Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Ἐκ τῶν Σερήνου

Παρ’ Εὐκλείδῃ τις ἀρξάμενος γεωμετρεῖν, ὡς τὸ πρῶτον θεώρημα ἔμαθεν, ἤρετο τὸν Εὐκλείδην· «τί δέ μοι πλέον ἔσται ταῦτα μαθόντι;», καὶ ὁ Εὐκλείδης τὸν παῖδα καλέσας «δός», ἔφη, «αὐτῷ τριώβολον, ἐπειδὴ δεῖ αὐτῷ ἐξ ὧν μανθάνει κερδαίνειν».

Μέναιχμον τὸν γεωμέτρην Ἀλέξανδρος ἠξίου συντόμως αὐτῷ παραδοῦναι τὴν γεωμετρίαν· ὁ δὲ «ὦ βασιλεῦ», εἶπε, «κατὰ μὲν τὴν χώραν ὁδοί εἰσιν ἰδιωτικαὶ καὶ βασιλικαί, ἐν δὲ τῇ γεωμετρίᾳ πᾶσίν ἐστιν ὁδὸς μία».

Ἐκ τῶν Σερήνου

Ἡράκλειτος μὲν ἔλεγε πολυμάθειαν νοῦν μὴ ἐμποιεῖν· Ἀνάξαρχος δὲ πολυμάθειαν κάρτα μὲν ὠφελεῖν, κάρτα δὲ βλάπτειν.

Ἰαμβλίχου Εὐσταθίῳ περὶ μουσικῆς

. . . . ⟨ἓ⟩ν ἐκεῖνο εἰδότας, ὡς αἵ τε μεγάλαι φύσεις τὰ μεγάλα κακὰ γεννῶσι διαφθαρεῖσαι καὶ τὰ κράτιστα ἐπιτηδεύματα πάντως ἐστὶ βλαβερώτατα ἐπὶ τὸ κακὸν ῥέψαντα.

Γεωμέτρης τις τὸν Διογένην ἀπαίδευτον καὶ ἀμαθῆ ἐκάλει· ὁ δὲ «συγγίνωσκέ μοι», ἔφη, «μὴ μαθόντι ἃ μηδὲ Χείρων τὸν Ἀχιλλέα ἐδίδαξε [τουτέστι γεωμετρεῖν]».

Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων

Ἔφασκον δὲ καὶ τὰς μαθήσεις πάσας τῶν τε ἐπιστημῶν καὶ τῶν τεχνῶν τὰς μὲν ἑκουσίους ὀρθάς τε εἶναι καὶ εἰς τέλος ἀφικνεῖσθαι, τὰς δὲ ἀκουσίους φαύλους τε καὶ ἀτελεῖς γίνεσθαι.

Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ παιδεύσεως ἠθικῆς

Φιλοσοφίαν φαντὶ ὄρεξιν εἶμεν τῶ ἀναλαμβάνεν ἢ συνέχεν αὔταυτον ἐν ἀρετᾷ πρακτικᾷ καττὰν ἔφεσιν τᾶς σοφίας δι’ αὐταύταν· ταύτας δ’ ἀρχὰν μὲν τὰν φύσιν προειδέμεν, μέσα δὲ τὰν ἄσκησιν, τέρμα δὲ τὰν εἴδησιν φέρεν. Εὐτυχὲς μὲν ὦν εἶμεν φῦναι εὖ, τραφῆμέν τε καὶ ἀχθῆμεν καττὸν ὀρθὸν νόμον καθομόλογά τε τᾷ φύσι ἔθεα· δεῖ δ’ ἀσκηθῆμεν ὑπό τε γενέτορας ἢ ἐπιτρόπως, παιδευτάς τε σώφρονας γενέσθαι· καλὸν δὲ τὸ αὐτὸν αὑτῷ ποτιτάσσεν τὰ ἄριστα, μηδὲ ποτιδέεσθαι ἀνάγκας, εὐπειθέα δ’ εἶμεν τοῖς ὑφαγεομένοις τὰ ἄριστα ποτὶ πρᾶξιν καὶ εἴδησιν· ταὶ γὰρ εὐφυΐαι καὶ ταὶ καλαὶ τροφαὶ πολλάκις φθάνοντι τὰς διδασκαλίας ἐς ὀρθότατα ἄγοισαι, ἀποδέοντι δὲ μόνον λόγω ἁγεμόνος, τὸν ἐντίθητι ἐπιστάμα.

