Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 15

Δημοκρίτου

Ἔργα καὶ πρήξιας ἀρετῆς, οὐ λόγους ζηλοῦν χρεών.

Σωκράτους

Σωκράτης ἐρωτηθείς, τίνων μάλιστα ὁ λόγος ἰσχύει, „ὧν ἡ πρᾶξις“, εἶπε, „συνακολουθεῖ τῷ λόγῳ.“

⟨Εὐ⟩ξιθέου

⟨Εὐ⟩ξίθεος ὁ Ἀθηναῖος τοὺς χρηστοὺς μὲν ἐν τοῖς ⟨λόγοις⟩, ἀχρήστους δὲ κατὰ τὸν βίον ὁμοίους ἔφη εἶναι τοῖς ἀγαθοῖς ἐνυπνίοις.

Ἐκ τοῦ Ἐπικτήτου Ἐγχειριδίου

Τὰ πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιμέσιν ἐπιδείκνυσι πόσον ἔφαγεν, ἀλλὰ πέψαντα τὴν νομὴν ⟨ἔσω⟩, ἔρια ἔξω φέρει καὶ τυρόν· καὶ σὺ μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλὰ τὰ ἀπ’ αὐτῶν πραχθέντα ἔργα.

Δημοκρίτου

Οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει, οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφημίῃ λυμαίνεται.

Δημοσθένους Ὀλυνθιακῶν

Τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστι.

Φαλάριδος

Οὐδὲ τοῦτο συνιείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφοῖς πεπίστευται.

Διογένους

Διογένης λόγον τινὰ διεξῄει περὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ ὡς ἐπῄνουν αὐτὸν οἱ Ἀθηναῖοι, ὁ δὲ „κάκιστα ἀπόλοισθε“ εἶπε, „τοῖς ἔργοις μοι ἀντιλέγοντες.“

Πολυαίνου

Ὅταν μὲν γὰρ τῇ σεμνότητι τῶν λόγων καὶ ἡ πεῖρα τῶν ἔργων ἕπηται, τοῦτό τοι χρὴ καλεῖν δόγμα φιλοσόφου· ὅταν δὲ ὁ μὲν λόγος ἐπαγγέλληται μεγάλα, ὁ δὲ βίος πράττῃ μηδὲ τοὐλάχιστον, ἆρα οὐ κόμπος ταῦτα καὶ τερατεία σοφιστοῦ καὶ μειρακίων ἀκοὰς ἐκπλήττειν ἐσπουδακότος;

Ἐν ταὐτῷ περὶ Δημοσθένους

. . τοῖς λόγοις καλλωπιζόμενος, ἀλλὰ τοῖς ἔργοις ὑπερβάλλων τοὺς λόγους, εἴγε δὴ βάσανον τῆς ἀληθείας εἶναι χρὴ νομίζειν ὅταν τῷ λέγειν καὶ τὸ πράττειν ἕπηται.

Λυκίου ἐκ τῶν Μουσωνίου, Πότερον ἰσχυρότερον ἔθος ἢ λόγος

Αὖθις ἐνέπεσεν ἡμῖν ζήτησις, πότερον ἀνυσιμώτερον πρὸς κτῆσιν ἀρετῆς ἔθος ἢ λόγος ⟨εἴη⟩, εἰ ὁ μὲν λόγος διδάσκοι ὀρθῶς τί εἴη ποιητέον, τὸ δὲ ἔθος γίνοιτο κατὰ τοιοῦτον λόγον πράττειν ἐθιζομένων. Τῷ δὲ Μουσωνίῳ τὸ ἔθος ἐδόκει εἶναι ἀνυσιμώτερον, καὶ συνηγορῶν τῇ ἑαυτοῦ δόξῃ ἤρετο τῶν παρόντων τινὰ οὕτως· Δυοῖν ὄντοιν ἰατροῖν, τοῦ μὲν ἱκανοῦ λέγειν καὶ περὶ τῶν ἰατρικῶν ὡς ὅτι ἐμπειρότατα, περὶ δὲ θεραπείαν τῶν καμνόντων μηδὲν τετριμμένου, τοῦ δ’ εἰπεῖν μὲν ἀδυνάτου, θεραπεύειν δ’ εἰθισμένου κατὰ τὸν λόγον τὸν ἰατρικόν, πότερον, ἔφη, μᾶλλον ἕλοιο ἂν παρεῖναί σοι νοσοῦντι; Ὁ δ’ ἀπεκρίνατο, τὸν θεραπεύειν εἰθισμένον.

Λυκίου — συνέχεια

Καὶ ὁ Μουσώνιος· Τί δέ; δυοῖν ἀνδροῖν τοῦ μὲν πεπλευκότος πολλάκις καὶ κυβερνήσαντος ἤδη πλοῖα ἱκανά, τοῦ δὲ ὀλιγάκις μὲν πεπλευκότος, κυβερνήσαντος δὲ μηδέποτε· ἐὰν οὗτος ὁ μὴ κυβερνήσας ἱκανώτατα λέγῃ ὃν τρόπον χρὴ κυβερνᾶν, ὁ δ’ ἕτερος ἐνδεῶς καὶ παντάπασιν ἀσθενῶς, ποτέρῳ ἂν πλέων χρήσαιο κυβερνήτῃ; Καὶ ὃς εἶπεν, ὅτι τῷ κυβερνήσαντι πολλάκις.

