Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Μουσωνίου — συνέχεια
II.31.125.2 · Wachsmuth pp. 241
Ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὐτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. Θεοὺς μὲν οὖν εἰκὸς οὐδεμιᾶς ἀποδείξεως δεῖσθαι πρὸς οὐδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς ⟨οἷα⟩ μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν.
Μουσωνίου — συνέχεια
II.31.125.3 · Wachsmuth pp. 241-242
Οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, ἐπείπερ ἔργῳ προσκαλεῖται ἡμᾶς, ὡς ἀγαθὸν οὖσα, ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον, τὸ πᾶν ἀγαθὸν αἱρετὸν εἶναι καὶ προσλαβόντος ἕτερον γνώριμον τούτῳ, τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδείκνυομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. Πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι καὶ προστεθέντος αὐτῷ φανερωτέρου, τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν εἶναι τὸν πόνον.
Μουσωνίου — συνέχεια
II.31.125.4 · Wachsmuth pp. 242
Τοιοῦτου δ’ ὄντος τοῦ γένους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐν ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος, πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆναι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπόταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέστεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθήσειεν.
Μουσωνίου — συνέχεια
II.31.125.5 · Wachsmuth pp. 242
Ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίημεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἐθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὡς οὐ κακῶν ὄντων· πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις, ὡς οὐκ ἀγαθά ἐστιν, ἆρά γε ὁμοίως ἄμφω προσήσονται τοὺς λόγους καὶ παραπλησίως ἑκάτερος ⟨ἂν⟩ πίθοιτο τοῖς λεγομένοις; Οὐκ ἔστιν εἰπεῖν.
Μουσωνίου — συνέχεια
II.31.125.6 · Wachsmuth pp. 242-243
Ἀλλ’ ὁ μὲν μόγις καὶ βραδέως καὶ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπινεύσειεν, ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καὶ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οἰκεῖα καὶ προσήκοντα αὑτῷ, μήτε ἀποδείξεων δεόμενος πολλῶν, μήτε πραγματείας μείζονος. Ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων; ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος ἐστίν· οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἔγγιον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. Ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν·
Αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις.
Πῶς οὖν ὁ τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι, μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονήν;
Μουσωνίου — συνέχεια
II.31.125.7 · Wachsmuth pp. 243
Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδάσκαλον τὸν φιλόσοφον μὴ λόγων πλῆθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μανθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ ⟨ἃ⟩ καθικνεῖται τῆς διανοίας τοῦ ἀκούοντος καὶ * * * στικὰ εἶναι λέγειν καὶ ἀνατραπῆναι μὴ ῥᾴδια· καὶ μάλιστά γε τῷ παρέχειν αὑτὸν περί τε τῶν χρησιμωτάτων λέγοντα καὶ ὁμολογούμενα οἷς λέγει πράττοντα, τούτῳ μεταχειριζόμενον τοὺς ἀκούοντας·
Μουσωνίου — συνέχεια
II.31.125.8 · Wachsmuth pp. 243-244
τὸν δὲ μαθητὴν ἐντετάσθαι πρὸς τὰ λεγόμενα καὶ σκοπεῖν μὲν ὅπως μὴ λάθῃ ψεῦδός τι παραδεξάμενος· τῶν δὲ ἀληθῶν μὴ μὰ Δία πολλὰς ζητεῖν ἀποδείξεις ἀκούειν, ἀλλ’ ἐναργεῖς· καὶ ἅπερ ἂν πεισθῇ τῶν παραινουμένων ἑαυτῷ εἶναι καὶ ἀληθῆ, τούτοις ἐπακολουθεῖν ἐν τῷ βίῳ. Οὕτω γὰρ μόνως ἔσται τις ἐκ φιλοσοφίας ὠφελημένος, ἂν οἷς παραδέχεται λόγοις οὖσιν ὑγιέσι τὰ ἔργα παρέχηται συνῳδά.