Ἀρχύτα — συνέχεια

Δύο μὲν ὦν ἔντι βίοι ἀντίπαλοι, τοὶ τῶν πρατήων ἀντιποιεύμενοι, πρακτικός τε καὶ φιλόσοφος· πολὺ δὲ κάρρων δοκέει εἶμεν ὁ ἐξ ἀμφοτέρων κεκραμένος ποτὶ καιρὼς τὼς ἁρμόδδοντας συντεταγμένος καθ’ ἑκατέραν διέξοδον. Γεγόναμες γὰρ ποτ’ ἐνέργειαν νοεράν, ἃν καλέομες πρᾶξιν· τᾶς δὲ διανοίας ἁ μὲν πρακτικὰ ἐπὶ τὰν πολιτικὰν φέρεται, ἁ δὲ ἐπισταμονικὰ ἐπὶ τὰν θέαν τῶν συμπάντων, αὐτὸς δ’ ὁ καθόλω νόος ταύτας τὰς δύο δυνάμιας ἀμπέχων ἐπὶ τὰν εὐδαιμονίαν, τὰν φαμὲς ἐνέργειαν ἀρετᾶς ἐν εὐτυχίᾳ εἶμεν, οὔτε πρακτικὰν ἔασαν μόνον ὥστε καὶ μὴ τὰν ἐπιστάμαν περιέχεν, οὔτε θεωρητικὰν ὡς ἄπρακτον εἶμεν· ἁ γὰρ τέληος διάνοια ποτὶ δύο ἀρχὰς ἐπικρατέας ῥέπει, ποθ’ ἃς καὶ ὁ ἄνθρωπος πέφυκε, τάν τε κοινωνικὰν καὶ τὰν εἰδημονικάν· καὶ γὰρ αἰ κατὰ τοίας ἀντιλήψιας δοκέοντι ἀντιθλίβεν ἀλλάλας ταὶ ἀγωγαί (ταὶ μὲν γὰρ πολιτικαὶ ἀφέλκοισαι τᾶς θεωρίας, ταὶ δὲ θεωρητικαὶ ἀπὸ τᾶς πολιτείας μετάγοισαι ἐς ἁσυχίαν), ἀλλ’ ὦν τὰ πέρατα συναψαμένα ἁ φύσις ἀπέδειξεν ἐν τωυτῷ ἁνωμένα· οὐ γὰρ ἀντιπαθέες ἔντι ταὶ ἀρεταί, ἀλλ’ ἁρμονίας ἁπάσας συμφωνότεραι.

Ἀρχύτα — συνέχεια

Αἰ δὲ κά τις ἐκ νέου ὁρμαθεὶς αὐτὸς ἁρμόσδηται ἐς τὰς ἀρχὰς τᾶν ἀρετᾶν καὶ τὸν θεῖον νόμον τᾶς τῶ κόσμω ἁρμονίας, εὔροον βίον διεξαξεῖ· αἰ δὲ κα αὐτὸς καθ’ αὑτὸν πλαζόμενος τύχῃ ἁγεμόνων καρρόνων, ἀπευθύνεν τὸν δρόμον δυνασεῖται ποτὶ μακαριότατα, ὥσπερ τοὶ ἀτυχέοντες ἐν πλόῳ ἀνύοντι τὰν θάλασσαν διὰ τᾶς κυβερνατικᾶς ⟨τᾶς⟩ εὐπλοίας ἐφιέμενοι, ὅπερ ἐν βίῳ τᾶς εὐδαιμονίας. Αἰ δὲ μήτ’ αὐτὸς νοέοι τὰ ποτίφορα, μήτ’ ἐπιτρόπων τύχοι ἐμφρόνων, οὐδὲν ὄφελος χοραγίας ἀφθόνω· ἀφροσύνα γάρ, αἰ καὶ ἐς τἆλλα εὐτυχεῖ, κακοδαίμων ἐσαεὶ ἐστιν.

Ἀρχύτα — συνέχεια

Ἐπεὶ δ’ ἐν ἅπαντι πρᾶτον ἀνάγκα σκοπᾶν μὲν τὸ τέλος (τοῦτο γὰρ ποιέοντι κυβερνᾶται μὲν λιμένα [νεὼς] ἐς ὃν καταχθήσονται προτιθέμενοι, ἁνίοχοι δὲ τέρμα δρόμω, τοξόται δὲ καὶ σφενδονᾶται σκοπόν, ποθ’ ὃν παντᾷ ἁρμόσδονται), ἀνάγκα καὶ τᾷ ἀρετᾷ προκέσθαι τινα ὥσπερ τέχνᾳ τῶ βίω σκοπὸν ἢ πρόθεσιν, ταῦτα γὰρ ὀνυμαίνω καθ’ ἑκατέρων· τοῦτο δὲ φαμὶ εἶμεν τῶν μὲν πρακτικῶν τὸ κράτιστον, ⟨τῶν δὲ ἐπισταμονικῶν τὸ σοφώτατον⟩, τῶ δὲ βίω τὸ τέληον ἀγαθόν, τὸ λέγοντι ⟨τοὶ⟩ τἀνθρώπεια σοφοὶ εὐδαιμονίαν.

