Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

⟨Νόμων αʹ⟩

Λέγω δὴ καὶ φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι, τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσι.

Πολιτείας ζʹ

Σόλωνι γὰρ οὐ πειστέον, ὡς γηράσκων τις πολλὰ δυνατὸς μανθάνειν, ἀλλ’ ἧττον ἢ τρέχειν, νέων δὲ πάντες οἱ μεγάλοι καὶ οἱ πολλοὶ πόνοι.

⟨Ἐν ταὐτῷ⟩

Ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν· μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ.

⟨Ἐν ταὐτῷ⟩

Κινδυνεύει γοῦν ἐκ τῆς παιδείας, ὅποι ἄν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἑπόμενα εἶναι. ἢ οὐκ ἀεὶ τὸ ὅμοιον τὸ ὅμοιον παρακαλεῖ;

Πολιτείας ζʹ

Μὴ τοίνυν βίᾳ, ὦ ἄριστε, εἶπον τοὺς παῖδας ἐν τοῖς μαθήμασιν ἀλλὰ παίζοντας τρέφε, ἵνα καὶ μᾶλλον οἷός τ’ ᾖς καθορᾶν, ἐφ’ ᾧ ἕκαστος πέφυκε.

⟨Ἐν ταὐτῷ⟩

Πολὺ γάρ τοι μᾶλλον ἀποδειλιῶσιν αἱ ψυχαὶ ἐν ἰσχυροῖς μαθήμασιν ἢ ἐν γυμνασίοις· οἰκειότερος γὰρ ὁ πόνος αὐταῖς, ἴδιος ἀλλ’ οὐ κοινὸς ὢν μετὰ τοῦ σώματος.

⟨Ἐν ταὐτῷ⟩

Εἷς ἕκαστος ἓν μὲν ἂν ἐπιτήδευμα καλῶς ἐπιτηδεύοι, πολλὰ δὲ οὔ· ἀλλ’ εἰ τοῦτ’ ἐπιχειροῖ, πολλῶν ἐφαπτόμενος πάντων ἀποτυγχάνοι ἄν, ὥστ’ εἶναί που ἐλλόγιμος.

Νόμων ζʹ

Ἄνευ ποιμένος δὲ οὔτε πρόβατα οὔτε ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τινῶν παιδαγωγῶν οὐδὲ δούλους ἄνευ δεσποτῶν. ὁ δὲ παῖς πάντων θηρίων ἐστὶ δυσμεταχειριστότατον· ὅσῳ γὰρ μάλιστα ἔχει πηγὴν τοῦ φρονεῖν μήπω κατηρτυμένην, ἐπίβουλον καὶ δριμὺ καὶ ὑβριστότατον θηρίον γίγνεται· διὸ πολλοῖς αὐτὸ οἷον χαλινοῖς τισι δεῖ δεσμεύειν.

⟨Ἐν ταὐτῷ⟩

Οὐκοῦν ὅτι μὲν σώματα καὶ ψυχὰς τήν γε ὀρθὴν πάντως δεῖ τροφὴν φαίνεσθαι δυναμένην ὡς κάλλιστα καὶ ἄριστα ἐργάζεσθαι, τοῦτο μὲν ὀρθῶς εἴρηταί που. — Τί μήν; — Σώματα δὲ κάλλιστα, οἶμαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων. — Πάνυ μὲν οὖν. — Τί δέ; τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκε μὴ γίγνεσθαι τά γ’ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα; — Ἀληθῆ. — Τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς πολλῶν καὶ συμμέτρων, οὐκ ἴσμεν ὅτι μυρία κακὰ ἐν τοῖς σώμασιν ἀποτελεῖ; — Καὶ πάνυ γε. — Οὐκοῦν τότε δεῖται πλείστων πόνων, ὅταν ἡ πλείστη τροφὴ προσγίγνηται τοῖς σώμασιν.