Μουσωνίου ἐκ τοῦ Ὅτι καὶ γυναιξὶ φιλοσοφητέον
II.31.126.1 · Wachsmuth pp. 244
Ἐπεὶ δ’ ἐπύθετό τις αὐτοῦ, εἰ καὶ γυναιξὶ φιλοσοφητέον, οὕτω πως ἤρξατο διδάσκειν ὡς φιλοσοφητέον αὐταῖς. Λόγον μέν, ἔφη, τὸν αὐτὸν εἰλήφασι παρὰ θεῶν αἱ γυναῖκες τοῖς ἀνδράσιν, ᾧ τε χρώμεθα πρὸς ἀλλήλους καὶ καθ’ ὃν διανοούμεθα περὶ ἑκάστου πράγματος, ⟨εἰ⟩ ἀγαθὸν ἢ κακόν ἐστι καὶ καλὸν ἢ αἰσχρόν. Ὁμοίως δὲ καὶ αἰσθήσεις τὰς αὐτὰς ἔχει τὸ θῆλυ τῷ ἄρρενι, ὁρᾶν, ἀκούειν, ὀσφραίνεσθαι καὶ τὰ ἄλλα. Ὁμοίως δὲ καὶ μέρη σώματος τὰ αὐτὰ ὑπάρχει ἑκατέρῳ καὶ οὐδὲν θατέρῳ πλέον. Ἔτι δὲ ὄρεξις καὶ οἰκείωσις φύσει πρὸς ἀρετὴν οὐ μόνον γίνεται τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν· οὐδὲν γὰρ ἧττον αὗταί γε τῶν ἀνδρῶν τοῖς μὲν καλοῖς καὶ δικαίοις ἔργοις ἀρέσκεσθαι πεφύκασι, τὰ δ’ ἐναντία τούτων προβάλλεσθαι. Τούτων δὲ ταύτῃ ἐχόντων, διὰ τί [πρότερον] τοῖς μὲν ἀνδράσι προσήκοι ἂν ζητεῖν καὶ σκοπεῖν ὅπως βιώσονται καλῶς, ὅπερ τὸ φιλοσοφεῖν ἐστι, γυναιξὶ δὲ οὔ; πότερον, ὅτι ἄνδρας μὲν προσήκει ἀγαθοὺς εἶναι, γυναῖκας δὲ οὔ;
Μουσωνίου — συνέχεια
II.31.126.2 · Wachsmuth pp. 244-245
Σκοπῶμεν δὲ καὶ καθ’ ἓν ἕκαστον τῶν προσηκόντων γυναικὶ τῇ ἐσομένῃ ἀγαθῇ· φανεῖται γὰρ ἀπὸ φιλοσοφίας τούτων ἕκαστον μάλιστ’ ἂν αὐτῇ περιγινόμενον. Αὐτίκα δεῖ οἰκονομικὴν εἶναι τὴν γυναῖκα καὶ ἐκλογιστικὴν τῶν οἴκῳ συμφερόντων καὶ ἀρχικὴν τῶν οἰκετῶν. Ταῦτα δ’ ἐγώ φημι τῇ φιλοσοφούσῃ ὑπάρξαι ἂν μάλιστα· εἴγε ἕκαστον μὲν τούτων μέρος τοῦ βίου ἐστίν, ἐπιστήμη δὲ περὶ βίον οὐχ ἑτέρα τις ἢ φιλοσοφία ἐστὶ καὶ ὁ φιλόσοφος, ὥσπερ ἔλεγε Σωκράτης, τοῦτο διατελεῖ σκοπῶν,
Ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται
Μουσωνίου — συνέχεια
II.31.126.3 · Wachsmuth pp. 245
Ἀλλὰ δεῖ δὴ καὶ σώφρονα εἶναι τὴν γυναῖκα· οἵαν καθαρεύειν μὲν ἀφροδισίων παρανόμων, καθαρεύειν δὲ τῆς περὶ τὰς ἄλλας ἡδονὰς ἀκρασίας, μὴ δουλεύειν ἐπιθυμίαις, μηδὲ φιλόνεικον εἶναι, μὴ πολυτελῆ, μὴ καλλωπίστριαν. Ταῦτα μὲν ἔργα τῆς σώφρονός ἐστι· καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· κρατεῖν μὲν ὀργῆς, μὴ κρατεῖσθαι δ’ ὑπὸ λύπης, κρείττονα δὲ πάθους παντὸς εἶναι. Ταῦτα δ’ ὁ φιλόσοφος παρεγγυᾷ λόγος· ὁ δὲ μαθὼν αὐτὰ καὶ ἀσκήσας ἐμοὶ μὲν δοκεῖ γενέσθαι ἂν κοσμιώτατος, εἴτ’ ἀνὴρ εἴη εἴτε γυνή.
