Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 46

Κεφάλαιον ΜϚʹ

Περὶ ἀχαριστίας.

Μενάνδρου

Ἀχάριστος ἄνθρωπος μὴ νομιζέσθω φίλος· μήθ’ ὃς πονηρός, κατεχέτω χρηστοῦ τόπον.

Σοφοκλέους Οἰδίποδος

Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρ’ αὐτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.

Τοῦ αὐτοῦ Αἴαντος

Χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ ἀεί. Ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.

⟨Τοῦ αὐτοῦ⟩

Χάρις διαρρεῖ καὶ προδοῦσ’ ἁλίσκεται.

Ἀναξανδρίδου

Οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.

Σοφοκλέους

Ἀμνήμονος γὰρ ἀνδρὸς ὄλλυται χάρις.

Θεοκρίτου

Θρέψαι ⟨κα⟩ λυκιδεῖς, θρέψαι κύνας ὥς ἑ φάγωντι.

Μενάνδρου

Οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.

Τοῦ αὐτοῦ

Ἀεὶ δ’ ὁ σωθεὶς ἐστιν ἀχάριστος φύσει.

Τοῦ αὐτοῦ

Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον σχήσειν ἔφη.

Εὐριπίδου Πελιάσιν

Ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξωσ’ εὖ, διωθοῦνται χάριν, αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.

Φιλήμονος

Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαίμονα· ἐπὴν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.

Θεόγνιδος

Δείλους εὖ ἔρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ χήρωσις κτεάνων καὶ χάρις οὐδεμία.

Διογένης ἐρωτηθείς, τί τάχιστα γηράσκει παρ’ ἀνθρώποις, εἶπε· “Χάρις”.

Αἰλιανοῦ

Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι καὶ δέονται αὐτῶν, εἰ ὕει, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσι. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν.

Ἐκ τῆς περὶ φιλίας Ἐπιστολῆς

Ὡς μέντοι λαμπρόν ἐστιν εὖ ποιεῖν, οὕτως ἀμειπτέον· ... ἵνα μὴ μόνον ἀχαριστίας ὄφλῃ τις δίκην, ἀλλὰ καὶ βλάβης κοινοῦ τῶν εὖ πεισομένων εἰς αὐτοὺς ἑτέρων ἀνακοπῇ πρὸς εὐεργεσίαν.

Ἰαμβλίχου Σωπάτρῳ

Φευκτὴ μὲν οὖν ἐστιν ἡ ἀχαριστία δι’ ἑαυτήν· ἀχθεσθείη δ’ ἄν τις πρὸς αὐτὴν δικαιότερον, ἐπειδὴ κωλύει τἀγαθὸν προϊέναι καὶ ἐκφαίνεσθαι, τήν τε χώραν αὐτῶν παντελῶς ἀνατρέπει καὶ κατακλείει πως εἰς στενὸν τὰς ἔξω διαφαινομένας τῶν καλῶν ἐνεργείας, ἀποστερεῖ δὲ καὶ τὸ κοινὸν τῆς θείας βοηθείας πάσης· διὰ τοῦτ’ ἐστι πάνδεινον. παντὶ ⟨δ’⟩ ἀνδρὶ παρακελεύομαι πρῶτον, λόγον ὀρθὸν κατέχειν εὐεργεσιῶν μετὰ φιλίας· δεύτερον, εὐχαρίστους τὰς εὐεργεσίας παραλαμβάνειν καὶ προκαλεῖσθαι τὰς μείζονας εὐποιΐας διὰ τῆς εὐχαριστίας.

Θεμιστοκλῆς, διαβαλλόντων αὐτὸν ἐπ’ ἐκκλησίας τινῶν ὡς εἶδεν τοὺς πολλοὺς ἡδέως ἀκούοντας, “κοπιᾶν”, ἔφη, “μοι δοκεῖτε, ἄνδρες Ἀθηναῖοι, εὐεργετούμενοι”· κόπος γὰρ ὡς ἀληθῶς εὐεργεσίας κόρος, δι’ ὃν συμβαίνει καινότητος ἐπιθυμεῖν.

Ἐκ τῶν Ὑψαίου ὑποθηκῶν περὶ τοῦ εὐεργετεῖν

Οὐδένα μισήσεις ὡς ἀχάριστον, ἐὰν ὡς ἀληθῶς χαρίζῃ.

Τοὺς μηδεμίαν ὧν ἂν εὖ πάθωσιν ὑπὸ σοῦ χάριν ἐκτίνοντας ἄλλοι λεγέτωσαν ἀχαρίστους, σὺ δ’ ἀνοήτους, ὅτι τοῦ καλλίστου τῶν ἀγαθῶν οὐ συνιᾶσιν.

Εἰκότως οἱ νομοθέται μόνης ἀχαριστίας δίκας οὐχ ὁρίζουσιν, ὡς τοῦ μὲν εὖ ποιοῦντος τὴν μεγίστην ἀμοιβὴν ἐν οἷς ἔτυχεν εὖ ποιῶν ἀπειληφότος, τοῦ δὲ ἀχαρίστου τὴν ἀξίαν τίνοντος δίκην ἐν ᾧ λανθάνει τῷ μεγίστῳ κακῷ συνεχόμενος, ἀχαριστίᾳ.

Ἀπολλώνιος Ἡρωδιανῷ

Μὴ φεῦγε διὰ τοὺς ἀσημάντους χρήσιμος εἶναι τοῖς ἀγαθοῖς· ἱκανοὶ γὰρ οὗτοι καὶ τὰς ὑπὲρ ἐκείνων χάριτας ἀποδοῦναι.

Ἀπολλώνιος Νουμηνίῳ

Οὐ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.

Ξενοφῶντος Κύρου παιδείᾳ

... δικάζονται δὲ [οὐχ] ἥκιστα ἀχαριστίας· καὶ ὃν ἂν γνῶσι δυνάμενον μὲν χάριν ἀποδοῦναι, μὴ ἀποδιδόντα δέ, κολάζουσι τοῦτον ἰσχυρῶς· οἴονται γὰρ τοὺς ἀχαρίστους καὶ περὶ θεοὺς ἂν μάλιστα ἀμελῶς ἔχειν καὶ περὶ πατρίδα καὶ περὶ γονέας καὶ περὶ φίλους· ἕπεσθαι δὲ δοκεῖ μάλιστα τῇ ἀχαριστίᾳ ⟨ἡ⟩ ἀναισχυντία, καὶ γὰρ αὕτη δοκεῖ εἶναι μεγίστη ἐπὶ πάντα τὰ αἰσχρὰ ἡγεμών.

Contents

Sign in to save your reading →