Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

⟨Tragici incerti⟩

Ἀεί τι βούλου χρήσιμον προσμανθάνειν.

Φιλήμονος

Ἤκουσα τούτων αὐτός· οὐδὲ φύεται αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς, ὥσπερ ἐν ἀγρῷ θύμ’· ἐκ δὲ τοῦ λέγειν τι καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαί ⟨τί που⟩ κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες.

Μενάνδρου

Ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσῃ.

Τοῦ αὐτοῦ Καρχηδονίῳ

Ἔργον ἐκ πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.

Τοῦ αὐτοῦ Φιλαδέλφοις

Οὐ ῥᾴδιον ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.

Εὐριπίδου Μελεάγρῳ

Ἐκ γὰρ πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ σκληρὰς διαίτας, οἱ γόνοι βελτίονες.

Ξενοκράτης

Ξενοκράτης νέον φιλοσοφεῖν βουλόμενον ἤρετο, εἰ γεγεωμέτρηκε· τοῦ δὲ ἀποφήσαντος, ἀλλ’ εἰ ἠστρονόμηκε· καὶ τοῦτο ἀπειπόντος, ἀλλ’ εἰ τὰ τῶν ποιητῶν ἀνέγνωκεν· ὁ δὲ καὶ τοῦτο ἔξαρνος ἦν· ἄλλως δὲ εἰ γράμματα οἶδεν· ⟨οὐδὲ⟩ ταῦτα ἔφη ἐκεῖνος εἰδέναι. «Πόκος τοίνυν», εἶπεν ὁ Ξενοκράτης, «ὑπὸ γναφέως οὐ πλύνεται».

Αἰσχίνου Σωκρατικοῦ

Οὗτός ἐστι Μιλτιάδης ὁ Στησαγόρου, ὃς παῖς μὲν ὢν ἤσκει Ὀλύμπια καὶ κρείττων ἦν τοὺς πόνους πονῶν ἢ παιδοτρίβης ἐπιτάττων· ἐκεῖ δὲ μείζους παῖδας αὑτοῦ καὶ πρεσβυτέρους κατεμαχέσατο καὶ ἀγωνιζόμενος ὑπὲρ τοῦ στεφάνου ἄκων ὑπὸ τοῦ παιδοτρίβου ἐξήχθη·

Αἰσχίνου — συνέχεια

ἔτι δὲ ἐπίτροποι αὐτοῦ ἐγένοντο οὔτε τὰς αὐτὰς ἡλικίας ἔχοντες οὔτε τοὺς αὐτοὺς τρόπους· καὶ τούτων ἁπάντων ἦν κατήκοος. Παιδαγωγὸς αὐτῷ ἠκολούθει οὐ πάνυ σπουδαῖος καὶ τούτῳ οὐδὲν πώποτε ἠναντιώθη. Ταῦτα μὲν παιδὶ ὄντι αὐτῷ ἐπιτετήδευται· ἐπεὶ δὲ μειράκιον ἤρχετο γίγνεσθαι, σιωπᾶν καλὸν ἡγήσατο εἶναι· σεσιώπηται αὐτῷ μᾶλλον ἢ τοῖς χαλκοῖς ἀνδριᾶσι. Τοῦ σώματος αὐτῷ καλὸν ἐδόκει εἶναι ἐπιμελεῖσθαι· ἐπιμεμέληται τούτου, ὥστ’ ἔτι καὶ νῦν τῶν ἡλικιωτῶν ἄριστα ἔχει τὸ σῶμα.

Εὐριπίδου κωμ̅

Ὅστις νέος ὢν Μουσῶν ἀμελεῖ, τόν τε παρελθόντ’ ἀπόλωλε χρόνον, καὶ τὸν μέλλοντα τέθνηκε.

⟨Comici incerti.⟩

Φύσιν ἔχειν ἄριστόν ἐστι· δεύτερον δὲ ⟨μανθάνειν.⟩

Πλάτωνος Νόμων ζʹ

Ἀγνοεῖται παρὰ τοῖς πᾶσιν ὀλίγου. — Τὸ ποῖον; — Ὡς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ διαφέροντά ἐστιν ἡμῶν φύσει πρὸς τὰς χρείας εἰς ἑκάστας τῶν πράξεων τὰ περὶ τὰς χεῖρας· ἐπεὶ τὰ γε περὶ πόδας τε καὶ ⟨τὰ⟩ κάτω τῶν μελῶν, οὐδὲν διαφέροντα εἰς τοὺς πόνους φαίνεται· τὰ δὲ κατὰ χεῖρας ἀνοίᾳ τροφῶν καὶ μητέρων οἷον χωλοὶ γεγόναμεν ἕκαστοι. τῆς φύσεως γὰρ ἑκατέρων τῶν μελῶν σχεδὸν ἰσορροπούσης, αὐτοὶ διὰ τὰ ἔθη διάφορα αὐτὰ πεποιήκαμεν οὐκ ὀρθῶς χρώμενοι.

