Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

⟨Τοῦ αὐτοῦ⟩

Μᾶλλον τήρει τὰς τῶν λόγων ἢ τὰς τῶν χρημάτων παρακαταθήκας.

Δημοκρίτου

Κρέσσονές εἰσι αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθέων πλοῦτος.

Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων

Κυβερνήτης μὲν οὔτε ἐν μεγάλῳ πλοίῳ οὔτε ἐν μικρῷ ναυτιάσει, οἱ δὲ ἄπειροι ἐν ἀμφοῖν· οὕτως ὁ μὲν πεπαιδευμένος καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ οὐ ταράττεται, ὁ δ’ ἀπαίδευτος ἐν ἀμφοῖν.

Πυθαγόρου

Ἀπαιδευσία πάντων τῶν παθῶν μήτηρ· τὸ δὲ πεπαιδεῦσθαι οὐκ ἐν πολυμαθείας λόγων ἀναλήψει, ἐν ἀπαλλάξει δὲ τῶν φύσει παθῶν θεωρεῖται.

Βίων

Βίων ἔλεγε κατὰ Ἡσίοδον τρία γένη εἶναι μαθητῶν, χρυσοῦν, ἀργυροῦν, χαλκοῦν· χρυσοῦν μὲν τὸ τῶν διδόντων καὶ [μὴ] μανθανόντων· ἀργυροῦν δὲ τὸ τῶν διδόντων καὶ ⟨μὴ⟩ μανθανόντων· χαλκοῦν δὲ τὸ τῶν μανθανόντων μέν, οὐ διδόντων δέ.

Σωκράτης

Σωκράτης παρῄνει τοῖς νέοις πολλάκις ἐσοπτρίζεσθαι καὶ τοὺς μὲν εὐπρεπεῖς ὅμοιον ποιεῖν τῷ εἴδει καὶ ⟨τὸν⟩ τρόπον, τοὺς δὲ ἀμόρφους περιστέλλειν τὸ δυσειδὲς τῇ εὐτροπίᾳ.

Σωκράτης

Ὁ αὐτὸς ἐρωτηθείς, τί ἥδιστον ἐν τῷ βίῳ, ἔφη· «παιδεία καὶ ἀρετὴ καὶ ἱστορία τῶν ἀγνοουμένων».

Πιττακός

Πιττακὸς συνεβούλευε πρὸς τὸ γῆρας ἐφόδιον παρατίθεσθαι παιδείαν· γηροκομικωτάτη γὰρ αὕτη καὶ εὐκόλως ποιοῦσα ὑποφέρειν τὰς τοῦ γήρως δυσκολίας.

Σωκράτης

Σωκράτης Ξενοφῶντα νέον ⟨ὄντα⟩ ὁρῶν εὐφυῆ ἠρώτησεν, εἰ οἶδεν ὅπου τῆς ἀγορᾶς οἱ ἰχθύες εἶεν. τοῦ δὲ εἰπόντος, «ναί», ἐξῆς ἤρετο, «τί δὲ τὰ λάχανα;» ὡς δ’ εἶπε καὶ τοῦτο καὶ τὰ ἄλλα, ἐπὶ πᾶσιν ἤρετο, εἰ οἶδεν ὅπου οἱ καλοὶ κἀγαθοὶ διατρίβουσι· σιωπῶντος δὲ ἐπιπλήξας αὐτὸν κατέλιπεν· ὁ δὲ διατραπεὶς ἀπ’ ἐκείνου ἤρξατο φιλοσοφεῖν.

Σωκράτης

Σωκράτης πρὸς τινα πάντα εἰδέναι φάσκοντα καὶ πολυμάθειαν ὑπισχνούμενον (ἐτύγχανε δὲ εἰς Ἀκαδήμειαν συγκατιὼν αὐτῷ) ἐπιστὰς χωρίῳ πεφυτευμένῳ, ἤρετο αὐτὸν «οὐ δοκεῖ σοι ὁ γεωργὸς ἀμελῆσαι μὴ καταφυτεύσας πᾶσαν τὴν γῆν, ἀλλὰ διαλείμματα μεταξὺ τῶν δένδρων καταλιπών;»· τοῦ δὲ εἰπόντος «καὶ μὴν εἰ μὴ τοῦτο ἐποίησεν, οὐδὲν ἂν τούτων ἔτι ἐβίω, ἀλλ’ ὑπ’ ἀλλήλων ἀπώλετο», «εἶτα», ἔφη, «σὺ ἐν τῇ σαυτοῦ ψυχῇ οὐδὲ μικρὸν τόπον παραλιπών, ἄλλα δ’ ἐπ’ ἄλλοις μαθήματα σωρεύων, οἴει τινὰ καρπὸν ἐξ αὐτῶν δρέψασθαι;»

Τοῦ αὐτοῦ

Ἡ παιδεία καθάπερ εὐδαίμων χώρα πάντα τὰ ἀγαθὰ φέρει.

