Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Οἵῳ τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῇ, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς τρόπους.

Πλάτωνος Πολιτείας ζʹ

Κόποι καὶ ὕπνοι μαθήμασι πολέμιοι.

Ἐν ταὐτῷ

Τά τε χύδην μαθήματα ἐν τῇ παιδείᾳ γενόμενα τούτοις συνακτέον εἰς σύνοψιν οἰκειότητός τε ἀλλήλων τῶν μαθημάτων καὶ τῆς τοῦ ὄντος φύσεως.

Σωκράτους

Πανήγυρίς ἐστι ψυχῆς ἡ παιδεία· πολλὰ γάρ ἐστιν ἐν αὐτῇ [ψυχῆς] θεάματα καὶ ἀκούσματα.

Τοῦ αὐτοῦ

Τοῖς μὲν σταδιοδρομοῦσιν ἐπὶ τῷ τέρματι τὸ βραβεῖον τῆς νίκης, τοῖς δὲ φιλοπονήσασιν ἐπὶ τοῦ γήρως τὸ πρωτεῖον τῆς φρονήσεως ἀπόκειται.

Τοῦ αὐτοῦ

Οὗτος ἰδὼν πλούσιον ἀπαίδευτον, ἔφη· «ἰδοὺ καὶ τὸ χρυσοῦν ἀνδράποδον».

Ἀριστοτέλους

Οὗτος ἐρωτηθείς, τί τῶν ζῴων κάλλιστον, ἔφη· «ἄνθρωπος τὴν ψυχὴν παιδείᾳ κεκοσμημένος».

Ἀριστοτέλης

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινος, ὅτι βαρβαρίζει, ἔφη· «ἐγὼ μὲν τῷ λόγῳ, ὑμεῖς δὲ τῷ τρόπῳ».

⟨Demosthenis⟩

Οὐ μικρὸν ὠφελεῖ τὸ τὰ βέλτιστα ἀκούειν ὑμᾶς συνεθίζειν.

Τοῦ αὐτοῦ

Ἅπασα φύσις βελτίων γίγνεται παιδείαν προσλαβοῦσα τὴν προσήκουσαν, πολὺ δὲ μάλιστα ὅσοις ἐξ ἀρχῆς εὐφυέστερον τῶν ἄλλων ἔχειν ὑπῆρξε· τοῖς μὲν γὰρ αὑτῶν μόνον βελτίοσι γίγνεσθαι, τοῖς δὲ καὶ τῶν ἄλλων συμβαίνει διενεγκεῖν.

Θουκυδίδου

Κράτιστον δὲ εἶναι ἐν τοῖς ἀναγκαίοις παιδεύεσθαι.

Εὐκλείδου

Οὗτοι γὰρ τῶν ἀνθρώπων κάλλιστα μανθάνουσιν, οἵ τινες καὶ τὰ κάλλιστα μιμοῦνται.

Δημώνακτος Ὑψαίου καὶ Σωκράτους

Τὰς μὲν πόλεις ἀναθήμασι, τὰς δὲ ψυχὰς μαθήμασι κοσμεῖν δεῖ.

Σωκράτης

Σωκράτης ἐρωτηθείς, πῶς ἄν τις ἄγοι καλῶς τοὺς ἰδίους παῖδας, εἶπε· «νέους μὲν ὄντας παιδεύσας, ἄνδρας δὲ γενομένους διδάξας συμπεριφέρεσθαι τοῖς ἀποβαίνουσι καὶ τὴν οὐσίαν διανείμας αὐτοῖς, ἵνα μὴ διὰ τοῦτο ἐχθροὶ γένωνται».

Ἰσοκράτους πρὸς Δημόνικον

Τὰ μὲν γὰρ σώματα τοῖς συμμέτροις πόνοις, ἡ δὲ ψυχὴ σπουδαίοις λόγοις αὔξεσθαι πέφυκε.

Δημοκρίτου

Πάντων κάκιστον ἡ εὐπετείη παιδεῦσαι τὴν νεότητα, αὕτη γάρ ἐστι ἣ τίκτει τὰς ἡδονὰς ταύτας, ἐκ τῶν ἡ κακότης γίνεται.