Ἀρχύτα — συνέχεια

Ταύταν δὲ οὔτε καττὰν ἀλάθειαν κρίνεν δύνανται τοὶ κακῶς ἔχοντες, οὔτε ἑλέσθαι ἰσχύοντι τοὶ μὴ ἐκδαλότατα ὁρέοντες αὐτάν· τίνοντι δὲ δίκας ἀφροσύνας τοὶ ἁδονᾷ τὸ ἄριστον διδόντες, κολάσδονται τοὶ τὰν ἀναλγησίαν πάντων προτιμέοντες, καθόλω δ’ εἰπέν, ἄγχονται ἐν κακᾷ ζάλᾳ τοὶ ἐν εὐπαθείᾳ σωμάτων ἢ ἐν ψυχᾶς ἀλόγῳ κατασκευᾷ ἀπολιπόντες τὰν εὐδαίμονα ζωάν. Οὐδὲ πολλὸν ἀπὸ τούτων εὐτυχέστεροί ἐντι τοὶ ἐξαίροντες μὲν τὸ καλόν, ὡς καττούτω τί μὴ λέγεν, ὁμότιμον δὲ αὐτῷ τὰν ἁδονὰν καὶ τὰν ἀναλγησίαν καὶ τὰς εὐπαθείας τὰς πράτας καὶ φυσικὰς καὶ ἀλόγως ὁρμὰς ἢ σώματος ἢ ψυχᾶς ἀντέχοντες· ἑκάτερα γὰρ ἀδικέοντι, τὰν μὲν ψυχικὰν ἀκρότατα καὶ τὰ ἔργα αὐτᾶς κατάγοντες ἐς ἰσότατα ποττὰν τοῦ σώματος τεληότατα, τὰν δὲ σωματικὰν εὐεξίαν ἐς ὕψος ἀντικαθιστάντες τᾷ ψυχικᾷ ἁδονᾷ· ἐνεμεσήθη δὲ καὶ ἁ φύσις καὶ τὸ θεῖον τᾷ τούτων διακράσι· οὐ γὰρ φυλάσσοντι τὰν ἀξίαν τῶ κάρρονος ποττὸ χεῖρον.

Ἀρχύτα — συνέχεια

Ἀλλ’ ἁμὲς γε λέγομες σῶμα μὲν εἶμεν ψυχᾶς ὄργανον, νόον δὲ ἁγεμόνα τᾶς τε ἄλλας ψυχᾶς καὶ τῶ σκάνεος αὐτᾶς, τὰν δ’ ἐς τἆλλα εὐτυχίαν φυσικὰν ὀργανικὰν τᾷ νοερᾷ ἐνεργείᾳ εἶμεν, αἴ κα παντελὴς δυνάμι τε καὶ χρόνῳ καὶ χοραγίᾳ ᾖ.

Ἱερωνύμου

Δεῦρο δὴ καὶ σκεψώμεθα περὶ τῆς τῶν παίδων ἀγωγῆς, τίνα τρόπον διειλήφασιν οἱ πατέρες· οὐ γὰρ μόνον ἐν τοῖς πρότερον, ἀλλὰ καὶ ἐν τούτοις εὑρήσομεν αὐτοὺς οὐ μικρὰ διαφωνοῦντας· οἵτινες πρῶτον μὲν βαρβάροις παραβαλόντες ⟨τοὺς παῖδας⟩ παιδαγωγοῖς καὶ τούτων ἀκούειν κελεύσαντες, ἱκανῶς ἐπιμελεῖσθαι νομίζουσιν, ὥσπερ τοῦ κατὰ πόδας ἀκολουθήσοντος, ἀλλ’ οὐ τοῦ καλῶς ἡγησομένου δεομένων τῶν παιδίων καὶ τοῦ φυλάττοντος καθάπερ συβώτου μὴ πλανηθῇ, ἀλλ’ οὐχὶ . . . διὸ καὶ τὸν ἐκ τῶν ἐργατῶν ἀποδοκιμασθέντα, τοῦτον ἐπὶ παιδαγωγίᾳ κατατάττουσι, τὰ φύσει τιμιώτατα τοῖς εὐτελεστάτοις διδόντες· ὅθεν καὶ Περικλῆς, οἰκέτου ποτὲ πεσόντος ἀπὸ ἐλαίας καὶ τὸ σκέλος συντρίψαντος· «νέος ἄρα», ἔφη, «παιδαγωγὸς πέφηνεν», οὐκ ἀπιθάνως τῆς ὑπουργίας τὴν ἀτιμίαν σκώψας.

