Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Περὶ παίδων ἀγωγῆς — συνέχεια

Ἐπειδὰν δὲ τούτων ἕνεκα ἱκανῶς ἔχωσι, τοῖς λόγοις αὐτοὺς παιδευτέον, ἀρχομένους ἀπὸ τῶν ἁπλουστέρων καὶ γνωριμωτέρων, ἔπειτα προϊόντας ὁσημέραι καὶ κατὰ βραχὺ πρὸς τοὺς τῆς αἰτίας ἀπολογισμούς· καὶ ἐπὶ τούτων τὸ μὲν δι’ εὐκρινείας ἐπιστημονικῆς τελέως φυλακτέον ἔτι ἀτελέσι διανοίαις παρακατατίθεσθαι, τὸ δ’ ὡς ἔπος εἰπεῖν . . . καὶ διὰ πειθοῦς ἐμμελοῦς [καὶ] προσαγόμενον τὴν διάνοιαν τῶν ἀκουόντων καταβλητέον εἰς αὐτοὺς ὡς οἷόν τ’ ἐστὶ μάλιστα· γεγυμνασμένων δ’ αὐτῶν ἱκανῶς ἐν τούτοις ἐπὶ τῷ τέλει τῆς εἰς ἀρετὴν ἀγωγῆς οἱ ὅροι τῶν ἀρετῶν ἀφοριζέσθωσαν καὶ τῆς αἰτίας ἡ ἀκροτάτη παραδιδόσθω θεωρία, τελειότης τε τῶν λογισμῶν καὶ ἀναμάρτητος καὶ ἀνέλεγκτος ἐπιστήμη ⟨καὶ⟩ βεβαιότης ἐντιθέσθω τῆς γνώσεως, ἀλήθεια· ἡ γὰρ εἰς τοῦτο ἀγωγὴ [τῆς παιδείας] τέλος ἔχει τῆς τῶν παίδων ἀγωγῆς τὸ κράτιστον.

Μουσωνίου ἐκ τοῦ Εἰ παραπλησίως παιδευτέον τὰς θυγατέρας τοῖς υἱοῖς

Λόγου δέ ποτε τινὸς ἐμπεσόντος, εἰ τὴν αὐτὴν παιδείαν παιδευτέον τοὺς υἱέας καὶ τὰς θυγατέρας· Ἵππους μὲν, ἔφη, καὶ κύνας ὁμοῦ οὐδὲν διαφερόντως παιδεύουσιν οἵ τε ἱππικοὶ καὶ οἱ κυνηγετικοὶ τοὺς ἄρρενας τῶν θηλειῶν· ἀλλ’ αἵ τε κύνες αἱ θήλειαι παραπλησίως τοῖς ἄρρεσι διδάσκονται θηρᾶν· ἵππους τε θηλείας ἄν τις θέλῃ τὰ ἵππων ἔργα ἀποτελεῖν καλῶς, οὐ διάφορον τῶν ἀρρένων διδασκαλίαν διδασκομένας ἰδεῖν ἔστιν· ἀνθρώπους δὲ τοὺς ἄρρενας ἐξαίρετόν τι ἄρα δεήσει ἔχειν ἐν τῇ παιδείᾳ καὶ τροφῇ παρὰ τὰς θηλείας, ὥσπερ οὐχὶ τὰς αὐτὰς παραγίνεσθαι δέον ἀρετὰς ἀμφοῖν ὁμοίως ἀνδρὶ καὶ γυναικί, ἢ ἐπὶ τὰς αὐτὰς ἀρετὰς μὴ διὰ τῶν αὐτῶν παιδευμάτων ἀλλὰ δι’ ἑτέρων οἷόν τε ὂν ἐλθεῖν.