⟨Ἐν ταὐτῷ⟩

Ἔτι δὴ τοίνυν τοῖς ἐλευθέροις ἐστι τρία μαθήματα, λογισμοὶ μὲν καὶ τὰ περὶ ἀριθμοὺς ἓν μάθημα, μετρητικὴ δὲ μήκους καὶ ἐπιπέδου καὶ βάθους ὡς ἓν αὖ δεύτερον, τρίτον δὲ τῆς τῶν ἄστρων περιόδου πρὸς ἄλληλα ὡς πέφυκε πορεύεσθαι. ταῦτα δὲ ξύμπαντα, οὐχ ὡς ἀκριβείας ἐχόμενα δεῖ διαπονεῖν τοὺς πολλούς, ἀλλά τινας ὀλίγους· οὓς δὲ, προϊόντες ἐπὶ τῷ τέλει φράσομεν. οὕτω γὰρ πρέπον ἂν εἴη· τῷ δὲ πλήθει ὅσα αὐτῶν ἀναγκαῖα . . . ἀλλ’ ἔοικεν ὁ τὸν θεὸν πρῶτος παροιμιασάμενος εἰς ταῦτα ἀποβλέψας εἰπεῖν, ὡς οὐδὲ θεὸς ἀνάγκῃ μή ποτε φανῇ μαχόμενος, ὅσαι θεῖαί γε, οἶμαι, τῶν ἀναγκαίων εἰσιν· ἐπεὶ τῶν γε ἀνθρωπίνων, εἰς ἃς οἱ πολλοὶ βλέποντες λέγουσι τὸ τοιοῦτον, οὗτος πάντων ⟨τῶν⟩ λόγων εὐηθέστατός ἐστι μακρῷ. — Τίνες οὖν, ὦ ξένε, αἱ μὴ τοιαῦται ἀνάγκαι τῶν μαθημάτων, θεῖαι δέ; — Δοκῶ μέν, ἃς μή τις πράξας μηδὲ αὖ μαθὼν οὐκ ἄν ποτε γένοιτο ἐν ἀνθρώποις θεὸς οὐδὲ δαίμων οὐδὲ ἥρως.

Πολιτείας βʹ

Τίς οὖν ἡ παιδεία; ἢ χαλεπὸν εὑρεῖν βελτίω τῆς ὑπὸ τοῦ πολλοῦ χρόνου εὑρημένης; ἔστι δέ που ἡ μὲν ἐπὶ τοῖς σώμασι γυμναστική, ἡ δὲ ἐπὶ τῇ ψυχῇ μουσική. — Ἔστι γάρ. — Ἆρ’ οὖν οὐ μουσικῇ πρότερον ἀρχόμεθα παιδεύοντες ἢ γυμναστικῇ; — Πῶς δ’ οὔ; — Μουσικῆς δ’, εἶπον, τίθης λόγους ἢ οὔ; — Ἔγωγε. — Λόγων δὲ διττὸν εἶδος, τὸ μὲν ἀληθές, ψεῦδος δὲ θάτερον; — Ναί. — Παιδευτέον δ’ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; — Οὐ μανθάνω, ἔφη, πῶς λέγεις. — Οὐ μανθάνεις, ἦν δ’ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν; τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθές. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. — Ἔστι ταῦτα. — Τοῦτο δὴ ἔλεγον, ὅτι μουσικῆς πρότερον ἁπτέον ἢ γυμναστικῆς. — Ὀρθῶς, ἔφη.

Πολιτείας βʹ — συνέχεια

Οὐκοῦν οἶσθα ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν· μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. — Κομιδῇ μὲν οὖν. — Ἆρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις, ἃς ἐπειδὰν τελειωθῶσιν ἔχειν οἰησόμεθα δεῖν αὐτούς; — Οὐδ’ ὁπωστιοῦν παρήσομεν. — Πρῶτον δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἂν μή, ἀποκριτέον· τοὺς δ’ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν· ὧν δὲ νῦν λέγουσι, τοὺς πολλοὺς ἐκβλητέον.

⟨Ἐν ταὐτῷ⟩

Ἀλλ’ εἴ πως μέλλομεν πείσειν, ⟨ὡς⟩ οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς ἃ καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτε ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τί τε ὑπόνοια καὶ μή, ἀλλ’ ⟨ἃ⟩ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτον ἀκούουσιν, ὅ τι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. — Ἔχει γάρ, ἔφη, λόγον.

