Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Μουσωνίου — συνέχεια

Ἀλλὰ νὴ Δία, φασί τινες, ὅτι αὐθάδεις ὡς ἐπὶ πολὺ καὶ θρασείας εἶναι ἀνάγκη τὰς προσιούσας τοῖς φιλοσόφοις γυναῖκας, ὅταν ἀφέμεναι τοῦ οἰκουρεῖν ἐν μέσοις ἀναστρέφωνται τοῖς ἀνδράσι καὶ μελετῶσι λόγους καὶ σοφίζωνται καὶ ἀναλύωσι συλλογισμούς, δέον οἴκοι καθημένας ταλασιουργεῖν. Ἐγὼ δὲ οὐχ ὅπως τὰς γυναῖκας τὰς φιλοσοφούσας, ἀλλ’ οὐδὲ τοὺς ἄνδρας ἀξιώσαιμ’ ἂν, ἀφεμένους τῶν προσηκόντων ἔργων, εἶναι περὶ λόγους μόνον· ἀλλὰ καὶ ὅσους μεταχειρίζονται λόγους, τῶν ἔργων φημὶ δεῖν ἕνεκα μεταχειρίζεσθαι αὐτούς. Ὥσπερ γὰρ ἰατρικοῦ λόγου ὄφελος οὐδέν, ἐὰν μὴ πρὸς ὑγίειαν φέρῃ σώματος ἀνθρωπίνου, οὕτως οὐδ’ εἴ τινα φιλόσοφος ἔχει ἢ διδάσκει λόγον, οὐδὲν ὄφελος αὐτοῦ, ἐὰν μὴ φέρῃ πρὸς ἀρετὴν ψυχῆς ἀνθρωπίνης.

Μουσωνίου — συνέχεια

Πρὸ παντὸς δὲ σκοπεῖν τὸν λόγον χρή, ᾧ ἕπεσθαι τὰς φιλοσοφούσας ἀξιοῦμεν, εἰ δύναται θρασείας ποιεῖν ὁ τὴν αἰδῶ μέγιστον ἀποφαίνων ἀγαθόν· εἰ ζῆν ἰταμώτερον ἐθίζει ὁ καταστολὴν πλείστην ὑφηγούμενος· εἰ μὴ διδάσκει σωφρονεῖν ὁ κακὸν ἀποδεικνὺς ἔσχατον τὴν ἀκολασίαν· εἰ μὴ προτρέπει οἰκονομεῖν ὁ παριστὰς ἀρετὴν εἶναι τὴν οἰκονομικήν. καὶ στέργειν δὲ . . . καὶ αὐτουργεῖν ὁ τῶν φιλοσόφων λόγος παρακαλεῖ τὴν γυναῖκα.

Ξενοφῶντος ἐν δʹ Σωκρατικῶν ἀπομνημονευμάτων

Γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν, ἕως ἱκανός ⟨τις⟩ γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παραλαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι ἢ ἔργον ἀποδείξασθαι. οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τὴν τε γῆν ὁπόση ἐστὶν εἰδέναι καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀπιέναι. τὸ δὲ μέχρι τῶν δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν. ὅ τι μὲν γὰρ ὠφελοίη ταῦτα, οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἦν· ἔφη δὲ ἱκανὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ ὠφελίμων μαθημάτων ἀποκωλύειν.

Ξενοφῶντος — συνέχεια

ἐκέλευε δὲ καὶ ἀστρολογίας ἐμπείρους γίγνεσθαι καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γιγνώσκειν ἕνεκα πορείας τε καὶ πλοῦ καὶ φυλακῆς, καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ’ ἔχειν τεκμηρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγιγνώσκοντας. καὶ ταῦτα δὲ ῥᾴδια εἶναι μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἷς ἐπιμελὲς ταῦτα εἰδέναι.