Μουσωνίου — συνέχεια

Ὅτι δὲ οὐχ ἄλλαι ἀρεταὶ ἀνδρός, ἄλλαι δὲ γυναικός, ῥᾴδιον μαθεῖν. Αὐτίκα, φρονεῖν δεῖ μὲν τὸν ἄνδρα, δεῖ δὲ καὶ τὴν γυναῖκα· ἢ τί ὄφελος εἴη ἂν ἄφρονος ἀνδρὸς ἢ γυναικός; Εἶτα ⟨δεῖ⟩ δικαίως βιοῦν οὐδέτερον ἧττον θατέρου· ἀλλ’ ὅ τε ἀνὴρ οὐκ ἂν εἴη πολίτης ἀγαθὸς ἄδικος ὤν, ἥ τε γυνὴ οὐκ ἂν οἰκονομοίη χρηστῶς, ἣ μὴ δίκαιος ἀλλ’ ἄδικος οὖσα πρῶτον ἀδικήσει τὸν ἄνδρα, ὥσπερ τὴν Ἐριφύλην φασί. Σωφρονεῖν μὲν αὖ καλὸν τὴν γυναῖκα, καλὸν δ’ ὁμοίως καὶ τὸν ἄνδρα· τὸ γοῦν μοιχεύειν τῷ μοιχεύεσθαι ἐπίσης κολάζουσιν οἱ νόμοι. Καὶ λιχνεῖαι καὶ οἰνοφλυγίαι καὶ ἄλλα παραπλήσια κακά, ἀκολαστήματα ὄντα καὶ καταισχύνοντα μεγάλως τοὺς ἐνεχομένους αὐτοῖς, ἀποφαίνει τὴν σωφροσύνην ἀναγκαιοτάτην οὖσαν ἀνθρώπῳ παντί, τῷ τε θήλει καὶ τῷ ἄρρενι· διὰ γὰρ σωφροσύνης μόνης ἐκφεύγομεν ἀκολασίαν, ἄλλως δ’ οὐδαμῶς.

Μουσωνίου — συνέχεια

Τὴν ἀνδρείαν φαίη τις ἂν ἴσως μόνοις προσήκειν τοῖς ἀνδράσιν· ἔχει δὲ οὐδὲ τοῦτο ταύτῃ. Δεῖ γὰρ ἀνδρίζεσθαι καὶ τὴν γυναῖκα ⟨καὶ⟩ καθαρεύειν δειλίας τήν γε ἀρίστην, ὡς μήθ’ ὑπὸ πόνου μήθ’ ὑπὸ φόβου κάμπτεσθαι· εἰ δὲ μή, πῶς ἔτι σωφρονήσει, ἐάν τις ἢ φοβῶν ἢ προσάγων πόνους βιάσασθαι δύνηται αὐτὴν ὑπομεῖναί ⟨τι⟩ τῶν αἰσχρῶν. Δεῖ δὲ δὴ καὶ ἀμυντικῶς ἔχειν τὰς γυναῖκας, εἰ μὴ νὴ Δία φαίνεσθαι μέλλουσι κακίους ἀλεκτορίδων καὶ ἄλλων ὀρνίθων θηλειῶν, αἳ πολὺ μείζοσι ζῴοις ἑαυτῶν ὑπὲρ τῶν νεοττῶν διαμάχονται. Πῶς οὖν οὐκ ἂν ἀνδρείας αἱ γυναῖκες δέοιντο; Ὅτι δὲ καὶ ἀλκῆς τῆς δι’ ὅπλων μέτεστιν αὐταῖς, ἐδήλωσε τὸ Ἀμαζόνων γένος, ἔθνη πολλὰ δι’ ὅπλων καταστρεψάμενον· ὥστ’ εἴ τι ἐνδεῖ πρὸς τοῦτο ταῖς ἄλλαις γυναιξίν, ἀνασκησία μᾶλλον ἢ τὸ μὴ πεφυκέναι ⟨πρὸς ἀνδρείαν αἰτία ἂν εἴη. Εἰ μὲν οὖν τὰς αὐτὰς εἶναι πέφυκεν⟩ ἀρετὰς ἀνδρὸς καὶ γυναικός, ἀνάγκη πᾶσα καὶ τροφὴν καὶ παιδείαν τὴν αὐτὴν προσήκειν ἀμφοῖν. Παντὶ γὰρ δὴ ζῴῳ καὶ φυτῷ τὴν ἐπιμέλειαν τὴν προσαγομένην ὀρθῶς ἐμποιεῖν χρὴ τὴν ἐκείνῳ προσήκουσαν ἀρετήν.

