Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Γʹ
II.3.heading · Wachsmuth pp. 25
⟨Περὶ ῥητορικῆς⟩
Πλάτωνος ἐκ τοῦ Ἀλκιβιάδου βʹ
II.3.1 · Wachsmuth pp. 25
Ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμιγμένων ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν, τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος ὁπότε βέλτιστον ἑνὶ ἑκάστῳ τούτων χρῆσασθαι καὶ πρὸς τίνα;
— Φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες.
Πλάτωνος ἐκ τοῦ Γοργίου
II.3.2 · Wachsmuth pp. 25
Νῦν μοι δοκεῖς δηλῶσαι, ὦ Γοργία, ἐγγύτατα, τὴν ῥητορικὴν ἥντινα τέχνην ἡγῇ εἶναι, καὶ εἴ τι ἐγὼ συνίημι, λέγεις ὅτι πειθοῦς δημιουργός ἐστιν ἡ ῥητορική, καὶ ἡ πραγματεία αὐτῆς ἅπασα καὶ τὸ κεφάλαιον εἰς τοῦτο τελευτᾷ. Ἢ ἔχεις τι λέγειν ἐπὶ πλέον τὴν ῥητορικὴν δύνασθαι, ἢ πειθὼ τοῖς ἀκούουσιν ἐν τῇ ψυχῇ ποιεῖν;
— Οὐδαμῶς, ὦ Σώκρατες, ἀλλά μοι δοκεῖς ἱκανῶς ὁρίσασθαι.
Πλάτωνος
II.3.3a · Wachsmuth pp. 25
ἂν γὰρ ἀποθάνῃ εἷς τις πονηρός, δύ’ ἀνέφυσαν ῥήτορες· οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει, ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.
⟨Incerti comici⟩
II.3.3b · Wachsmuth pp. 26
Κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσῃ.
Τοῦ αὐτοῦ
II.3.4 · Wachsmuth pp. 26
Ἰδών τινα Πλάτων φαῦλα μὲν πράττοντα, δίκας δὲ ὑπὲρ ἑτέρων λέγοντα, εἶπεν, Οὗτος νοῦν “ἐπὶ γλώσσῃ φέρει”.