Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κλεάνθους
II.2.16 · Wachsmuth pp. 23
Κλεάνθης ἐρωτώμενος διὰ τί παρὰ τοῖς ἀρχαίοις οὐ πολλῶν φιλοσοφησάντων ὅμως πλείους διέλαμψαν ἢ νῦν, Ὅτι, εἶπε, τότε μὲν ἔργον ἠσκεῖτο, νῦν δὲ λόγος.
Ἐκ τῶν Σερήνου ἀπομνημονευμάτων· Ἀρκεσιλάου.
II.2.17 · Wachsmuth pp. 23
Διαλεκτικὴν δὲ φεῦγε, συγκυκᾷ τἄνω κάτω.
Ἀρίστωνος
II.2.18 · Wachsmuth pp. 23
Ἀρίστων ἔλεγεν ἐοικέναι τὴν διαλεκτικὴν τῷ ἐν ταῖς ὁδοῖς πηλῷ· πρὸς οὐδὲν γὰρ οὐδ’ ἐκεῖνον χρήσιμον ὄντα καταβάλλειν τοὺς βαδίζοντας.
Θεοκρίτου
II.2.19 · Wachsmuth pp. 23
Θεόκριτος πρός τινα διαλεκτικὸν συντεταμένως αὐτῷ καὶ ἐριστικῶς ἀποκρινόμενον ἔφη,
“Ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο”
Καρνεάδου
II.2.20 · Wachsmuth pp. 23-24
Καρνεάδης τὴν διαλεκτικὴν ἔλεγε πουλύποδι ἐοικέναι· καὶ γὰρ ἐκεῖνον αὐξηθείσας τὰς πλεκτάνας κατεσθίειν, καὶ τούτους προϊούσης τῆς δυνάμεως καὶ τὰ σφέτερα ἀνατρέπειν.
Κλειτομάχου
II.2.21 · Wachsmuth pp. 24
Κλειτόμαχος εἴκαζε τὴν διαλεκτικὴν τῇ σελήνῃ· καὶ γὰρ ταύτην οὐ παύεσθαι φθίνουσαν καὶ αὐξομένην.
Ἀρίστωνος
II.2.22 · Wachsmuth pp. 24
Ἀρίστων τοὺς λόγους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνίων ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς.
Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων
II.2.23 · Wachsmuth pp. 24
Ὁ ἐλλέβορος ὁλοσχερέστερος μὲν ληφθεὶς καθαίρει, εἰς δὲ πάνυ σμικρὰ τριφθεὶς πνίγει· οὕτω καὶ ἡ κατὰ φιλοσοφίαν λεπτολογία.
Πλάτωνος
II.2.24 · Wachsmuth pp. 24
Τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ποιεῖσθαι τὴν φυλακήν· ὀλισθηρότατον γὰρ τὸ γένος.
Τοῦ αὐτοῦ
II.2.25 · Wachsmuth pp. 24
Ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις λόγοις ξύνοιδα οὖσιν ἀλαζόσι, καὶ ἄν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μάλ’ ἐξαπατῶσι καὶ ἐν γεωμετρίᾳ καὶ ἐν ⟨τοῖς⟩ ἄλλοις ἅπασι.