Μουσωνίου — συνέχεια

Ἢ εἰ μὲν ἔδει αὐλεῖν δύνασθαι παραπλησίως ἄνδρα καὶ γυναῖκα καὶ εἰ τοῦθ’ ἑκατέρῳ αὐτῶν ἀναγκαῖον ἦν πρὸς τὸν βίον, ἀμφοτέρους ἂν ἐπ’ ἴσον τὴν αὐλητικὴν τέχνην ἐξεδιδάσκομεν, καὶ εἰ κιθαρίζειν ἔδει ἑκάτερον, . . .· ἀμφοτέρους δὲ εἰ δεῖ γενέσθαι ἀγαθοὺς τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν καὶ φρονεῖν ὁμοίως δύνασθαι καὶ σωφρονεῖν καὶ ἀνδρείας μετέχειν καὶ δικαιοσύνης μηδὲν ἧττον θατέρου θάτερον, οὐκ ἄρ’ ὁμοίως ἑκάτερον παιδεύσομεν; οὐδὲ τὴν τέχνην, ἀφ’ ἧς γένοιτ’ ἂν ἄνθρωπος ἀγαθός, ἐπ’ ἴσον ἀμφοτέρους διδάξομεν; Ἀλλὰ χρὴ οὕτω ποιεῖν καὶ οὐχ ἑτέρως.

Μουσωνίου — συνέχεια

Τί οὖν καὶ ταλασίαν, φησί τις ἴσως, ἀξιοῖς σὺ παραπλησίως ἐκμανθάνειν ταῖς γυναιξὶν τοὺς ἄνδρας καὶ γυμναστικὴν μετέρχεσθαι τοῖς ἀνδράσιν ὁμοίως τὰς γυναῖκας; Τοῦτο μὲν οὐκέτι ἀξιώσω ἐγώ· φημὶ δὲ ὅτι οὔσης ἐν τῷ γένει ⟨τῷ⟩ ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’ ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμητέον τὰ προσφορώτατα καὶ τὰ μὲν βαρύτερα τοῖς ἰσχυροτέροις ἀποδοτέον, τὰ δὲ ἐλαφρότερα τοῖς ἀσθενεστέροις· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, ὥσπερ ⟨καὶ⟩ οἰκουρία· γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν, ὥσπερ καὶ θυραυλία· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἂν, ὅταν ἢ τὰ τοῦ σώματος οὕτως ὑφηγήται ἢ τὰ τῆς χρείας ἢ τὰ τοῦ καιροῦ.

Μουσωνίου — συνέχεια

Πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ κεῖται τὰ ἀνθρώπεια ἔργα [καὶ ἐστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν] καὶ οὐδὲν ἀποτακτὸν ἐξ ἀνάγκης τῷ ἑτέρῳ· ἔνια δὲ δὴ ἐπιτηδειότερα τὰ μὲν τῇδε τῇ φύσει, τὰ δὲ τῇδε· δι’ ὃ τὰ μὲν ἀνδρεῖα καλεῖται, τὰ δὲ γυναικεῖα· ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει, εἴγε καὶ τὰς ἀρετὰς προσήκειν φαμὲν οὐδὲν τοῖς ἑτέροις μᾶλλον ἢ τοῖς ἑτέροις. Ὅθεν εἰκότως οἶμαι καὶ παιδευτέον ὅσα πρὸς ἀρετὴν παραπλησίως τό τε θῆλυ καὶ τὸ ἄρρεν· καὶ ἀρξαμένους ἀπὸ νηπίων εὐθὺς διδακτέον, ὅτι τοῦτο μὲν ἀγαθόν, τοῦτο δὲ κακὸν [κακὸν ταὐτὸν ἀμφοῖν], καὶ τοῦτο μὲν ὠφέλιμον, τοῦτο δὲ βλαβερόν, καὶ τόδε μὲν πρακτέον, τόδε δὲ οὔ· ἐξ ὧν περιγίνεται φρόνησις τοῖς μανθάνουσιν ὁμοίως κόραις καὶ κόροις καὶ οὐδὲν διαφορώτερον τοῖς ἑτέροις· εἶτα δὲ ἐμποιητέον αἰδῶ πρὸς ἅπαν αἰσχρόν. ὧν ἐγγενομένων ἀνάγκη σώφρονας εἶναι καὶ ἄνδρα καὶ γυναῖκα.

