Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 9

Κεφάλαιον Θʹ

Ὅτι οὐδεὶς ἑκὼν πονηρός.

Δημοκρίτου

Ἀπ’ ὧν ἡμῖν τἀγαθὰ γίνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν· τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. Αὐτίκα ὕδωρ βαθὺ ἐς πολλὰ χρήσιμον καὶ δῆυτε κακόν, κίνδυνος γὰρ ἀποπνιγῆναι· μηχανὴ ὦν εὑρέθη, νήχεσθαι διδάσκειν.

Τοῦ αὐτοῦ

Ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύεται, ἐπὴν τις τἀγαθὰ μὴ πιστῆται ποδηγετέειν μηδὲ ὀχέειν εὐπόρως. Οὐ δίκαιον ⟨ὦν⟩ ἐν κακοῖσι τὰ τοιάδε κρίνειν, ἀλλ’ ἐν ἀγαθοῖσι· τοῖσι δὲ ἀγαθοῖσι οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακά, ᾧ τινι βουλομένῳ ἂν εἴη.

⟨Τοῦ αὐτοῦ⟩

Ὁ μὲν εὔθυμος ἐς ἔργα ἐπιφερόμενος δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρωται καὶ νηκηδής ἐστιν· ὃς δ’ ἂν καὶ δίκης ἀλογέῃ καὶ τὰ χρεόντα μὴ ἔρδῃ, τούτῳ πάντα τὰ τοιάδε ἀτερπέα· ὅταν τ’ εὖ ἀναμνησθῇ, καὶ δέδοικε καὶ ἑωυτὸν κακίζει.

⟨Τοῦ αὐτοῦ⟩

Οἱ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν, πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα. Τάδε δ’ οὔτε πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωρέονται, ἀλλ’ αὐτοὶ τοῖσδεσι ἐμπελάζουσι διὰ νόου τυφλότητα καὶ ἀγνωμοσύνην.

⟨Τοῦ αὐτοῦ⟩

Τύχη μεγαλόδωρος, ἀλλ’ ἀβέβαιος, φύσις δὲ αὐτάρκης· διόπερ νικᾷ τῷ ἥσσονι καὶ βεβαίῳ τὸ μέζον τῆς ἐλπίδος.

Εὐσεβίου

Θεοῦ ἐξ ἀρχῆς φήναντος τῷ γένει τῶν ἀνθρώπων κατὰ τὰ φατιζόμενα ὄψει ἐοῦσαι διαφανέες ὁδοὶ διφάσιαι προκέαται βίου ψυχῇσι ἀνθρώπων, ἀδαμαντίνῃ αἱμασιῇ παχυτάτῃ καὶ ἐς πολλὸν ὕψος ἀνηκούσῃ [κατὰ τὰ ὑπὸ τοῦ ἐξ ἀρχῆς φήναντος] ἀπ’ ἀλληλέων τὰ πρῶτα διεργόμεναι. Καὶ ἡ μὲν αὐτέων ἐστίν, ὁκοία δὴ τὴν τιμιωτέρην τάξιν λαχοῦσα, ἐκ δεξιῆς χερὸς ἐσιόντων· αὕτη ἐπὶ τὴν ἀρετὴν αὐτῇσι ἡγέεται· ἡτέρη δὲ λαιὴ ἐοῦσα ἐπὶ τὴν κακίην ἐστὶ παραπέμπουσα. Φατίζονται δὲ εἶναι τοιαίδε.

Εὐσεβίου — συνέχεια

Ἡ μὲν τῆς ἀρετῆς τὰ πρῶτα οὐκ εὐήλατά κως παρέχειν δοκέει οἵα τε μέντοι εὐτυχέϊ πόνῳ ἀνυσθῆναι, ἀλλὰ καὶ τοὺς κατηγεομένους ἔχει καὶ παραπέμψαντας ⟨ἂν⟩ ἀκινδύνους· τὸ δὲ μετὰ τοῦτό ἐστιν ὁδὸς ἰθέη τε καὶ εὐρέη μέχρι τῆς ἐπὶ τὴν ἀκρόπολιν αὐτοῦ τοῦ καλοῦ· ἐπ’ ἣν ἀνελθὼν ἐν τοῖσι καλλίστοισι ἔσεαι καὶ ⟨ἐν⟩ θέῃ ἄλλων τε μυρίων ἀγαθῶν [καὶ] τῶν εὐδαιμονεστάτων, ἀτὰρ δὴ καὶ φωτός, παντὸς τοῦ λοιποῦ κάλλεϊ μυρίῳ προήκοντος καὶ αὐγοειδεστάτου.

