Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 33

Κεφάλαιον ΛΓʹ

Ὅτι ἡ ὁμοιότης τῶν τρόπων φιλίαν ἀπεργάζεται.

Εὐριπίδου

Ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐστιν, οἷσπερ ἥδεται ξυνών.

Εὐριπίδου Βελλεροφόντῃ

Ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε, κακῷ κακὸς δὲ συντέτηκεν ἡδοναῖς· φιλεῖ δὲ θοὐμόφυλον ἀνθρώπους ἄγειν.

Εὐριπίδου Πελιάσιν

⟨Ὁ⟩ γὰρ ξυνὼν κακὸς ⟨μὲν⟩ ἢν τύχῃ γεγὼς τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δ’ ὁ χρηστός· ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.

Μενάνδρου

Ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.

Εὐριπίδου Ἀντιγόνῃ

Νέοι νέοισι συννοσοῦσι τἄφρονα.

Μενάνδρου Περικειρομένῃ

⟨Οὕ⟩τω ποθεινόν ἐστιν ὁμότροπος φίλος.

Μενάνδρου

Οὐδείς ἐστί μοι ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον συνίστησιν τρόπος.

Ὁμήρου

Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.

Δημοκρίτου

Ὁμοφροσύνη φιλίην ποιέει.

Διογένης ἐρωτηθείς, τί ἐστι φίλος, “μία ψυχή, ⟨ἔφη,⟩ ἐν δυσὶ σώμασι κειμένη”.

⟨Θουκυδίδου⟩

Εἰδότες οὔτε φιλίαν ἰδιώταις βεβαίαν γιγνομένην οὔτε κοινωνίαν πόλεσιν, εἰ μὴ μετὰ ἀρετῆς δοκούσης ἐς ἀλλήλους γίγνοιντο καὶ τἆλλα ὁμοιότροποι εἶεν· ἐν γὰρ τῷ διαλλάσσοντι τῆς γνώμης καὶ αἱ διαφοραὶ τῶν ἔργων καθίστανται.

Ἀριστοτέλους

Ὥσπερ ὁ οἶνος κίρναται τοῖς τῶν πινόντων τρόποις, οὕτω καὶ ἡ φιλία τοῖς τῶν χρωμένων ἤθεσι.

Πυθαγόρας ἐρωτηθείς, τί ἐστι φίλος, ἀπεκρίνατο· “Ἄλλος ἐγώ”.

Τὴν φιλίαν ἔφη ἰσότητα εἶναι.

Ἰάμβλιχος Μακεδονίῳ περὶ Ὁμονοίας

Ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδείκνυσθαι, συναγωγὴν ὁμοίου τοῦ νοῦ κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῇ συνείληφεν· ἀφορμηθεῖσα δὴ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους, κοινούς τε συλλόγους πάντας καὶ ἰδίους [οἴκους], φύσεις τε καὶ συγγενείας πάσας ἐπιπορεύεται, κοινάς τε καὶ ἰδίας ὡσαύτως· ἔτι δὲ περιέχει καὶ τὴν ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ὑφ’ ἑνὸς μὲν γάρ τις νοήματος καὶ μιᾶς γνώμης κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν, διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει· καὶ ὁ μὲν ἐπὶ τῆς ἀεὶ αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ πλήρης· ὁ δὲ ἄστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ἐπ’ ἄλλην δόξην φερόμενος ἀστάθμητός ἐστι καὶ πολέμιος πρὸς ἑαυτόν.

⟨Πλάτωνος⟩

Φιλία ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δ’ ἐκ τῶν ὁμοίων ἥμερος τε καὶ κοινὴ διὰ βίου.

Πλάτωνος ἐκ τοῦ Φαίδρου

⟨Οὐ⟩ γὰρ δή ποτε εἵμαρται κακὸν κακῷ φίλον οὐδ’ ἀγαθὸν μὴ φίλον ἀγαθῷ εἶναι.

Contents

Sign in to save your reading →