. 33
Τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν, καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. Βασιλέως δ’ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου, ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξε, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις. Ὁ δὲ ἤρετο ἣν δὴ ἑκάστη ἔχει ὠφέλειαν. Διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοίη λέγειν, τὸ μὲν ἔψεγε, τὸ δ’ ἐπῄνει. Πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ’ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς μὲν ἂν εἴη διελθεῖν· ἐπειδὴ δ’ ἐπὶ τοῖς γράμμασιν ἦν, Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα, ἔφη ὁ Θεὺθ, σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει, μνήμης τε γὰρ καὶ σοφίας φάρμακον εὑρέθη.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου · συνέχεια
II.4.18.3 · Wachsmuth pp. 34
Ὁ δ’ εἶπεν, Ὦ τεχνικώτατε Θεὺθ, ἄλλος μὲν δυνατὸς τεκεῖν τὰ τέχνης, ἄλλος δὲ κρῖναι, τίν’ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελείας τοῖς μέλλουσι χρήσθαι. Καὶ νῦν σὺ πατὴρ ὢν γραμμάτων δι’ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. Τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει, μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπ’ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφ’ αὑτῶν ἀναμιμνησκομένους. Οὐκοῦν οὐ μνήμης ἀλλ’ ὑπομνήσεως φάρμακον εὗρες, σοφίας δὲ τοῖς μαθηταῖς δόξαν οὐκ ἀλήθειαν πορίζεις. Πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ πλῆθος ὄντες καὶ χαλεποὶ ξυνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου · συνέχεια
II.4.18.4 · Wachsmuth pp. 34
— Ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.
— Οἱ δέ γ’, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. Τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς, ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπ’ εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν· σοὶ δ’ ἴσως διαφέρει, τίς ὁ λέγων καὶ ποδαπός. Οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου · συνέχεια
II.4.18.5 · Wachsmuth pp. 34
— Ὀρθῶς ἐπέπληξας. Καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.
— Οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλείπειν, καὶ αὖ ὁ παραδεξάμενος, ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους καὶ τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.
— Ὀρθότατα.
Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου
II.4.19 · Wachsmuth pp. 35
Δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτ’ ἔχει γραφὴ καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. Καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκεν μὲν ὡς ζῶντα· ἐὰν δὲ ἔρῃ τι, σεμνῶς πάνυ σιγᾷ. Ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν· ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. Ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν.