Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Ξενοφῶντος

Κράτιστον μέν ἐστι παρὰ τῆς ἑαυτοῦ φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι· δεύτερον δὲ παρὰ τῶν ἀληθῶς ἀγαθῶν.

Δημοκρίτου

Οὔτε τέχνη οὔτε σοφίη ἐφικτόν, ἢν μὴ μάθῃ τις.

Τοῦ αὐτοῦ

Ἔστι κου νέων ξύνεσις καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονέειν, ἀλλ’ ὡραίῃ τροφῇ καὶ φύσις.

Τοῦ αὐτοῦ

Ὁ ἀντιλογεόμενος καὶ πολλὰ λεσχηνευόμενος ἀφυὴς ἐς μάθησιν.

Διογένης

Διογένης ἄτοπον ἔφησεν εἶναι ἐπὶ μὲν τὸν λύχνον ἐπιχεῖν ἔλαιον, ἵνα ἐπὶ τῆς τραπέζης ὁρῶμεν, ὅπως δὲ τῇ διανοίᾳ φρονιμώτεροι γενόμενοι κατανοήσομεν τὰ τῷ βίῳ βέλτιστα, μηδὲν ἐθέλειν ἀναλίσκειν.

Ὁ αὐτός

Ὁ αὐτὸς ἐρωτηθείς, τί ἡ γῆ βαστάζει βαρύτατον, ἔφη· «ἄνθρωπον ἀπαίδευτον».

Ἀντισθένης

Ἀντισθένης ἐρωτηθεὶς ὑπό τινος, τί διδάξει τὸν υἱόν, εἶπεν, «εἰ μὲν θεοῖς μέλλει συμβιοῦν, φιλόσοφον, εἰ δὲ ἀνθρώποις, ῥήτορα».

Σόλων

Σόλων ἐπετίμα τινὶ κυβεύοντι· τοῦ δὲ λέγοντος περὶ μικροῦ παίζειν, «ἀλλὰ τὸ ἔθος οὐ μικρόν», ἔφη.

Ὑπερίδης

Ὑπερίδης ὁ ῥήτωρ ἔλεγε μὴ δύνασθαι καλῶς ζῆν, μὴ μαθόντα ⟨τὰ⟩ καλὰ τὰ ἐν τῷ βίῳ.

Σωκράτης

Σωκράτης ἐρωτηθείς, τί ἐπιστήμη, ἔφη· «ἐπιμέλεια ψυχῆς»· πόθεν δὲ μάλιστα κακοὶ γίνονται, «ἐξ ἀγωγῆς κακῆς καὶ ὁμιλίας πονηρᾶς» ἔφη.

Πλάτων

Πλάτων εἶπε τὴν παιδείαν τοῖς ἀνθρώποις δεύτερον ἥλιον εἶναι.

Ζήνων

Ζήνων ἐρωτηθείς, πῶς ἄν τις νέος ἐλάχιστα ἁμαρτάνοι, «εἰ πρὸ ὀφθαλμῶν ἔχει», ἔφη, «οὓς μάλιστα τιμᾷ καὶ αἰσχύνεται».

Ἐκ τῆς Περὶ φιλίας ἐπιστολῆς

Ἡ παιδεία κἂν μηδὲν ἕτερον ἀγαθὸν ἔχῃ, τό γε συμφοιτᾶν αὐτὴν νυκτὸς καὶ ἡμέρας ἐκσῴζει κακίας, οἷς ἂν ᾖ τις αἰδώς· καὶ πολλοὶ σφᾶς αὐτοὺς καὶ ἄλλους * *

Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων

Τὸ κύμινον, φασί, δεῖ σπείρειν βλασφημοῦντας, οὕτω γὰρ καλὸν φύεσθαι· καὶ τοὺς νέους χρὴ παιδεύειν ἐπισκώπτοντας, οὕτω γὰρ χρήσιμοι ἔσονται.

Πλάτωνος

Πᾶσα ψυχὴ δείμασι συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι· τοῦτο δέ που πᾶς ἂν φαίη δειλίας ἄσκησιν ἀλλ’ οὐκ ἀνδρίας εἶναι. Τὸ δ’ ἐξ ἐναντίας ἀνδρίας ἂν φαῖμεν ἐκ νέων εὐθὺς ἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτοντα ἡμῖν δείματά τε καὶ φόβους.

Ἐκ τῶν Ἀριστωνύμου τομαρίων καὶ Σωκράτους

Ταῖς μὲν πόλεσι τὰ τείχη, ταῖς δὲ ψυχαῖς ὁ ἐκ παιδείας νοῦς κόσμον καὶ ἀσφάλειαν παρέχει.

