Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 9

Μουσωνίου

Πάντες, ἔφη, φύσει πεφύκαμεν οὕτως, ὥστε ζῆν ἀναμαρτήτως καὶ καλῶς, οὐχ ὁ μὲν ἡμῶν ὁ δ’ οὔ· καὶ τούτου μέγα τεκμήριον ὅτι πᾶσιν ὁμοίως οἱ νομοθέται καὶ προστάττουσιν ἃ χρὴ ποιεῖν καὶ ἀπαγορεύουσιν ἃ μὴ χρή, οὐχ ὑπεξαιρούμενοι οὐδένα τῶν ἀπειθούντων ἢ τῶν ἁμαρτανόντων, ὥστε ἀτιμώρητον εἶναι οὐ νέον, οὐ πρεσβύτην, οὐκ ἰσχυρόν, οὐκ ἀσθενῆ, οὐχ ὁντιναοῦν.

Μουσωνίου — συνέχεια

Καίτοι ἐχρῆν, εἰ ὅλον ἐπείσακτον τὸ τῆς ἀρετῆς ἦν, καὶ μηδὲν αὐτοῦ φύσει ἡμῖν μετῆν, ὥσπερ οὐδ’ ἐν τοῖς ὑπὸ τὰς ἄλλας τέχνας οὖσιν ἔργοις οὐδεὶς ἀπαιτεῖται εἶναι ἀναμάρτητος, μὴ μεμαθηκὼς τὴν τέχνην, οὕτως μηδ’ ἐν τοῖς κατὰ τὸν βίον μηδένα ἀπαιτεῖσθαι εἶναι ἀναμάρτητον, ὅστις ἀρετὴν μὴ ἐξέμαθεν, ἐπείπερ ἀρετὴ μόνη ποιεῖ μὴ ἁμαρτάνειν ἐν βίῳ.

Μουσωνίου — συνέχεια

Νῦν δὲ ἐν μὲν θεραπείᾳ καμνόντων οὐδεὶς ἀναμάρτητον ἀξιοῖ εἶναι ἄλλον ἢ τὸν ἰατρὸν καὶ ἐν χρήσει λύρας οὐδένα ἄλλον ἢ τὸν μουσικόν, ⟨καὶ⟩ ἐν χρήσει πηδαλίων οὐδένα ἄλλον ἢ τὸν κυβερνήτην· ἐν δὲ τῷ βίῳ οὐκέτι μόνον ἀναμάρτητον εἶναι τὸν φιλόσοφον ἀξιοῦσιν, ὃς δοκεῖ μόνος ἐπιμελεῖσθαι ἀρετῆς, ἀλλ’ ὁμοίως ἅπαντας καὶ τοὺς μηδεμίαν ἐπιμέλειαν ταύτης πεποιημένους. Δῆλον οὖν, ὡς οὐδὲν ἕτερον τούτου αἴτιον ἢ τὸ πρὸς ἀρετὴν γεγονέναι τὸν ἄνθρωπον.

Μουσωνίου — συνέχεια

Καὶ μὴν κἀκεῖνο μέγα τεκμήριον τοῦ μετεῖναι ἀρετῆς φύσει ἡμῖν, τὸ πάντας οὕτως διαλέγεσθαι περὶ ἑαυτῶν, ὡς ἐχόντων ἀρετὴν καὶ ὄντων ἀγαθῶν. Οὐδεὶς γάρ ἐστι τῶν πολλῶν, ὃς ἐρωτώμενος πότερον ἄφρων ἢ φρόνιμος τυγχάνει ὤν, ἄφρων ὁμολογήσει εἶναι· οὐδ’ αὖ ἐρωτώμενος πότερον ἄδικος ἢ δίκαιος τυγχάνει ὤν, φήσει ὅτι ἄδικος. Ὁμοίως δὲ κἂν ἐρωτᾷ τις πότερα σώφρων ἢ ἀκόλαστος, εἶθ’ ἅπας ἀποκρίνεται ἐρωτηθείς, ὅτι σώφρων. Καὶ ἁπλῶς ἂν ἐρωτᾶται τις πότερον ἀγαθὸς εἴη ἢ φαῦλος, φαίη ἂν ἀγαθός, καὶ ταῦτ’ οὐκ ἂν ἔχων εἰπεῖν οὔτε διδάσκαλον αὑτοῦ καλοκἀγαθίας, οὔτε μάθησιν ἀρετῆς ἢ ἄσκησιν τίνα τυγχάνει πεποιημένος.

Μουσωνίου — συνέχεια

Τοῦτ’ οὖν τίνος ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ φυσικὴν εἶναι ὑποβολὴν τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς καλοκἀγαθίαν καὶ σπέρμα ἀρετῆς ἑκάστῳ ἡμῶν ἐνεῖναι. Διὰ δὲ τὸ πάντως ἀγαθοὺς ὑπάρχειν προσήκειν ἡμῖν, οἱ μὲν ἀπατώμεθα ὡς καὶ δὴ ὄντες ἀγαθοί, οἱ δὲ αἰσχυνόμεθα ὁμολογεῖν ⟨ὡς⟩ οὐκ ἐσμέν.

Μουσωνίου — συνέχεια

Ἐπεὶ διὰ τί, πρὸς θεῶν, γράμματα μὲν ἢ μουσικὴν ἢ παλαιστικὴν οὐδεὶς μὴ μαθὼν εἰδέναι φησίν, οὐδὲ ἔχειν τὰς τέχνας ταύτας προσποιεῖται, μὴ καὶ διδάσκαλον παρ’ ὃν ἐφοίτα ἔχων εἰπεῖν, ἀρετὴν δὲ ἔχειν πᾶς ὑπισχνεῖται; ὅτι ἐκείνων μὲν οὐδενὸς φύσει τῷ ἀνθρώπῳ μέτεστιν, οὐδὲ ἥκει ⟨τις⟩ εἰς τὸν βίον ἔχων ὑποβολὰς * * *

Contents

Sign in to save your reading →