Μουσωνίου — συνέχεια

Καὶ μὴν τὸν παιδευόμενον ὀρθῶς, ὅστις ἂν ᾖ, εἴτε ἄρρην εἴτε θήλεια, ἐθιστέον μὲν ἀνέχεσθαι πόνου, ἐθιστέον δὲ μὴ φοβεῖσθαι θάνατον, ἐθιστέον δὲ μὴ ταπεινοῦσθαι πρὸς συμφορὰν μηδεμίαν· δι’ ὅσων ἂν τις εἴη ἀνδρεῖος. Ἀνδρείας δὲ μικρῷ πρότερον ἐδείχθη δεῖν μετεῖναι καὶ γυναιξίν. Ἔτι τοίνυν πλεονεξίαν μὲν φεύγειν, ἰσότητα δὲ τιμᾶν καὶ εὐποιεῖν μὲν θέλειν, κακοποιεῖν δὲ μὴ θέλειν ἄνθρωπον ὄντα ἀνθρώπους, ἔστι μὲν δίδαγμα κάλλιστον καὶ δικαίους ἐπιτελεῖ τοὺς μανθάνοντας· τί δὲ μᾶλλον ἄνδρα μεμαθηκέναι χρὴ ταῦτα ἢ γυναῖκα; εἰ γὰρ νὴ Δία πρέπει δικαίας εἶναι γυναῖκας, καὶ ταὐτὰ δεῖ μεμαθηκέναι ἄμφω τά γε κυριώτατα καὶ μέγιστα. Εἰ γάρ τί που μικρὸν ὁ μὲν εἴσεται, ἡ δὲ οὔ, ἢ ἀνάπαλιν ἡ μὲν εἴσεται, ὁ δὲ οὔ, τεχνίτου τινὸς ἐχόμενον, οὔπω τοῦτο διάφορον ἀποφαίνει τὴν ἑκατέρου παιδείαν· μόνον περὶ μηδενὸς τῶν μεγίστων ἕτερος ἕτερα μεμαθηκέτω, ἀλλὰ ταὐτά.

Μουσωνίου — συνέχεια

Ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτόν, ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς. Καὶ οὐ τοῦτο βούλομαι λέγειν, ὅτι τρανότητα περὶ λόγους καὶ δεινότητά τινα περιττὴν χρὴ προσεῖναι ταῖς γυναιξίν, ᾗπερ φιλοσοφήσουσιν αἱ γυναῖκες (οὐδὲ γὰρ ἐπ’ ἀνδρῶν ἐγὼ πάνυ τι τοῦτο ἐπαινῶ), ἀλλ’ ὅτι ἤθους χρηστότητα καὶ καλοκαγαθίαν τρόπου κτητέον ταῖς γυναιξίν· ἐπειδὴ καὶ φιλοσοφία καλοκαγαθίας ἐστὶν ἐπιτήδευσις καὶ οὐδὲν ἕτερον.

