Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 4

Κεφάλαιον Δʹ

⟨Περὶ λόγου καὶ γραμμάτων⟩

⟨Ἡσιόδου⟩

Πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύων αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι, ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς ἱλάσκονται αἰδοῖ μειλιχίῃ· μετὰ δὲ πρέπει ἀγρομένοισιν.

Αἰσχύλου Προμηθέως

Καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων ἐξηῦρον αὐτοῖς γραμμάτων τε σύνθεσιν, μνήμην ἁπάντων μουσομήτορ’ ἐργάνην.

Φιλήμονος

Ἄρ’ ἔστι τοῖς νοσοῦσι χρήσιμος λόγος. ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος.

Εὐριπίδου

Καὶ τῶν παλαιῶν πόλλ’ ἔπη καλῶς ἔχει· λόγοι γὰρ ἐσθλοὶ φάρμακον φόβου βροτοῖς.

Φιλητᾶ Παιγνίων

Οὔ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης αἱρήσει κλήθρην, αἰρόμενος μακέλην· ἀλλ’ ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας, μύθων παντοίων οἶμον ἐπιστάμενος.

Εὐριπίδου Ἡρακλέους

Οὐ παύσομαι τὰς Χάριτας Μούσαις συγκαταμιγνὺς ἁδίσταν συζυγίαν. μὴ ζῴην μετ’ ἀμουσίας.

Εὐριπίδου Ἀνδρομέδας

Ὦ τλῆμον, ὥς σοι τὰς τύχας μὲν ἀσθενεῖς ἔδωχ’ ὁ δαίμων· μέγα φρονοῦσι δ’ οἱ λόγοι.

Εὐριπίδου Παλαμήδῃ

Τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος ἄφωνα καὶ φωνοῦντα συλλαβάς τε θεὶς ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι, ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς, παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι. ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακά, δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.

Καλλιμάχου ⟨αἰτίων⟩ βʹ

Καὶ γὰρ ἐγὼ τὰ μὲν ὅσα καρήατι τῆμος ἔδωκα ξανθὰ σὺν εὐόδμοις ἀβρὰ λίπη στεφάνοις, ἄπνοα πάντ’ ἐγένοντο παραχρῆμ’· ὅσσα τ’ ὀδόντων ἔνδοθι νεαίρην τ’ εἰς ἀχάριστον ἔδυ, καὶ τῶν οὐδὲν ἔμεινεν ἐς αὔριον· ὅσσα δ’ ἀκουαῖς εἰσεθέμην, ἔτι μοι μοῦνα πάρεστι τάδε.

Φιλήμονος ἐξ Ἀπόλιδος

Οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες πολὺν ἀπ’ ἀλλήλων χρόνον, οὐδ’ ὃν τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που τἀκ τοῦ χρόνου τοῦ παντὸς εἴσετ’· ἀλλὰ καὶ ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.

Ἰσοκράτους Εὐαγόρα

Ἐγὼ δέ, ὦ Νικόκλεις, ἡγοῦμαι μὲν εἶναι καλὰ μνημεῖα καὶ τὰς τῶν σωμάτων εἰκόνας· πολὺ μέντοι πλείονος ἀξίας ⟨τὰς⟩ τῶν πράξεων καὶ τῆς διανοίας, ἃς ἐν τοῖς λόγοις ἄν τις μόνον τοῖς τεχνικῶς ἔχουσι θεωρήσειεν.

Δημοκρίτου

Ἰσχυρὸν ἐς πειθὼ λόγος γίνεται.

Σωκράτους

Ἐν μὲν πολέμῳ πρὸς ἀσφάλειαν σίδηρος χρυσοῦ κρείττων, ἐν δὲ τῷ ζῆν ὁ λόγος τοῦ πλούτου.

Τοῦ αὐτοῦ

Ὁ λόγος ὥσπερ πλάστης ἀγαθὸς καλὸν τῇ ψυχῇ περιτίθησι σχῆμα.

Πλάτωνος ἐκ τοῦ Φιλήβου

Ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν, εἴτε τις θεός, εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς ὁ λόγος ἐν Αἰγύπτῳ Θεὺθ τινὰ τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν, οὐχ ἓν ὄντα, ἀλλὰ πλείω· καὶ πάλιν ἕτερα, φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντα τινός, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι· τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι καὶ ἑνὸς ἑκάστου καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν ⟨αὐτὸν⟩ τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ ξύμπασι στοιχεῖον ἐπωνόμασε.