Μουσωνίου — συνέχεια
II.31.126.4 · Wachsmuth pp. 245
Τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· δικαία δ’ οὐκ ἂν εἴη γυνὴ φιλοσοφοῦσα, οὐδ’ ἄμεμπτος βίου κοινωνός, οὐδ’ ὁμονοίας ἀγαθὴ συνεργός, οὐδὲ ἀνδρός γε καὶ τέκνων ἐπιμελὴς κηδεμών, οὐδὲ φιλοκερδείας ἢ πλεονεξίας πάντῃ καθαρά; Καὶ τίς ἂν μᾶλλον τῆς φιλοσόφου τοιαύτη γένοιτο, ἥν γε ἀνάγκη πᾶσα, εἴπερ εἴη τῷ ὄντι φιλόσοφος, τὸ μὲν ἀδικεῖν τοῦ ἀδικεῖσθαι χεῖρον νομίζειν, ὅσῳπερ αἴσχιον, τὸ δὲ ἐλαττοῦσθαι τοῦ πλεονεκτεῖν κρεῖττον ὑπολαμβάνειν, τὸ δὲ καὶ τέκνα μᾶλλον ἀγαπᾶν ἢ τὸ ζῆν; Τῆς δὲ ἐχούσης οὕτω τίς ἂν εἴη γυνὴ δικαιοτέρα;
Μουσωνίου — συνέχεια
II.31.126.5 · Wachsmuth pp. 245-246
Καὶ μὴν καὶ ἀνδρειοτέραν εἶναι προσήκει γυναῖκα τῆς ἀπαιδεύτου τὴν πεπαιδευμένην καὶ τὴν φιλόσοφον τῆς ἰδιώτιδος· ὡς μήτε θανάτου φόβῳ, μήτε ὄκνῳ τῷ πρὸς πόνον ὑπομεῖναί τι αἰσχρόν, μηδ’ ὑποπτῆξαι μηδενὶ ὅτι εὐγενής, ἢ ὅτι δυνατός, ἢ ὅτι πλούσιος, ἢ καὶ νὴ Δία ὅτι τύραννος. Ὑπάρχει γὰρ αὐτῇ μεμελετηκέναι μέγα φρονεῖν, καὶ τὸν μὲν θάνατον ἡγεῖσθαι μὴ κακόν, τὴν δὲ ζωὴν μὴ ἀγαθόν· ὡσαύτως δὲ καὶ τὸν μὲν πόνον μὴ ἐκτρέπεσθαι, τὴν δὲ ἀπονίαν μὴ διώκειν ἐξ ἅπαντος. Ὅθεν εἰκὸς εἶναι τὴν γυναῖκα ταύτην καὶ αὐτουργικὴν καὶ κακόπαθον, οἵαν ἃ μὲν ἂν τέκῃ τρέφειν μαστῷ τῷ ἑαυτῆς, τῷ δὲ ἀνδρὶ ὑπηρετεῖν χερσὶ ταῖς ἑαυτῆς· ἃ δὲ δουλικὰ νομίζουσιν ἔνιοι, ταῦτα ἀόκνως ποιεῖν. Ἆρ’ οὐκ ἂν ἡ τοιαύτη γυνὴ μέγα μὲν ὄφελος εἴη τῷ γεγαμηκότι, κόσμος δὲ τοῖς προσήκουσι γένει, παράδειγμα δὲ χρηστὸν ταῖς ἐπισταμέναις αὐτήν;