Θεοφράστου

Δοκεῖ γὰρ ἡ παιδεία, καὶ τοῦτο πάντες ὁμολογοῦσιν, ἡμεροῦν τὰς ψυχάς, ἀφαιροῦσα τὸ θηριῶδες καὶ ἄγνωμον, ὅθεν καὶ τὰ ἤθη κοινότερα καὶ ὑγρότερα γίνεται. Τοῖς μὲν γὰρ πολλοῖς οὐκ ἄν τις ἴσως ἐπιτιμῴη διὰ τὸ μὴ ἔχειν ἐξουσίαν . . .· ὅσοι δὲ τραφέντες ἐλευθερίως καὶ χορηγίαν ἔχοντες ἱκανὴν ὥστ’ εἰς ὁποιονοῦν βίον ἐλθεῖν, ἄσκεπτοι περὶ τοῦ ἀρίστου τυγχάνουσι, τούτοις ἤδη δίκαιον ἐγκαλεῖν.

Θεοφράστου — συνέχεια

Ἄτοπον γὰρ ὥστ’ ἀληθῶς, εἰ αἱρέσεως αὐτοῖς διδομένης πόλιν μὲν ἂν ἕλοιντο τὴν ἐνδοξοτάτην καὶ φίλους καὶ οἰκείους τοὺς ἀρίστους, βίον δὲ ἐξὸν ἑλέσθαι τὸν ἄριστον, κατολιγωρήσαντες τούτου, πρὸς τὸ τυχὸν τὰ ἑαυτῶν ἀποδιδοίησαν, μηδὲ εἰς αὐτὸ τὸ κρίνειν καὶ σκοπεῖν ἐλθόντες. Ἀλλ’ ὁδὸν μὲν βαδίζειν εἰ δέοι, ἄλλων πύθοιντ’ ἂν πολλάκις καὶ ἀναζητήσαιεν ἡγεμόνα μεθ’ οὗ ποιήσαιντο τὴν κομιδὴν ἀσφαλῶς, ὑπὲρ δὲ τοῦ βίου παντὸς, τὸ λεγόμενον δὴ τοῦτο, κυβεύοντες, οὐδενὶ κοινωσάμενοι πρὸς τὸν χείριστον, ἂν οὕτω τύχῃ, προσπίπτουσι.

Θεοφράστου — συνέχεια

Καὶ μὴν καὶ πολλῷ γ’ ἐπισφαλεστέρα τῆς διαιρέσεως ἡ ἐκτροπὴ τῷ μὴ τὴν ὀρθὴν βαδίζοντι· καὶ γὰρ αἱ βλάβαι μεγάλαι καὶ ἡ ἀναστροφὴ χαλεπή, μᾶλλον δὲ σχεδὸν ἀδύνατος· οὔτε γὰρ ὁ χρόνος δίδωσιν ἐξουσίαν μεταθέσεως, οὔθ’ ἡ φύσις δύναται μεταμανθάνειν τὸ βέλτιον ὅταν ἐντραφῇ τοῖς χείροσιν, ἀλλὰ προαιρεῖται ⟨μὲν⟩ καὶ ἕτερά γε προκρίνει βελτίω, καταζῇ δ’ ὅμως ἐν τοῖς εἰωθόσιν· ἀλλ’ ὅπερ πολλάκις λέγεται, τοῦτο ἀληθὲς ἔοικεν εἶναι, διότι πάντες ἥκιστα περὶ ἑαυτῶν βουλεύονται.

Μουσωνίου ἐκ τοῦ Ὅτι οὐ δεῖ πολλαῖς ἀποδείξεσι πρὸς ἓν πρᾶγμα χρήσασθαι

Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος, οὐχὶ πολλὰς ἐφ’ ἑκάστου πράγματος ζητεῖν ἀποδείξεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐναργεῖς. Οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ φάρμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγων ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξεων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἂν ᾖ συνετώτερος, τοσούτῳ μειόνων δεήσεται τῶν ἀποδείξεων καὶ τοσούτῳ θᾶττον συναινέσει τῷ κεφαλαίῳ τοῦ λόγου, ὅτι γε ὑγιεῖ.

Contents

Sign in to save your reading →