Ἐκ τῆς Ἰαμβλίχου ἐπιστολῆς Σωπάτρῳ Περὶ παίδων ἀγωγῆς

Παντὸς ζῴου καὶ φυτοῦ ἡ πρώτη βλάστη καλῶς ὁρμηθεῖσα πρὸς τὴν ἑκάστου ἀρετὴν κυριωτάτη πασῶν ἐστι τέλος ἐπιθεῖναι τὸ πρόσφορον, καὶ τῆς τῶν παίδων τοίνυν εὐεξίας ἡ πρώτη βελτίστη τῆς φύσεως πρόοδος ὁδῷ ⟨τε⟩ πρόεισιν ἐπὶ τὴν τελειότητα τεταγμένως, ἐφ’ ἥνπερ αὐτὴν προχωρεῖν ἄξιον· ταύτην τοίνυν ἡ ὀρθὴ παιδεία δεόντως προοδηγεῖ, σπέρματα τῶν ἀρετῶν ἤδη προκαταβαλλομένη καὶ ἐν ἁπαλαῖς ἔτι καὶ ἀβάτοις ψυχαῖς θαυμαστὴν οἰκείωσιν ἐμποιοῦσα πρὸς τὴν τῶν καλῶν ἐπιτήδευσιν.

Περὶ παίδων ἀγωγῆς — συνέχεια

Πρῶτον μὲν οὖν διὰ τῶν αἰσθήσεων ἐν πατρὶ καὶ μητρὶ καὶ παιδαγωγῷ καὶ διδασκάλῳ προτείνει παράδειγμα τῶν καλῶν ἔργων, ἵνα οἱ θεώμενοι παῖδες αὐτὰ ζηλῶσι τὴν πρὸς αὐτοὺς ἀφομοίωσιν· ἔπειτα τοῖς ἔθεσιν ἄγει καλῶς καὶ ἐμποιεῖ τὰ σπουδαῖα ἤθη, μήπω δυναμένων αὐτῶν λόγῳ λαμβάνειν, διὰ [τε] τῆς συνηθείας τῶν καλῶν τρέπουσα αὐτῶν τὰς ψυχὰς πρὸς τὸ βέλτιον, ἔτι δὲ τούτοις συμφωνίαν ἡδονῆς καὶ λύπης πρὸς τὰ καλὰ ⟨καὶ αἰσχρὰ⟩ ἔργα παρασκευάζει, ὥστε μὴ μόνον πράττειν τὰ καλὰ ἔργα, ἀλλὰ καὶ χαίρειν ἐπ’ αὐτοῖς συμμέτρως, μηδὲ ἀποφεύγειν μόνον τὰ αἰσχρά, ἀλλὰ καὶ δυσχεραίνειν αὐτὰ ἐγκαιρότατα·

Περὶ παίδων ἀγωγῆς — συνέχεια

προάγουσι δὲ αὐτοῖς ἐνταῦθα, ὃ χρὴ προηγεῖσθαι παντὸς [τοῦ] ὀρθοῦ βίου, τὴν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνην καὶ ἐπὶ τοῖς καλοῖς φιλοτιμίαν ἐντίθησι, δι’ ὧν ἀπάγονται μὲν πάντων τῶν αἰσχρῶν καὶ εὐλάβειάν τινα πρὸς αὐτὰ κτῶνται, ἐφίενται δὲ τῶν ἀγαθῶν καὶ πρὸς αὐτὰ σύντονον ὁρμὴν προσλαμβάνουσι· μετὰ δὴ ταῦτα προστάγματα τινα νουθετητικά, μικρὰ μὲν ὄντα τοῖς ῥήμασι, μεγάλην δέ τινα δύναμιν τοῖς τηλικούτοις παρεχόμενα, οἷον τὸ «δεῖ» καὶ ποτε «οὐ δεῖ» καὶ τὸ «μέχρι πόσου;» καὶ «ποῖόν τι τὸ ἄριστόν ἐστι [μέτρον];» καὶ «τίς τὰ τοιαῦτα;» συμμετρίαν αὐτοῖς ἐναρμόζει τὴν πρὸς ἀλλότριον λόγον συνταττομένην, οἷον τοῦ νομοθέτου καὶ διδασκάλου· καὶ τό γε δὴ κράτιστόν ἐστι τὰ οἰκεῖα παραγγέλματα καὶ νουθετήματα ⟨τὰ⟩ φέροντα πρὸς ἑκάστην ἀρετὴν παραδιδόναι δεόντως, τὰ μὲν ἐν κοιναῖς γνώμαις, τὰ δ’ ἐν ἔργων ἀσκήσει, τὰ δ’ ἐν τῇ τῶν λόγων μελέτῃ, τὰ δ’ ἐν ταῖς ὑποθήκαις περὶ τῶν πρακτέων ἢ μὴ πρακτέων, τὰ δ’ ἐν ταῖς τῆς ζωῆς κατασκευαῖς.

Contents

Sign in to save your reading →