Πλάτωνος ἐκ τοῦ Φιλήβου · συνέχεια

Καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ αὐτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς ὄντα ἕνα καὶ πάντα ταῦτα ἓν πως ποιοῦντα, μίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.

Πλάτωνος ἐκ τοῦ Θεαιτήτου

Ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. Οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ· τὰς δὲ συλλαβὰς γνωστάς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. Ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ, ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δ’ οὔ. Τὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον, ἀνεπιστήμονα εἶναι περὶ τούτου· προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελέως πρὸς ἐπιστήμην ἔχειν.

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ

Φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα· φαίνεται γὰρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον.

— Τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον;

— Εἴτε πάντα ἀλλήλοις ξυναρμόττει, εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή.

— Δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δ’ οὔ.

— Τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι ξυναρμόττει· τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ.

— Πῶς τί τοῦτ’ εἶπας;

— Ὅπερ ᾠήθην ὑπολαβόντα σὲ προσομολογεῖν· ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος.

— Πῶς;

— Τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ · συνέχεια

— Εἰπὲ ἑκάτερον.

— Τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα, ῥῆμά που λεγόμενον.

— Ναί.

— Τὸ δέ γε ἐπ’ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτιθὲν ὄνομα.

— Κομιδῇ μὲν οὖν.

— Οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτέ λόγος, οὐδ’ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.

— Ταῦτ’ οὐκ ἔμαθον.

— Δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι ξυνωμολόγεις· ἐπεὶ τοῦτ’ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι ξυνεχῶς ὧδε λεγόμενα ταῦτ’ οὐκ ἔστι λόγος.

— Πῶς;

— Οἷον, βαδίζει, τρέχει, καθεύδει, καὶ τἄλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὐτὰ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.

— Πῶς γάρ;

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ · συνέχεια

— Οὐκοῦν καὶ πάλιν ὅταν λέγηται, λέων, ἔλαφος, ἵππος, ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω ξυνέστη λόγος. Οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτ’ ἐκείνως πρᾶξιν, οὐδ’ ἀπραξίαν, οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ· τότε δ’ ἥρμοσέ τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ τοιαύτη συμπλοκὴ σχεδὸν τῶν λόγων, ὁ πρῶτός τε καὶ σμικρότατος.

— Πῶς ἄρ’ ὧδε λέγεις;

— Ὅταν εἴπῃ τις, ἄνθρωπος μανθάνει, λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον;

— Ἔγωγε.

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ · συνέχεια

— Δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων· καὶ οὐκ ὀνομάζει μόνον, ἀλλά τι περαίνει συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. Διὸ λέγειν τε αὐτόν, ἀλλ’ οὐ μόνον ὀνομάζειν εἴπομεν· καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐπεφθεγξάμεθα λόγον.

— Ὀρθῶς.

— Οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττε, τὰ δ’ οὔ· καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπειργάσατο.

— Παντάπασι μὲν οὖν.

Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου

Οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.

— Τί μήν;

— Τὸ δ’ εὐπρεπείας ⟨δὴ γραφῆς πέρι καὶ ἀπρεπείας⟩, τῇ γιγνόμενον καλῶς ἂν ἔχοι, καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν, ἦ γάρ;

— Ναί.

— Οἶσθ’ οὖν ὅπῃ μάλιστα θεῷ χαριεῖ λόγων πέρι πράττων ἢ λέγων;

— Οὐδαμῶς· σὺ δέ;

— Ἀκοήν γ’ ἔχω λέγειν τῶν προτέρων· τὸ δ’ ἀληθὲς αὐτοὶ ἴσασιν. Εἰ δὲ τοῦτο εὕρομεν αὐτοί, ἆρά γ’ ἂν ἔθ’ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;

— Γελοῖον ἤρου· ἀλλ’ ἃ φῂς ἀκηκοέναι, λέγε.

— Ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερόν, ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεὺθ.

Contents

Sign in to save your reading →