Τῷ μὲν Ὀρέστῃ μαινομένῳ τὴν Ἠλέκτραν ὁ μῦθος, τῇ δὲ τῶν νέων ὁρμῇ τὴν εὐβουλίαν ὁ κατὰ φιλοσοφίαν λόγος παρίστησιν εἰς ἀντίληψιν.

Ἐν τῷ βίῳ, καθάπερ ἐν ὁδῷ μακρᾷ, δεῖ που καὶ ἀνάπαυσιν εὐσχήμονα εἶναι.

⟨Πλάτωνος⟩

Πλείω τε ἕκαστα γίγνεται καὶ ῥᾷον καὶ κάλλιον, ὅταν εἷς ἓν κατὰ φύσιν καὶ ἐν καιρῷ σχολὴν τῶν ἄλλων ἄγων πράττῃ.

⟨Τοῦ αὐτοῦ⟩

Δύο ἐπιτηδεύματα ἢ δύο τέχνας ἀκριβῶς διαπονεῖσθαι σχεδὸν οὐδεμία φύσις ἱκανὴ τῶν ἀνθρωπείων· οὐδ’ αὖ τὴν μὲν αὐτὸς ἱκανὸς ἀσκεῖν, τὴν δὲ ἄλλον ἀσκοῦντα ἐπιτροπεύειν.

⟨Τοῦ αὐτοῦ⟩

Τὰ γὰρ ἐναντία ἄλληλα ταράττοντα δυσμάθειαν παρέχει.

⟨Τοῦ αὐτοῦ⟩

Πολλὰ ὁ αὐτὸς μιμεῖσθαι ⟨εὖ⟩ ὥσπερ ἓν οὐ δυνατός.

⟨Τοῦ αὐτοῦ⟩

Ὅσα δ’ αὖ τῶν μεγάλων δεῖ διαπονεῖσθαι καλῶς, περὶ τούτων δέδοκται πᾶσι καὶ πάλαι τὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν μελετᾶν, πρὶν ἐν αὐτοῖς τοῖς μεγίστοις.

⟨Τοῦ αὐτοῦ⟩

Ῥᾴων δ’ ἐν τοῖς ἐλάττοσι μελέτη παντὸς πέρι μᾶλλον ἢ περὶ τὰ μείζω.

⟨Τοῦ αὐτοῦ⟩

Κρεῖττον γάρ που σμικρὸν εὖ, ἢ πολὺ μὴ ἱκανῶς περᾶναι.

Πλάτωνος Νόμων ζʹ

Ἡ μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτου ἐναντίον ἥ τε σφοδρὰ καὶ ἀγρία δούλωσις ταπεινούς τε καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα ἀνεπιτηδείους ξυνοίκους ἀποτελεῖ . . . . τοῖς δὲ παιδίοις τὸ δήλωμα ὧν ἐρᾷ καὶ μισεῖ κλαυθμοὶ καὶ βοαί, σημεῖα οὐδαμῶς εὐτυχῆ· ἔστι δὲ ὁ χρόνος οὗτος τριῶν οὐκ ἐλάττων ἐτῶν, μόριον οὐ σμικρὸν τοῦ βίου διαγαγεῖν χεῖρον ἢ μὴ χεῖρον. — Ὀρθῶς λέγεις. — Ὁ δὴ δύσκολος οὐδαμῶς τε ἵλεως ἆρ’ οὐ δοκεῖ σφῷν θρηνώδης τε εἶναι καὶ ὀδυρμῶν ὡς ἐπὶ τὸ πολὺ πλήρης μᾶλλον ἢ χρεών ἐστι τὸν ἀγαθόν; . . . ὁ μὲν γὰρ ἐμὸς λόγος οὔθ’ ἡδονὰς φησι δεῖν διώκειν τὸν ὀρθὸν βίον οὔτ’ αὖ τὸ παράπαν φεύγειν τὰς λύπας, ἀλλ’ αὐτὸ ἀσπάζεσθαι τὸ μέσον, ὃ νῦν δὴ προσεῖπον ὡς ἵλεων ὀνομάσας.