Λυκίου — συνέχεια

Πάλιν ὁ Μουσώνιος· Μουσικοῖν δὲ δυοῖν, τοῦ μὲν τοὺς λόγους ἐπισταμένου τοὺς μουσικοὺς καὶ λέγοντος αὐτοὺς πιθανώτατα, ᾄδειν δὲ ἢ κιθαρίζειν ἢ λυρίζειν ἀδυνατοῦντος, τοῦ δὲ περὶ μὲν τοὺς λόγους ὄντος ἥττονος, κιθαρίζοντος δὲ καλῶς καὶ λυρίζοντος, ἔτι δὲ ᾄδοντος· ποτέρῳ ἂν ἐπιτρέψαις ἔργον μουσικόν, ἢ πότερον ἂν ἐθέλοις γενέσθαι διδάσκαλον τῶν μουσικῶν παιδὸς οὐκ εἰδότος; Ὁ δὲ ἀπεκρίνατο, ὅτι τὸν ἐν τοῖς ⟨ἔργοις⟩ ἱκανόν.

Λυκίου — συνέχεια

Τί οὖν, εἶπεν ὁ Μουσώνιος, ταῦτα μὲν ταύτῃ ἔχει· περὶ δὲ σωφροσύνης ἢ ἐγκρατείας τοῦ ἃ χρὴ δύνασθαι λέγειν οὐ πολὺ κρεῖττον τὸ ἐγκρατῆ γενέσθαι καὶ σώφρονα περὶ τὰ πραττόμενα πάντα; Συνεχώρει κἀνταῦθα ὁ νεανίσκος, ἧττον καὶ φαυλότερον εἶναι τοῦ σωφρονεῖν ἔργῳ τὸ λέγειν περὶ σωφροσύνης ἱκανῶς.

Λυκίου — συνέχεια

Ὅθεν ὁ Μουσώνιος συνάπτων τοῖς προειρημένοις, πῶς οὖν ἐπὶ τούτοις, ἔφη, τὸ τὸν ἑκάστου λόγον ἐπίστασθαι πράγματος κρεῖττον ἂν εἴη τοῦ ἐθίζεσθαι καὶ πράττειν τὰ πράγματα κατὰ τὴν ὑφήγησιν τὴν τοῦ λόγου; ἐπείπερ τὸ μὲν ἔθος πρὸς τὸ δύνασθαι πράττειν ἄγει, τὸ δ’ ἐπίστασθαι λόγον τοῦ πράγματος πρὸς τὸ δύνασθαι λέγειν. Συνεργεῖ μὲν γὰρ καὶ τῇ πράξει ὁ λόγος διδάσκων ὅπως πρακτέον καὶ ἔστι τῇ τάξει πρότερος τοῦ ἔθους· οὐ γὰρ ἐθισθῆναί τι καλὸν οἷόν τε μὴ κατὰ λόγον ἐθιζόμενον· δυνάμει μέντοι τὸ ἔθος προτερεῖ τοῦ λόγου, ὅτι ἐστὶ κυριώτερον ἐπὶ τὰς πράξεις ἄγειν τὸν ἄνθρωπον ἤπερ ὁ λόγος.

Ἐκ τοῦ Θεοδώρου τῶν Τέλητος ἐπιτομῆς, Περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι

Κρεῖττόν φασι τὸ δοκεῖν δίκαιον εἶναι τοῦ εἶναι· μὴ καὶ τὸ δοκεῖν ἀγαθὸν εἶναι τοῦ εἶναι κρεῖττόν ἐστιν; — Ἀμέλει. — Πότερον οὖν διὰ τὸ δοκεῖν ἀγαθοὶ ὑποκριταὶ εἶναι ⟨εὖ⟩ ὑποκρίνονται ἢ διὰ τὸ εἶναι; — ⟨Διὰ τὸ εἶναι. —⟩ Κιθαρίζουσι δὲ ⟨εὖ⟩ πότερον διὰ τὸ δοκεῖν ἀγαθοὶ κιθαρισταὶ ⟨εἶναι⟩ ἢ διὰ τὸ εἶναι; — Διὰ τὸ εἶναι. — Τὰ δ’ ἄλλα πάντα ἁπλῶς διὰ τὸ δοκεῖν ἀγαθοὶ ⟨εἶναι⟩ εὖ πράττουσιν ἢ διὰ τὸ εἶναι; — Διὰ τὸ εἶναι. — Δι’ ὃ δ’ εὖ βιοῦσι κρεῖττον ἢ δι’ ὃ μή· ὥστε κρεῖττον φαίνοιτ’ ἂν τὸ ἀγαθὸν εἶναι τοῦ δοκεῖν· ὁ γὰρ δίκαιος ἀγαθός, οὐχ ὁ δοκῶν δίκαιος εἶναι.