Φιλόξενος ὁ μουσικός

Φιλόξενος ὁ μουσικὸς ἐρωτηθείς, τί μάλιστα συνεργεῖ παιδείᾳ, εἶπε, «χρόνος».

Διογένης

Διογένης ἔλεγε τὴν τῶν παίδων ἀγωγὴν ἐοικέναι τοῖς τῶν κεραμέων πλάσμασιν· ὡς γὰρ ἐκεῖνοι ἁπαλὸν μὲν τὸν πηλὸν ὄντα ὅπως θέλουσι σχηματίζουσι καὶ ῥυθμίζουσιν, ὀπτηθέντα δὲ οὐκέτι δύνανται πλάσσειν, οὕτω καὶ τοὺς ἐν νεότητι μὴ διὰ πόνων παιδαγωγηθέντας, τελείους γενομένους ἀμεταπλάστους γίνεσθαι.

Μόνιμος ὁ Κυνικὸς φιλόσοφος

Μόνιμος ὁ Κυνικὸς φιλόσοφος ἔφη, κρεῖττον εἶναι τυφλὸν ⟨εἶναι⟩ ἢ ἀπαίδευτον· τὸν μὲν γὰρ εἰς τὸν βόθρον, τὸν δὲ εἰς τὸ βάραθρον ἐμπίπτειν.

Ἐκ τῶν Δίωνος Χρειῶν

Ἀθηναίοις ἐρομένοις, ὅπως λῷον ⟨ἂν⟩ αὐτοῖς γίγνοιτο, ἔχρησεν ἡ Πυθία· εἰ τὸ κάλλιστον εἰς τὸ δεξιὸν οὖς τῶν παίδων ἐντιθέναι βούλοιντο· οἱ δὲ τρήσαντες αὐτὸ χρυσίον ἐνέβαλον, ἀγνοήσαντες, ὅτι τὸν φιλόσοφον λόγον ἐμήνυσε.

Δημοκρίτου

Φαύλων ὁμιλίη ξυνεχὴς ἕξιν κακίης συναέξει.

Πλάτωνος Νόμων αʹ

Ἢ τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ⟨ἂν⟩, ὡς ἑνὸς μὲν βραχὺ τῇ πόλει γίγνοιτ’ ἂν ὄφελος, εἰ δ’ ὅλως ἐρωτᾷς παιδείαν τῶν παιδευθέντων, τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν, ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντ’ ἂν ἄνδρες ἀγαθοί, γενόμενοι δὲ τοιοῦτοι τὰ τε ἄλλα ἂν πράττοιεν καλῶς, ἔτι δὲ κἂν νικῷεν τοὺς πολεμίους μαχόμενοι. παιδεία μὲν οὖν φέρει καὶ νίκην, νίκη δὲ ἐνίοτε ἀπαιδευσίαν· πολλοὶ γὰρ ὑβριστότεροι διὰ πολέμων νίκας γενόμενοι, μυρίων ἄλλων κακῶν δι’ ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονε Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασί τε καὶ ἔσονται.

Διογένους

Ἡ παιδεία ὁμοία ἐστὶ χρυσῷ στεφάνῳ· καὶ γὰρ τιμὴν ἔχει καὶ πολυτέλειαν.

Ἰσοκράτους πρὸς Δημόνικον

Πάντων μὲν ἐπιμελοῦ τῶν περὶ τὸν βίον, μάλιστα δὲ τὴν σαυτοῦ φρόνησιν ἄσκει· μέγιστον γὰρ ἐν ἐλαχίστῳ νοῦς ἀγαθὸς ἐν ἀνθρώπου σώματι.

⟨Τοῦ αὐτοῦ⟩

Ἡγοῦ τῶν ἀκουσμάτων πολλὰ πολλῶν εἶναι χρημάτων κρείττω· τὰ μὲν γὰρ ταχέως ἀπολείπεται, τὰ δὲ πάντα τὸν χρόνον παραμένει· σοφία γὰρ μόνη τῶν κτημάτων ἀθάνατος.

⟨Τοῦ αὐτοῦ⟩

Ὥσπερ τὴν μέλιτταν ὁρῶμεν ἐφ’ ἅπαντα μὲν τὰ βλαστήματα καθιζάνουσαν, ἀφ’ ἑκάστου δὲ τὰ χρήσιμα λαμβάνουσαν, οὕτω χρὴ καὶ τοὺς παιδείας ὀρεγομένους μηδενὸς μὲν ἀπείρως ἔχειν, πανταχόθεν δὲ τὰ χρήσιμα συλλέγειν.

Contents

Sign in to save your reading →