Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Πλάτωνος — συνέχεια
II.31.129.3 · Wachsmuth pp. 252
Οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε ταὐτὼ δύο τέχνα τινὲ ἐγενέσθην; — Τίνε τούτω; — Περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική. — Φαίνεται. — Οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα δίκη; — Τό γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν. — Τί δέ; περὶ ξύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν; — Οὐδεμίαν. — Φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει. — Σκοπῶ. — Καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν. — Πῇ; — Τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὐτὴ τομὴν ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ’ ἑνὶ τῶν αὐτῆς ἑκατέρῳ. — Τί οὖν; καταφανές πῃ σοι τὸ νῦν ζητούμενον;
Πλάτωνος — συνέχεια
II.31.129.4 · Wachsmuth pp. 252-253
Ἀγνοίας δ’ οὖν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφοριζόμενον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσι. — Ποῖον δή; — Τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι· δι’ οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν. — Ἀληθῆ. — Καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι. — Πάνυ γε. — Τί δὲ δὴ ⟨τῷ⟩ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο ἀπαλλάττοντι λεκτέον; — Οἶμαι μέν, ὦ ξένε, τὸ μὲν ἄλλο δημιουργικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν ὑφ’ ἡμῶν κεκλῆσθαι. — Καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν. ἀλλὰ γὰρ ἡμῖν καὶ τοῦτο ἐπισκεπτέον, εἰ ἄτομόν ἐστιν ἤδη πᾶν ἢ τινα ἔχει διαίρεσιν ἀξίαν ἐπωνυμίας. — Οὐκοῦν χρὴ σκοπεῖν.
Πλάτωνος — συνέχεια
II.31.129.5 · Wachsmuth pp. 253
Δοκεῖ τοίνυν μοι κατὰ τοῦτο ἔτι πῃ σχίζεσθαι. — Κατὰ τί; — Τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἶναι, τὸ δὲ ἕτερον μόριον αὐτῆς λειότερον. — Τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν; — ⟨Τὸ μὲν⟩ ἀρχαιοπρεπές τι πάτριον, ᾧ πρὸς τοὺς υἱεῖς μάλιστ’ ἐχρῶντό τε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν αὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ μαλθακωτέρως παραμυθούμενοι· τὸ δ’ οὖν ξύμπαν αὐτὸ ὀρθότατα εἴποι τις ἂν νουθετητικήν. — Ἔστιν οὕτω. — Τὸ δέ γε εἴξασί τινες ἂν λόγον ἑαυτοῖς δόντες ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν οὐδέν ποτ’ ἂν ἐθέλειν τὸν οἰόμενον ⟨σοφὸν εἶναι⟩ τούτων ⟨ὧν⟩ οἴοιτο πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνου τὸ νουθετητικὸν εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν. — Ὀρθῶς γε νομίζοντες.
Πλάτωνος — συνέχεια
II.31.129.6 · Wachsmuth pp. 253-254
Τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ στέλλονται. — Τίνι δή; — Διερωτῶσιν ὧν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων μηδέν· εἶθ’ ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι, καὶ συνάγουσι δὴ τοῖς λόγοις εἰς ταὐτόν τε τιθέασι παρ’ ἀλλήλας, τιθέντες δ’ ἐπιδεικνύουσιν αὐτὰς αὐταῖς ἅμα περὶ τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας· οἱ δὲ ὁρῶντες ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμεροῦνται καὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὐτοὺς μεγάλων καὶ σκληρῶν δοξῶν ἀπαλλάττονται πασῶν ἀπαλλαγῶν ἀκούειν τε ἡδίστην καὶ τῷ πάσχοντι βεβαιότατα γιγνομένην.
Πλάτωνος — συνέχεια
II.31.129.7 · Wachsmuth pp. 254
νομίζοντες γάρ, ὦ παῖ φίλε, οἱ καθαίροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης τροφῆς ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ⟨ἂν⟩ τὰ ἐμποδίζοντα ἐντός τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν ἐκεῖνοι, μὴ πρότερον αὐτὴν ἕξειν τῶν προσφερομένων μαθημάτων ὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους δόξας ἐξελών, καθαρὸν ἀποφήνῃ καὶ ταῦτα ἡγούμενον, ἅπερ οἶδεν, εἰδέναι μόνα, πλείω δὲ μή. — Βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων αὕτη. — Διὰ ταῦτα δὴ πάντα ἡμῖν, ὦ Θεαίτητε, καὶ τὸν ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν καθάρσεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ τυγχάνῃ βασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι ταῦτα, ἃ καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.
Ξενοφῶντος
II.31.130 · Wachsmuth pp. 254
Παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν. οἱ μὲν οὖν παρασχόντες ἑαυτοὺς ἐπὶ τὸ μοχθεῖν τε καὶ διδάσκεσθαι αὐτοὶ μὲν μαθήσεις καὶ ἐπιπόνους μελέτας ἔχουσι, σωτηρίαν δὲ ταῖς αὑτῶν πόλεσιν· οἱ δὲ μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι, ἀλλ’ ἐν ἡδοναῖς ἀκαίροις διάγειν, φύσει οὗτοι κάκιστοι· οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύναιντ’ ἂν εἶναι οὔτε σοφοί. τῷ τε ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις. διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν ἀμεινόνων ἅπασαι ⟨αἱ⟩ ὠφέλειαι τοῖς ἀνθρώποις εὕρηνται· ἀμείνους δὲ οἱ θέλοντες πονεῖν.