Τέλητος — συνέχεια

Καὶ τί ποτε ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ὅσα δοκοῦσιν ἄνθρωποι; μᾶλλον ἂν βούλοιο εἶναι ἐν αὐτοῖς ⟨ἢ δοκεῖν εἶναι⟩ καὶ ἔχειν αὐτὰ μᾶλλον ἢ δοκεῖν ἔχειν; εὐθέως, ὁρᾶν ἂν βούλοιο, ἢ δοκεῖν ὁρᾶν; ὑγιαίνειν μᾶλλον ἢ δοκεῖν; ἰσχύειν μᾶλλον ἢ δοκεῖν; εὔπορος εἶναι, φίλους ἔχειν μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῶν ψυχικῶν πάλιν, φρονεῖν μᾶλλον ἢ δοκεῖν; ἄλυπος εἶναι μᾶλλον ἢ δοκεῖν; θαρσαλέος εἶναι, ἄφοβος εἶναι, ἀνδρεῖος εἶναι μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῆς δικαιοσύνης δὲ οὐκέτι δίκαιος εἶναι μᾶλλον ἢ δοκεῖν; — Ἀλλὰ καὶ ἀνδρεῖος ἂν μᾶλλον βουλοίμην δοκεῖν ἢ εἶναι. — Ἢ οὐχ ὁ ἀνδρεῖος καὶ ἄφοβος καὶ ἄλυπος, οὐχ ὁ δοκῶν; διὰ τί δὲ βούλει ἀνδρεῖος δοκεῖν εἶναι; — Τιμήσουσί με. —

Τέλητος — συνέχεια

Καὶ γὰρ πρωτοστάτην σε καταστήσουσι καὶ μονομαχεῖν κελεύσουσι καὶ ἵνα λάχῃς μηχανήσονται καὶ λαχόντος ἐπιχαρήσονται καθάπερ τῷ Αἴαντι· εἶτα τί οἴει πείσεσθαι, δειλὸς μὲν ὤν, κινδυνεύων δέ; καὶ ἐὰν αἰχμάλωτος γένῃ δοκῶν ἀνδρεῖος εἶναι πέδας ἕξεις μεγάλας καὶ χειροπέδας, καὶ οὐθεὶς σοι μὴ πιστεύσει, ἀλλὰ καὶ κατακεκλεισμένος ἔσῃ, κἂν βασανίζωσί σε πολλὰς λήψῃ, καὶ λέγων τὴν ἀλήθειαν οὐ μὴ πιστευθήσῃ, ἀλλὰ δόξεις μωκᾶσθαι διὰ τὸ δοκεῖν καρτερικὸς εἶναι· καὶ κελεύσουσί σε δέρειν καὶ ἐπιτείνειν καὶ παροπτᾶν. ὅρα πόσα λήψῃ δοκῶν ἀνδρεῖος εἶναι καὶ καρτερικός· σὺ δὲ ἐκεῖνο μὲν προσφέρῃ, ταῦτα δὲ ἀποκρύπτεις, ὥσπερ οἱ ῥήτορες.

Πλάτωνος ἐκ τῆς πρὸς Ἀριστόδωρον ἐπιστολῆς

Ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναί τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἦθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινούσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν.

Αἰσχίνου περὶ Δημοσθένους

Πλεῖστον δὲ ἐκ πολιτείας εἰληφὼς ἀργύριον ἐλάχιστα περιεποιήσατο. Νῦν μέντοι τὸ βασιλικὸν χρυσίον ἐπικέκλυκε τὴν δαπάνην αὐτοῦ. Ἔσται δὲ οὐδὲ τοῦθ’ ἱκανόν· οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου περιεγένετο· καὶ τὸ κεφάλαιον, τὸν βίον οὐκ ἐκ τῶν ἰδίων προσόδων πορίζεται, ἀλλ’ ἐκ τῶν ἡμετέρων κινδύνων. Πρὸς δὲ εὐγνωμοσύνην καὶ λόγων δύναμιν πῶς πέφυκε; δεινὸς λέγειν, κακὸς βιῶναι. Οὕτω γὰρ κέχρηται καὶ τῷ αὐτοῦ σώματι καὶ παιδοποιίᾳ, ὥστ’ ⟨ἐμὲ⟩ μὴ βούλεσθαι λέγειν ἃ τούτῳ πέπρακται. Ἤδη γάρ ποτε εἶδον μισηθέντας τοὺς τὰ τῶν πλησίον αἰσχρὰ λίαν σαφῶς λέγοντας. Ἔπειτα τί συμβαίνει τῇ πόλει; οἱ μὲν λόγοι καλοί, τὰ δὲ ἔργα φαῦλα.

Contents

Sign in to save your reading →