Τοῦ αὐτοῦ

Ζηλωτικῶς ὁμῆ πονέειν παῖδες ἀνιέντες, οὔτε γράμματ’ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην, οὐδ’, ὅπερ μάλιστα τὴν ἀρετὴν ξυνέχει, τὸ αἰδέεσθαι· μάλα γὰρ ἐκ τούτου φιλέει γίνεσθαι ἡ αἰδώς.

Τοῦ αὐτοῦ

Ἡ παιδεία εὐτυχοῦσι μὲν ἐστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον.

Τοῦ αὐτοῦ

Κρέσσων ἐπ’ ἀρετὴν φανέεται προτροπῇ χρεώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμῳ καὶ ἀνάγκῃ. Λάθρῃ μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰργμένον ἀδικίης ὑπὸ νόμου, τὸν δὲ ἐς τὸ δέον ἠγμένον πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρῃ οὔτε φανερῶς ἔρδειν τι πλημμελές· διόπερ ξυνέσι τε καὶ ἐπιστήμῃ ὀρθοπρηγέων τις ἀνδρήιος ἅμα καὶ εὐθύγνωμος γίνεται.

Πλάτωνος ἐκ τοῦ Θεάγους

Πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα, τὰ τε ἄλλα καὶ ἄνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος γίγνεται. οὕτως δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τὰ ἄλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ υἱέος τούτου, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι.

Διογένους

Ὅταν ἄλλου τινὸς φροντίζῃς, τότε ἀμελεῖς σαυτοῦ.

Πλάτων

Πλάτων παρεκελεύετο τοῖς μαθηταῖς τρία ταῦτα ἔχειν· ἐπὶ μὲν τῆς γνώμης σωφροσύνην, ἐπὶ δὲ τῆς γλώττης σιγήν, ἐπὶ δὲ τῶν ὀφθαλμῶν αἰδῶ.

Κλεάνθης

Κλεάνθης ἑταίρου ἀπιέναι μέλλοντος καὶ ἐρωτῶντος πῶς ἂν ἥκιστα ἁμαρτάνοι, εἶπεν· «εἰ παρ’ ἕκαστα ὧν πράττοις δοκοίης με παρεῖναι».

Ὁ αὐτός

Ὁ αὐτὸς ἔφη τοὺς ἀπαιδεύτους μόνῃ τῇ μορφῇ τῶν θηρίων διαφέρειν.

Δημοκρίτου

Ἡ φύσις καὶ ἡ διδαχὴ παραπλήσιόν ἐστι· καὶ γὰρ ἡ διδαχὴ μεταρυσμοῖ τὸν ἄνθρωπον, μεταρυσμοῦσα δὲ ⟨καὶ⟩ φύσις ποιέει.

Τοῦ αὐτοῦ

Τὰ μὲν καλὰ ἔργματα τοῖσι πόνοισι ἡ μάθησις ἐξεργάζεται, τὰ δ’ αἰσχρὰ ἄνευ πόνων αὐτόματα ⟨ἡ ἀμαθίη⟩ καρποῦται· καὶ γὰρ ὦν οὐκ ἐθέλοντα πολλάκις ἐξέργει τοιοῦτον εἶναι· οὕτω μεγάλης τε τῆς φυτικῆς ἐστι.

Μητροδώρου

Νέος ἐν πολυτελέσι βρώμασι καὶ ποτοῖς ἔτι δὲ ἀφροδισίοις ἀναστρεφόμενος λέληθεν ἑαυτὸν ἐν τῷ θέρει τὴν χλαῖναν κατατρίβων.

Ἀντισθένους

Δεῖ τοὺς μέλλοντας ἀγαθοὺς ἄνδρας γενήσεσθαι τὸ μὲν σῶμα γυμνασίοις ἀσκεῖν, τὴν δὲ ψυχὴν παιδεύσει.

Δημοσθένης Φιλιππικῶν

Ἔστι δὲ οὐδέποτ’, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν. Ὁποῖα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν.

Contents

Sign in to save your reading →