Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΜϚʹ
II.46.heading · Wachsmuth pp. 260
Περὶ ἀχαριστίας.
Μενάνδρου
II.46.1 · Wachsmuth pp. 260
Ἀχάριστος ἄνθρωπος μὴ νομιζέσθω φίλος· μήθ’ ὃς πονηρός, κατεχέτω χρηστοῦ τόπον.
Σοφοκλέους Οἰδίποδος
II.46.2 · Wachsmuth pp. 260
Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρ’ αὐτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
Τοῦ αὐτοῦ Αἴαντος
II.46.3 · Wachsmuth pp. 260
Χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ ἀεί. Ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.
⟨Τοῦ αὐτοῦ⟩
II.46.4 · Wachsmuth pp. 260
Χάρις διαρρεῖ καὶ προδοῦσ’ ἁλίσκεται.
Ἀναξανδρίδου
II.46.5 · Wachsmuth pp. 260
Οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.
Σοφοκλέους
II.46.6 · Wachsmuth pp. 260
Ἀμνήμονος γὰρ ἀνδρὸς ὄλλυται χάρις.
Θεοκρίτου
II.46.7 · Wachsmuth pp. 260
Θρέψαι ⟨κα⟩ λυκιδεῖς, θρέψαι κύνας ὥς ἑ φάγωντι.
Μενάνδρου
II.46.8 · Wachsmuth pp. 261
Οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.
Τοῦ αὐτοῦ
II.46.9 · Wachsmuth pp. 261
Ἀεὶ δ’ ὁ σωθεὶς ἐστιν ἀχάριστος φύσει.
Τοῦ αὐτοῦ
II.46.9a · Wachsmuth pp. 261
Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον σχήσειν ἔφη.
Εὐριπίδου Πελιάσιν
II.46.10 · Wachsmuth pp. 261
Ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξωσ’ εὖ, διωθοῦνται χάριν, αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
Φιλήμονος
II.46.11 · Wachsmuth pp. 261
Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαίμονα· ἐπὴν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.
Θεόγνιδος
II.46.12 · Wachsmuth pp. 261
Δείλους εὖ ἔρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ χήρωσις κτεάνων καὶ χάρις οὐδεμία.
II.46.13 · Wachsmuth pp. 261
Διογένης ἐρωτηθείς, τί τάχιστα γηράσκει παρ’ ἀνθρώποις, εἶπε· “Χάρις”.
Αἰλιανοῦ
II.46.14 · Wachsmuth pp. 262
Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι καὶ δέονται αὐτῶν, εἰ ὕει, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσι. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν.
Ἐκ τῆς περὶ φιλίας Ἐπιστολῆς
II.46.15 · Wachsmuth pp. 262
Ὡς μέντοι λαμπρόν ἐστιν εὖ ποιεῖν, οὕτως ἀμειπτέον· ... ἵνα μὴ μόνον ἀχαριστίας ὄφλῃ τις δίκην, ἀλλὰ καὶ βλάβης κοινοῦ τῶν εὖ πεισομένων εἰς αὐτοὺς ἑτέρων ἀνακοπῇ πρὸς εὐεργεσίαν.
Ἰαμβλίχου Σωπάτρῳ
II.46.16 · Wachsmuth pp. 262
Φευκτὴ μὲν οὖν ἐστιν ἡ ἀχαριστία δι’ ἑαυτήν· ἀχθεσθείη δ’ ἄν τις πρὸς αὐτὴν δικαιότερον, ἐπειδὴ κωλύει τἀγαθὸν προϊέναι καὶ ἐκφαίνεσθαι, τήν τε χώραν αὐτῶν παντελῶς ἀνατρέπει καὶ κατακλείει πως εἰς στενὸν τὰς ἔξω διαφαινομένας τῶν καλῶν ἐνεργείας, ἀποστερεῖ δὲ καὶ τὸ κοινὸν τῆς θείας βοηθείας πάσης· διὰ τοῦτ’ ἐστι πάνδεινον. παντὶ ⟨δ’⟩ ἀνδρὶ παρακελεύομαι πρῶτον, λόγον ὀρθὸν κατέχειν εὐεργεσιῶν μετὰ φιλίας· δεύτερον, εὐχαρίστους τὰς εὐεργεσίας παραλαμβάνειν καὶ προκαλεῖσθαι τὰς μείζονας εὐποιΐας διὰ τῆς εὐχαριστίας.