⟨Τοῦ αὐτοῦ⟩

Οὐδαμοῦ γὰρ δεινὸν ἀπειρία τῶν πάντων οὐδὲ μέγιστον κακῶν, ἀλλ’ ἡ πολυπειρία καὶ πολυμαθεία μετὰ κακῆς ἀγωγῆς γίγνεται πολὺ τούτων μείζων ζημία.

Πλάτων λέγοντός ποτε Ἰσοκράτους, ὡς δίκαια ποιεῖ πολὺν μισθὸν τοῖς μαθηταῖς εἰσπραττόμενος, τοὺς μὲν γὰρ εὐφυεῖς ὠφελῶν, περὶ δὲ τοὺς ἀφυεῖς πονεῖν, «τοὐναντίον» ἔφη, «ποιεῖς, Ἰσόκρατες· περὶ μὲν γὰρ τοὺς εὐφυεῖς οὐ πονεῖς, τοὺς δὲ ἀφυεῖς οὐκ ὠφελεῖς».

Τοῦ αὐτοῦ ἐκ τοῦ Εὐθύφρονος

Ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιμεληθῆναι, ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων.

⟨Τοῦ αὐτοῦ⟩

Οὐχ ἧττον μανθάνοντι πονητέον ἢ γυμναζομένῳ.

⟨Τοῦ αὐτοῦ⟩

Τὰς τῶν μαθημάτων ἡδονὰς ἀμίκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς πολλῶν ἀνθρώπων, ἀλλὰ τῶν σφόδρα ὀλίγων.

Πολιτείας ϛʹ

Παντὸς σπέρματος πέρι ἢ φυτοῦ εἴτ’ ἐγγείων εἴτε τῶν ζῴων ἴσμεν, ὅτι τὸ μὴ τυχὸν τροφῆς ἧς προσήκει μηδὲ ὥρας μηδὲ τόπου, ὅσῳ ἂν ἐρρωμενέστερον ᾖ, τοσούτῳ πλειόνων ἐνδεῖ τῶν πρεπόντων· ἀγαθῷ γάρ που κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ. — Πῶς δ’ οὔ; — Ἔχει δή, οἶμαι, λόγον τὴν ἀρίστην φύσιν ἐν ἀλλοτριωτέρᾳ οὖσαν τροφῇ κακίον’ ἀπαλλάττειν τῆς φαύλης. — Ἔχει. — Οὐκοῦν, καὶ τὰς ψυχὰς φῶμεν οὕτω τὰς εὐφυεστάτας κακῆς παιδαγωγίας τυχούσας διαφερόντως κακὰς γίγνεσθαι; ἢ οἴει τὰ μεγάλα ἀδικήματα καὶ τὴν ἄκρατον πονηρίαν ἐκ φαύλης, ἀλλ’ οὐκ ἐκ νεανικῆς φύσεως τροφῇ διολομένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν ποτε αἰτίαν ἔσεσθαι;

Ἐν ταὐτῷ

Ὁρᾷς οὖν ὅτι οὐ καλῶς ἐλέγομεν, ὡς ἄρα καὶ αὐτὰ τὰ τῆς φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ τροφῇ γένηται, αἴτια τρόπον τινὰ τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτηδεύματος καὶ τὰ λεγόμενα ἀγαθὰ πλοῦτοί τε καὶ πᾶσα ἡ τοιαύτη παρασκευή.

Νόμων ϛʹ

Παντὸς φυτοῦ ἡ πρώτη βλάστη καλῶς ὁρμηθεῖσα πρὸς ἀρετὴν τῆς αὑτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον τῶν τε ἄλλων φυτῶν καὶ τῶν ζῴων ἡμέρων καὶ ἀγρίων ⟨καὶ ἀνθρώπων⟩· ἄνθρωπος δέ, ὥς φαμεν, ἥμερον, ὅμως μὴν παιδείας μὲν ὀρθῆς τυχὸν καὶ φύσεως εὐτυχοῦς θειότατον ἡμερώτατόν τε ζῷον γίγνεσθαι φιλεῖ, μὴ ἱκανῶς δὲ ἢ μὴ καλῶς τραφὲν ἀγριώτατον ὁπόσα φύει γῆ.

Ἐκ τοῦ Τιμαίου

Ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον.

Contents

Sign in to save your reading →