Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 31

Κεφάλαιον ΛΑʹ

Περὶ ἀγωγῆς καὶ παιδείας.

Εὐριπίδου Ἑκάβῃ

Ἔχει γέ ⟨τοι⟩ τι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ· τοῦτο δ’ ἤν τις εὖ μάθῃ, οἶδεν τό γ’ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.

Τοῦ αὐτοῦ

Παῖς ὢν φυλάττου πραγμάτων αἰσχρῶν ἄπο· ὡς ἢν τραφῇ τις μὴ κακῶς, αἰσχύνεται ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει εἰς γῆρας αὐτοῖς τοῖς τρόποισιν ἔμφυτον.

Τοῦ αὐτοῦ Ἱκετίδων

Τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· αἰσχύνεται γὰρ τἀγάθ’ ἀσκήσας ἀνὴρ κακὸς κεκλῆσθαι πᾶς τις· ἡ δ’ εὐανδρία διδακτόν, εἴπερ καὶ βρέφη διδάσκεται λέγειν τ’ ἀκούειν θ’ ὧν μάθησις ἐν λόγῳ. ἃ δ’ ἂν μάθῃ τις ταῦτα σῴζεσθαι φιλεῖ εἰς γῆρας· οὕτω παῖδας εὖ παιδεύετε.

Τοῦ αὐτοῦ Πελιάσιν

Ὁ γὰρ ξυνών, κακὸς μὲν ἢν τύχῃ γεγώς, τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δ’ ὁ χρηστός· ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.

Σοφοκλέους

Ἐπεὶ πέπρακται πᾶν τὸ τοῦ θεοῦ καλῶς, χωρῶμεν ἤδη, παῖδες, ἐς τὰ τῶν σοφῶν διδασκαλεῖα μουσικῆς. παιδεύματα προσλαμβάνειν γὰρ δεῖ καθ’ ἡμέραν αἰεί, ἕως ⟨τ’⟩ ἂν ἐξῇ μανθάνειν βελτίονα. παῖς δ’ οὖν κακὸν μὲν δρᾶν τι προῖκ’ ἐπίσταται, αὐτὸς παρ’ αὑτοῦ μανθάνων ἄνευ πόνου· τὰ χρηστὰ δ’, οὐδ’ ἢν τὸν διδάσκαλον λάβῃ, ἐμνημόνευσεν, ἀλλὰ κέκτηται μόλις. ταῦτ’ οὖν φυλαξώμεσθα καὶ μοχθητέον, ὦ παῖδες, ὡς ἂν μήτ’ ἀπαιδεύτων βροτῶν δοκῶμεν εἶναι, κατοδημοῦντος πατρός * * *

Ἐμπεδοκλέους

Ἀλλ’ ἄγε, μύθων κλῦθι, μάθησις γὰρ φρένας αὔξει.

Σοφοκλέους Αἴαντος

Οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν ἔχοντες οὐκ ἴσασι πρίν τις ἐκβάλῃ.

Εὐριπίδου Ἱππολύτου

Ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην, τί δὴ τέχνας μὲν μυρίας διδάσκετε καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε, ἓν δ’ οὐκ ἐπίστασθ’, οὐδ’ ἐθηράσασθέ πω, φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

Ἀντιφάνους

Τὸ γὰρ πεπαιδεῦσθαι, μόνον ἄν τις τοῦτ’ ἔχῃ, ἀληθές ἐστι καὶ τὸ ⟨τῶν⟩ ἀδικημάτων μὴ λαμβάνειν τὰς ἀξίας τιμωρίας, ἐλεεῖν δὲ πάντως.

Παροιμία

Μελέτη χρονισθεῖσ’ εἰς φύσιν καθίσταται.

Ἀλέξιδος

Ὦ παῖ, μέγιστος ἔρανός ἐστί μοι τὸ σὲ θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον παρὰ τοῦ πατρός, δεῖ τοῦτον ἀποδοῦναί με σοί.

Ἀριστοφάνους Νεφελῶν

Λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν, ὡς διέκειτο, ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ’νενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν’ ἀκοῦσαι εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ τοὺς κωμήτας γυμνοὺς ἀθρόους, κεἰ κριμνώδη κατανίφοι. εἶτ’ αὖ προμαθεῖν ᾆσμ’ ἐδίδασκεν τὼ μηρὼ ⟨μὴ⟩ ξυνέχοντας, ἢ Παλλάδα περσέπολιν δεινάν, ἢ Τηλέπορόν τι βόημα ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.

Ἀριστοφάνους — συνέχεια

εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, ἐπετρίβετο τυπτόμενος πολλάς, ὡς τὰς Μούσας βασανίζων. ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές· εἶτ’ αὖ πάλιν αὖθις ἀνισταμένους συμψῆσαι καὶ προνοῆσαι εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν. ἠλείψατο δ’ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ’ ἄν, ὥστε τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.

Ἀριστοφάνους — συνέχεια

οὐδ’ ἂν μαλακὴν φυρασάμενος ⟨τὴν⟩ φωνὴν πρὸς τὸν ἐραστὴν αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν· οὐδ’ ἀνελέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, οὐδ’ ὀψοφαγεῖν, οὐδὲ κιχλίζειν, οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ. —

Ἀριστοφάνους — συνέχεια

Ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα, καὶ Κηκείδου καὶ Βουφονίων. — Ἀλλ’ οὖν ταῦτ’ ἐστὶν ἐκεῖνα ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡμὴ παίδευσις ἔθρεψε. σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι· ὥστε μ’ ἀπάγχεσθ’, ὅταν, ὀρχεῖσθαι Παναθηναίους δέον αὐτούς, τὴν ἀσπίδα τῆς αἰδοῦς προέχων ἀμελῇ τῆς Τριτογενείης. πρὸς ταῦτ’, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ·

Ἀριστοφάνους — συνέχεια

κἀπιστήσῃ μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι· καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, καὶ ⟨μὴ⟩ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν αἰσχρὸν ποιεῖν, ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ’ ἀναπλάττειν· μηδ’ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθῇς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθείς· μηδ’ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδ’ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης. —

Ἀριστοφάνους — συνέχεια

Εἰ ταῦτ’, ὦ μειράκιον, πείσῃ τούτῳ, νὴ τὸν Διόνυσον τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσιν βλιτομάμμαν. — Ἀλλ’ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ’, οἷά περ οἱ νῦν, οὐδ’ ἑλκόμενος περὶ πραγματίου γλισχαντιλογεξεπιτρίπτου· ἀλλ’ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

Μενάνδρου

[Μανθάνειν] ὅτου δ’ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.

Εὐριπίδου Ῥήσῳ

Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.

Μενάνδρου

Πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι, ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.

Σοφοκλέους Φθιωτίδων

Νέος πέφυκας· πολλὰ καὶ μαθεῖν σε δεῖ, καὶ πόλλ’ ἀκοῦσαι καὶ διδάσκεσθαι μακρά.

Contents

Sign in to save your reading →