Πολιτείας γʹ

Μετὰ μουσικὴν γυμναστικῇ θρεπτέοι οἱ νεανίαι. — Τί μήν; — Δεῖ μὲν δὴ καὶ ταύτῃ ἀκριβῶς τρέφεσθαι ἐκ παίδων διὰ βίου· ἔχει δέ πως, ὡς ἐγῷμαι, ὧδε· σκόπει δὲ καὶ σύ. ἐμοὶ μὲν γὰρ οὐ φαίνεται, ὃ ἂν χρηστὸν ᾖ σῶμα, τῇ αὑτοῦ ἀρετῇ ψυχὴν ἀγαθὴν ἐμποιεῖν, ἀλλὰ τοὐναντίον ψυχὴ ἀγαθὴ τῇ αὑτῆς ἀρετῇ σῶμα παρέχειν ὡς οἷόν τε βέλτιστον· σοὶ δὲ πῶς φαίνεται; — Καὶ ἐμοὶ οὕτως, ἔφη. — Οὐκοῦν εἰ τὴν διάνοιαν ἱκανῶς θεραπεύσαντες παραδοῖμεν αὐτῇ τὰ περὶ τὸ σῶμα ἀκριβολογεῖσθαι . . . .

Ἐν ταὐτῷ

Οὐδὲν δὲ δέοι ἂν αὐτοὺς ἄλλο πράττειν οὐδὲ μιμεῖσθαι ἢ τὰ τούτοις προσήκοντα εὐθὺς ἐκ παίδων ἀνδρείους, σώφρονας, ὁσίους, ἐλευθέρους καὶ τὰ τοιαῦτα πάντα, τὰ δὲ ἀνελεύθερα μήτε ποιεῖν μήτε δεινοὺς εἶναι μιμήσασθαι, μηδ’ ἄλλο μηδὲν τῶν αἰσχρῶν, ἵνα μὴ ἐκ τῆς μιμήσεως τοῦ εἶναι ἀπολαύωσιν. ἢ οὐκ ᾔσθησαι, ὅτι αἱ μιμήσεις, ἐὰν ἐκ νέων πόρρω διατελέσωσιν, εἰς ἤθη τε καὶ φύσιν καθίστανται καὶ κατὰ σῶμα καὶ φωνὰς καὶ κατὰ τὴν διάνοιαν; — Καὶ μάλα, ἦ δ’ ὅς.

Πολιτείας ζʹ

Τὰ μὲν τοίνυν λογισμῶν τε καὶ γεωμετριῶν καὶ πάσης τῆς προπαιδείας, ἣν τῆς διαλεκτικῆς δεῖ προπαιδευθῆναι, παισὶν οὖσι χρὴ προβάλλειν, οὐχ ὡς ἐπάναγκες μαθεῖν τὸ σχῆμα τῆς διδαχῆς ποιουμένους. — Τί δή; — Ὅτι, ἦν δ’ ἐγώ, οὐδὲν μάθημα μετὰ δουλείας τὸν ἐλεύθερον χρὴ μανθάνειν. οἱ μὲν γὰρ τοῦ σώματος πόνοι βίᾳ πονούμενοι χεῖρον οὐδὲν τὸ σῶμα ἀπεργάζονται, ψυχῇ δὲ βίαιον οὐδὲν ἔμμονον μάθημα. — Ἀληθῆ, ἔφη. — Μὴ τοίνυν βίᾳ, εἶπον, ὦ ἄριστε, τοὺς παῖδας ἐν τοῖς μαθήμασιν ἀλλὰ παίζοντας τρέφε, ἵνα καὶ μᾶλλον οἷός τ’ ᾖς καθορᾶν, ἐφ’ ᾧ ἕκαστος πέφυκε.

Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἤθελεν οὐδενὸς τῶν ἐγκυκλίων μαθημάτων μετειληφώς, «ἄπιθι», εἶπε, «λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων τὴν ψυχήν».

Ἰσοκράτης τοῖς μαθηταῖς παρεκελεύετο μὴ πραγματολογεῖν ἀλλὰ ⟨τὰ⟩ πράγματα παρέχειν τοῖς ἀκροωμένοις.

Ἀγησίλαος ἐρωτηθείς, τίνα χρὴ τοὺς ἐλευθέρους παῖδας ἐκμανθάνειν, «ἃ αἰσχρόν», ἔφη, «γέροντας μὴ εἰδέναι».

Contents

Sign in to save your reading →