II.46.17 · Wachsmuth pp. 262-263
Θεμιστοκλῆς, διαβαλλόντων αὐτὸν ἐπ’ ἐκκλησίας τινῶν ὡς εἶδεν τοὺς πολλοὺς ἡδέως ἀκούοντας, “κοπιᾶν”, ἔφη, “μοι δοκεῖτε, ἄνδρες Ἀθηναῖοι, εὐεργετούμενοι”· κόπος γὰρ ὡς ἀληθῶς εὐεργεσίας κόρος, δι’ ὃν συμβαίνει καινότητος ἐπιθυμεῖν.
Ἐκ τῶν Ὑψαίου ὑποθηκῶν περὶ τοῦ εὐεργετεῖν
II.46.18 · Wachsmuth pp. 263
Οὐδένα μισήσεις ὡς ἀχάριστον, ἐὰν ὡς ἀληθῶς χαρίζῃ.
II.46.18a · Wachsmuth pp. 263
Τοὺς μηδεμίαν ὧν ἂν εὖ πάθωσιν ὑπὸ σοῦ χάριν ἐκτίνοντας ἄλλοι λεγέτωσαν ἀχαρίστους, σὺ δ’ ἀνοήτους, ὅτι τοῦ καλλίστου τῶν ἀγαθῶν οὐ συνιᾶσιν.
II.46.19 · Wachsmuth pp. 263
Εἰκότως οἱ νομοθέται μόνης ἀχαριστίας δίκας οὐχ ὁρίζουσιν, ὡς τοῦ μὲν εὖ ποιοῦντος τὴν μεγίστην ἀμοιβὴν ἐν οἷς ἔτυχεν εὖ ποιῶν ἀπειληφότος, τοῦ δὲ ἀχαρίστου τὴν ἀξίαν τίνοντος δίκην ἐν ᾧ λανθάνει τῷ μεγίστῳ κακῷ συνεχόμενος, ἀχαριστίᾳ.
Ἀπολλώνιος Ἡρωδιανῷ
II.46.20 · Wachsmuth pp. 263
Μὴ φεῦγε διὰ τοὺς ἀσημάντους χρήσιμος εἶναι τοῖς ἀγαθοῖς· ἱκανοὶ γὰρ οὗτοι καὶ τὰς ὑπὲρ ἐκείνων χάριτας ἀποδοῦναι.
Ἀπολλώνιος Νουμηνίῳ
II.46.21 · Wachsmuth pp. 263
Οὐ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.
Ξενοφῶντος Κύρου παιδείᾳ
II.46.22 · Wachsmuth pp. 263-264
... δικάζονται δὲ [οὐχ] ἥκιστα ἀχαριστίας· καὶ ὃν ἂν γνῶσι δυνάμενον μὲν χάριν ἀποδοῦναι, μὴ ἀποδιδόντα δέ, κολάζουσι τοῦτον ἰσχυρῶς· οἴονται γὰρ τοὺς ἀχαρίστους καὶ περὶ θεοὺς ἂν μάλιστα ἀμελῶς ἔχειν καὶ περὶ πατρίδα καὶ περὶ γονέας καὶ περὶ φίλους· ἕπεσθαι δὲ δοκεῖ μάλιστα τῇ ἀχαριστίᾳ ⟨ἡ⟩ ἀναισχυντία, καὶ γὰρ αὕτη δοκεῖ εἶναι μεγίστη ἐπὶ πάντα τὰ αἰσχρὰ ἡγεμών.