Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 15

Κεφάλαιον ΙΕʹ

Περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον, ἀλλὰ τῷ τρόπῳ· ἐκτὸς γὰρ ἔργου πᾶς λόγος περιττός.

Ἀστυδάμαντος Ἀλκμαίωνος

⟨Οὐ⟩ τοῦ δοκεῖν μοι, τῆς δ’ ἀληθείας μέλει.

Εὐριπίδου Ἱκέτισιν

Τυδέως δ’ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· φιλότιμον ἦθος, πλούσιον, φρόνημα δὲ ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις ἔχων.

Αἰσχύλου Ἑπτὰ ἐπὶ Θήβας

⟨Οὐ⟩ γὰρ δοκεῖν ἄριστος, ἀλλ’ εἶναι θέλω βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

⟨Εὐ⟩ήνου

Ἡγοῦμαι σοφίης εἶναι μέρος οὐκ ἐλάχιστον ὀρθῶς γιγνώσκειν, οἷος ἕκαστος ἀνήρ.

Σοφοκλέους Οἰδίποδος

Οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.

Poetae incerti

Ὁ βίος ἔστ’ ἀλαζονείας δεόμενος.

Ἐπιχάρμου

Πρὸς ⟨δὲ⟩ τοὺς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις τυχὸν ἴσως ⟨οὐδὲν φρονῶν⟩.

Φωκυλίδου

Πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες, σὺν κόσμῳ στείχοντες, ἐλαφρόνοοί περ ἐόντες.

Εὐριπίδου

Πᾶς ὁ καθ’ ἑαυτὸν τεχνολογῶν θαυμάζεται, διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται, ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος.

Φιλήμονος Ἀδελφοῖς

Οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, οὐδ’ ἂν πορεύηταί τις εἰς τὴν γῆν βλέπων· ὁ δ’ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν, μηθὲν ποιῶν δ’ ἄσχημον, οὗτος κόσμιος.

Εὐριπίδου Φοίνικι

⟨Οἱ⟩ πεῖραν οὐ δεδωκότες μᾶλλον δοκοῦντες ἢ πεφυκότες σοφοί.

Εὐριπίδου Ἀντιόπῃ

Ὃς δ’ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείττω νομίζω τῶν λόγων ἀεί ποτε.

Εὐριπίδου

⟨Οὐ⟩ μὴ φρονήσεθ’, οἳ κενῶν δοξασμάτων πλήρεις πλανᾶσθε, τῇ δ’ ὁμιλίᾳ βροτοὺς κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; οἱ γὰρ τοιοίδε τὰς πόλεις οἰκοῦσιν εὖ καὶ δώμαθ’, αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν ἀγάλματ’ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.

Ἴωνος

Ἐκ τῶν λόγων μὴ κρίνε, Κλεινοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα, τὸν βίον ἐξέταζ’ ἀεί· πολλοὶ γὰρ ⟨εὖ⟩ λέγουσιν ἀδικίας χάριν, τὰ δ’ ἔργ’ ἔχουσι φαῦλα, κοὐ φρονοῦσιν εὖ.

Εὐριπίδου Παλαμήδῃ

Ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει αἰσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.

Σοφοκλέους

Σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποιεῖς τοὔργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται.

Εὐριπίδου Θυέστῃ

⟨Οὐ⟩ πώποτ’ ἔργου μᾶλλον εἱλόμην λόγους.

⟨Poetae incerti⟩

Τῷ λόγῳ μὲν εὖ διέρχῃ πάντα, τῷ δ’ ἔργῳ κακῶς.

Μενάνδρου

Οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν, ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.

Εὐριπίδου Πελιάσιν

Φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων, λόγους ἔχεις.

Μενάνδρου

Τί δ’ ὄφελος ⟨εὖ⟩ λαλοῦντος, ἂν κακῶς φρονῇ.

Εὐριπίδου Μηδείας

Ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν· ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, τολμᾷ πανουργεῖν, ἔστι δ’ οὐκ ἄγαν σοφός.

Μενάνδρου

Ὁ μὲν λόγος ⟨σου⟩ συνέσεως πολλῆς γέμει· τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.

Ποσειδίππου

Οὐκ ἔργον ἐστὶν εὖ λέγειν, ἀλλ’ εὖ φρονεῖν· πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν.

Εὐριπίδου

Ἤδη δὲ πολλῶν ᾑρέθην κριτὴς λόγων, καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω χὤστις ἔστ’ ἀνὴρ σοφὸς λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν βλέπων δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται.

⟨Incerti tragici⟩

Καὶ τῷδε δηλώσαιμ’ ἄν, εἰ βούλοιο σύ, τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι, ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται, τὰ δ’ ἔργα χείρω τῶν λόγων παρέσχετο.

Μενάνδρου

Ὁ μὲν λόγος σου, παῖ, κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται.

Σοφοκλέους Ἐριφύλῃ

Γλῶσσ’ ἐν κενοῖσιν ἀνδράσιν τιμὴν ἔχει, ὅπου λόγοι σθένουσι τῶν ἔργων πλέον.

Μενάνδρου

⟨Ὁ⟩ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν, δείκνυσιν αὐτοῖς τὸν τρόπον τοῖς ῥήμασι.

Θεμιστίου ἐκ τοῦ Μετριοπαθοῦς ἢ Φιλοτέκνου

Ὅτι ὁ λόγος ἐὰν μὴ τῷ τρόπῳ σύμφωνος ᾖ, ἀλλότριος γίνεται καὶ οὐ τοῦ λέγοντος, ὥσπερ ἐκεῖνος ὃν Θερσίτης ἔλεγε τοῖς Ἀχαιοῖς,

ὃν κεν ἐγὼ δήσας ἀγάγω·

οὗτος γὰρ Ἀχιλλέως καὶ Αἴαντος ἦν· ὁ κυφὸς δὲ αὐτὸν οὐδὲν προσήκοντα ὑπεβάλετο.

Μύσωνος

Μύσων ὁ Χηνεὺς ἔφη δεῖν οὐκ ἐκ τῶν λόγων τὰ⟨ς πράξεις⟩ κρίνειν, ἀλλ’ ἐκ τῶν πράξεων τοὺς λόγους.

Θεοφράστου

⟨Οὐ⟩ τὸν βίον ἐκ τῆς τοῦ λόγου δεινότητος πιστοῦμεν, ἀλλὰ τὸν λόγον ἐκ τῆς περὶ τὸν βίον εὐταξίας.

Δημοσθένους

Ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὸ ἔργον, μάταιόν τι φαίνεται καὶ κενόν.

Δημοκρίτου

Πολλοὶ δρῶντες τὰ αἴσχιστα λόγους τοὺς ἀρίστους ἀσκέουσιν.

⟨Ἀ⟩πολλώνιος Γλαύκ⟨ῳ⟩

⟨Κ⟩αλὸν μᾶζα καὶ τρίβων, μὴ κατ’ ἐπιτήδευμα δοξοκοπικὸν καλούμενα, ἀλλ’ ὅταν τὰ πράγματα ἄγῃ πρὸς αὐτά, σεμνῶς φορούμενα.

Πυθαγόρου

Ἐπιδείκνυσο μὴ ἐν τοῖς λόγοις ἃ φρονεῖς, ἀλλ’ ἐν τοῖς ἔργοις ἃ ποιεῖς.

Contents

Sign in to save your reading →