Ξενοφῶντος — συνέχεια

τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ ⟨μὴ⟩ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα καὶ τοὺς πλάνητάς τε καὶ ἀσταθμήτους ἀστέρας γνῶναι, καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντας κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν οὐδεμίαν οὐδ’ ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν· ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελίμων ἀποκωλύειν. ὅλως δὲ τῶν οὐρανίων, ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται, φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἠβουλήθησαν. κινδυνεῦσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.

Ξενοφῶντος — συνέχεια

ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει, ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν, καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ· ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.

Ξενοφῶντος — συνέχεια

ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν· καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν, μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι. προύτρεπε δὲ σφόδρα καὶ ὑγείας ἐπιμελεῖσθαι τοὺς συνόντας παρά τε τῶν εἰδότων μανθάνοντας ὅσα ἐνδέχοιτο καὶ ἑαυτῷ ἕκαστον προσέχοντα διὰ παντὸς τοῦ βίου, τί βρῶμα ἢ τί πῶμα ἢ ποῖος πόνος συμφέροι αὐτῷ, καὶ πῶς τούτοις χρώμενος ὑγιεινότατα ⟨ἂν⟩ διάγοι. τοῦ γὰρ οὕτω προσέχοντος ἑαυτῷ ἔργον ἔφη εἶναι εὑρεῖν ἰατρὸν τὰ πρὸς ὑγίειαν συμφέροντα αὐτῷ μᾶλλον διαγιγνώσκοντα ἑαυτοῦ.

Ξενοφῶντος — συνέχεια

εἰ δέ τις μᾶλλον ἢ κατὰ τὴν ἀνθρωπίνην σοφίαν ὠφελεῖσθαι βούλοιτο, συνεβούλευε μαντικῆς ἐπιμελεῖσθαι. τὸν γὰρ εἰδότα, δι’ ὧν ⟨οἱ⟩ θεοὶ τοῖς ἀνθρώποις περὶ τῶν πραγμάτων σημαίνουσιν, οὐδέποτε ἔρημον ἔφη γίγνεσθαι συμβουλῆς θεῶν.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀγησίλαον ἐπιστολῆς

Ἀπέστειλάς μοι δεόμενος παρὰ σὲ ἰέναι, φάσκων ἐθέλειν περὶ τοῦ υἱέος συμβουλεύεσθαι, ὅπῃ τε καὶ ὅπως σῴζων τὰ Λακωνικὰ ἔθη καὶ ξενικῶν παιδευμάτων κοινωνήσει· κάμνω δὲ οὐ μετρίως κἀγώ· καὶ γὰρ τῆς ἡλικίας, ὥσπερ οἶσθα, πόρρω ἥκω καὶ οἱ ἰατροὶ εὐθυμίας πέρι φροντίζουσιν, ὡς ἐμοῦ βουλευομένου ἄλλο τι ἢ ζωὴν δικαίαν αἱρουμένου θάνατόν τε μέχρι μὴ αἰσχρός ἐστι τιμῶντος· ἀλλ’ εἰ μὲν σωζοίμεθα, ἅπερ ἐπέστειλα [διὰ στόματος] καὶ συγγινομένων ἀκούσῃ ἡμῶν· εἰ δέ τι ⟨τῶν⟩ εἰωθότων γένοιτο κακόν, τότε σοι δίδαγμα ἔστω ἡ ἐπιστολὴ φράζουσα ὑπὲρ ὧν μαθεῖν ἐβουλήθης.

Πρὸς Ἀγησίλαον — συνέχεια

Νόμος μὲν ⟨ὁ⟩ πρὸς τὸ εἰκὸς ἄγων, ὦ Ἀγησίλαε, ἀνθρώπου δόγμα πάντως· παντὸς δὲ ἀμείνων ὃν Λυκοῦργος εὗρε· νόθα δὲ ἐπὶ νόθοις θηρεύειν κενὸς ὁ πόνος. Μηθὲν οὖν ἀνθρώπινον παίδευμα τῷ παιδὶ πρόσφερε, ἴθι δ’ ἐπὶ τὸν δεύτερον μὲν ἀναγεγραμμένον, πρῶτον δὲ καὶ μόνον ἐν θεοῖς κείμενον, ὅς ἐστι νοῦς ἐπιστήμων ⟨ἀεὶ⟩ κατὰ ταὐτὰ ὡσαύτως ἔχων.