Κράντωρ

Κράντωρ ἔλεγε μήτε δύνασθαί τινα τὰ μεγάλα πρὸ τῶν μικρῶν μυηθῆναι, μήτ’ ἂν ἐπὶ φιλοσοφίαν ἐλθεῖν πρὶν ἐν τοῖς ἐγκυκλίοις διαπονηθῆναι.

Ἀρκεσίλαος

Ἀρκεσίλαος ὁρῶν τινα νεανίσκον φιλοσόφων λόγων κατακούοντα πρὶν παιδευθῆναι, οὐδὲ τοὺς τῆς Δήμητρος, ἔφη, καρποὺς καλλίστους καὶ τροφιμωτάτους ὄντας εὐθὺς ἐκ γενετῆς τοῖς παισὶν ἁρμόζειν, τὸ δὲ γάλα τῶν τιτθῶν.

Δημοσθένης

Δημοσθένης ὁ ῥήτωρ ἔφη τὴν μὲν ῥίζαν τῆς παιδείας εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς.

Ἀριστοτέλης

Ἀριστοτέλης ὁ Περιπατητικὸς ἐρωτηθεὶς ὑπό τινος, τί μάλιστα δεῖ ἀσκεῖν τοὺς νέους, εἶπε· «παιδείαν».

Θεοφράστου

Ἀναγκαιοτάτη δ’ ἐπὶ γυναικῶν ἡ τῶν γραμμάτων δοκεῖ παίδευσις εἶναι καὶ αὐτὴ μέχρι χρησίμου πρὸς οἰκονομίαν· τὸ δ’ ἐξακριβούμενον ἐπὶ πλέον ἀργοτέρας τε ποιεῖ πρὸς τἆλλα καὶ λάλους καὶ περιέργους.

Ἰαμβλίχου ἐκ τοῦ Περὶ ψυχῆς

Ἡ γὰρ συνακολουθοῦσα παντὶ τῷ βουλήματι τοῦ διδάσκοντος τῶν μανθανόντων, αὕτη πασῶν ἐστι μουσικωτάτη τε καὶ ἀρίστη ἀκρόασις.

Ἀντισθένης

Ἀντισθένης ὁ Σωκρατικὸς φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, ποῖος στέφανος κάλλιστός ἐστιν, εἶπεν, «ὁ ἀπὸ παιδείας».

Ὁ αὐτός

Ὁ αὐτὸς ἐρωτηθεὶς, τί ἀναγκαιότατον εἴη μάθημα, «τὸ ἀπομαθεῖν», εἶπε, «τὰ κακά».

Ἀριστοτέλης

Ἀριστοτέλης ἔφη τὴν παιδείαν εὐτυχοῦσι μὲν κόσμον εἶναι, πταίουσι δὲ καταφυγὴν ἐλευθέριον.

Πλάτωνος

Ψυχῆς ἀνθρώπῳ κτῆμα οὐκ ἔστιν εὐφυέστερον εἰς τὸ φυγεῖν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὰ πάντων ἄριστα καὶ ἑλόντα αὖ κοινῇ ξυνοικεῖν τὸν ἐπίλοιπον βίον.

Τοῦ αὐτοῦ

Πᾶσα ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλ’ οὐ σοφία φαίνεται.

Αἰλιανοῦ

Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι ⟨μὴ⟩ παιδεύσαντες αὑτῶν τοὺς υἱεῖς, εἶτα ἀπορούμενοι ἦγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους καὶ ἔκρινον αὐτοῖς ἀχαριστίας, ὅτι οὐ τρέφονται ὑπ’ αὐτῶν· εἶπε γὰρ ἀδύνατον ἀξιοῦν τοὺς πατέρας, μὴ γὰρ οἵους τε εἶναι τοὺς μὴ μαθόντας τὰ δίκαια ποιεῖν αὐτά.

Ἀντιφῶντος

Πρῶτον, οἶμαι, τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι· καὶ γὰρ τῇ γῇ οἷον ἄν τις τὸ σπέρμα ἐναρόσῃ, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν· καὶ ἐν νέῳ σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσῃ, ζῇ τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου, καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται.

Τοῦ αὐτοῦ

Ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο.

Contents

Sign in to save your reading →