Ἐκ τῆς πρὸς Ἀγησίλαον ἐπιστολῆς — συνέχεια

Πόθεν δέ, ὦ γενναῖε, φήσεις, ἔστι τοῦτον λαβεῖν; Παρὰ φιλοσόφων ἀνδρῶν, οὓς θείους λέγων ὅσι’ ἂν εἴποιμι. Τούτων γὰρ νόμος οὐδεὶς ἄρχει γραφεὶς ὑπὸ φαύλων ἀνδρῶν δόξῃ ψευδεῖ ἐπικεχρωσμένος, τὸ δὲ ξυγγενὲς τῆς φύσεως ἄγει πρὸς τὰ κρείττω μαθήματα· ⟨οὐδὲ⟩ φεύξῃ φωραθεὶς παρανόμων δίκην· οὐ γὰρ ἀνθρωπίνων νόμων ἐραστὴς ἁλώσῃ, οὐδὲ ξενικῶν ἔσῃ ἐπαινέτης, θείων δὲ καὶ αἰωνίων παντὸς πάντῃ ἀξιομαθητοτέρων εἶναι νομιζομένων. Ὁδὸς μὲν οὖν ὧδέ σοι δεδηλώσθω·

Ἐκ τῆς πρὸς Ἀγησίλαον ἐπιστολῆς — συνέχεια

δύναμαι δέ σοι ἀφηγήσασθαι, ὅσα ἀρετῆς ἔρωτα ἐμβάλλει, τὰ δὲ μείζω καὶ πλείω κρειττόνων ἂν εἴη. Τροφὴ μὲν οὖν ἔστω σώματος ἥπερ ἐν Λάκωσι· ψυχῆς δὲ νέας καὶ ἀρτιφυοῦς λόγοι ὁδὰς ἔχοντες ἀνδρῶν ἐπ’ ἀρετῇ τὸν βίον διενηνοχότων· παιδιαὶ δὲ ἄκοσμοι ἢ μῦθοι γραῶν ἐμβάλλοντες φρόνημα ταπεινὸν ἀπίτωσαν· τὸ δὲ πλέον ἔστω σὺν ἀνδράσι σώφροσιν, ἔνθα ὅμοια ὄψεται ἴσα τε ἀκούσεται. Πέφυκε δὲ πάντων μὲν ζῴων κρατεῖν τὸ ἔθος, παντὸς δὲ μᾶλλον ἀνθρώπου. Κινδυνεύομεν δέ, ὦ Ἀγησίλαε, μιμηταὶ εἶναι τῶν λεγομένων τε καὶ δρωμένων.

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ

Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον. — Ποῖα; — Τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος ἐγγιγνόμενον. — Οὐκ ἔμαθον. — Νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας. — Οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. — Πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει ξυγγενοῦς ἔκ τινος διαφορᾶς διαφθοράν; — Οὐδέν. — Ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἓν ὂν γένος; — Οὐδαμῶς ἄλλο. — Τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντ’ ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; — Καὶ σφόδρα γε. — Ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. — Πῶς γὰρ οὔ; — Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν. — Ὀρθότατα μὲν οὖν.

Πλάτωνος — συνέχεια

Τί δ’; ὅσα κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενον πειρώμενα τούτου τυγχάνειν καὶ καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; — Δῆλον ὡς ὑπὸ ἀμετρίας. — Ἀλλὰ μὴν ψυχὴν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. — Σφόδρα γε. — Τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης ψυχῆς, παραφόρου ξυνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη. — Πάνυ μὲν οὖν. — Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον. — Ἔοικεν. — Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν. — Ναί. — Τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν. — Κομιδῇ συγχωρητέον, ὃ δὴ νῦν λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν ξύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.

Contents

Sign in to save your reading →