Εὐσεβίου — συνέχεια

Πέριξ δὲ καὶ ἐπὶ πᾶσαν γῆν ἀναπεπταμένην αἱ πόλιες ἔασι καὶ οἱ τὴν γῆν κατοικέοντες καὶ ἐργαζόμενοι, περὶ τῶν, ὡς ἕκαστα ἔχει, ὁ ἐπὶ συμβολῇ τῶν ψυχέων προπεμφθεὶς ἐρέει λόγος. Καὶ ἥδε μὲν ὧδέ κως ἔχει·

Εὐσεβίου — συνέχεια

ἡ δὲ ἐπὶ τὴν κακίην ἄγουσα ἔστιν οἵη τὰ μὲν κατ’ ἀρχὰς ὀλίγου πάγχυ καὶ τούτου οὐ γνησίου, ἀπατηλοῦ δὲ καὶ ἐπὶ παραγωγῇ τῶν προσιόντων γεῦσαί τευ ἥδεος· ὥστε δὲ μηδενὸς μετὰ ταῦτα ἡγεμόνος εὑρισκομένου, εὐθὺς ἄγει ἐς ὁδὸν σκολίην, σκόλοπάς τε ἔχουσαν, οἵτινες δὴ ὀξέες, μεγάλοι καὶ πυκνοὶ καταπεπήγασι, καὶ χαράδρας καὶ κρημνοὺς κατὰ κεφαλῆς ὠθέοντας τοὺς ἐπαυρισκομένους κατὰ τοῦ συμψήσοντος καὶ παρασυρέοντος τοὺς κατενεχθέντας ἐς αὐτὸν ποταμοῦ κάτω βορβόρῳ καὶ λίθοις ῥέοντος, ὥστε πολλοὺς εὐθὺς οὕτω διαφθείρεσθαι.

Εὐσεβίου — συνέχεια

Οἱ δὲ λοιποὶ τύχῃ, οὔταρ’ οἰκείῃ προμηθείῃ, ἐπὶ τὰς αὐτόθι ἐούσας πόλιας διασκεδαννύαται ἄλλοι ἄλλοσε καὶ ἐπὶ πᾶσαν, πολλὴν ἐοῦσαν, τὴν χώρην, περὶ τῶν δὴ καὶ αὐτῶν ὁ προειρημένος ἄγγελος ἀπηγήσεται. Τουτέων ἐουσέων τῶν ὁδῶν τοιουτέων, ἄγει ὁ προειρημένος καὶ ἔστιν ἐν μέσῳ θεοῦ μεγάλου κῆρυξ ⟨καὶ⟩ σύμβουλος λόγος, ⟨ὃς⟩ ψυχῇσι τῇσι μελλούσῃσι κατιέναι τοιάδε προφωνέει·

Εὐσεβίου — συνέχεια

„ψυχαὶ ἀνθρώπων, φύσιν ἔχουσαι θνηταί τε εἶναι καὶ ἀθάνατοι καὶ ζωῇ μὲν τῇ ἐπὶ γῆς νομιζομένῃ θανάτῳ ἐγκυρέουσαι, θανάτῳ δὲ τῷ δοκέοντι αὐτόθι ζωὴν ἀπολαμβάνουσαι, ἐπεὰν χρόνου τοῦ τεταγμένου ὑμῖν ἀνυσθέντος αὖτις ἀπολυθῆτε σώματος, τοῦ ἐν τῷ αὐτόθι θανάτῳ ὑποδεξαμένου ὑμέας, διαδέξονται αὖτις ὑμέας τρόπον τῆς ἐπὶ γῆς ζωῆς βίοι οἱ ὀφειλόμενοι·

Εὐσεβίου — συνέχεια

καὶ διὰ τοῦτο παραινέω, θεοῦ μεγάλου Ἑρμέω καὶ θεῶν τῶν λοιπῶν προφήτης τε καὶ σύμβουλος λόγος, καὶ ἀπειθεούσῃσι μὲν προλέγω θνητὰ κακά, πειθομένῃσι δὲ ἀγαθὰ ἔσεσθαι τοῖσι τῶν θεῶν ὁμοιεύμενα.

Εὐσεβίου — συνέχεια

Οὐ χρὴ ὦν βραχυτάτης κιβδήλου τε καὶ εὐδιασκεδάστου τευ ἡδονῆς ἕνεκα κακὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον αἱρέεσθαι καὶ βίῳ τῷ βραχυτάτῳ βίον βλάψαι τὸν μετὰ ταῦτα μακρότατον, οὐδ’ αὖ πόνον ὀλίγον καταδεισάσας ἀγαθὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον καὶ εὐδαιμονίην βιοτῆς μηκίστης τῆς μετὰ ταῦτα προΐεσθαι.“

Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον

Πολὺ δέ μοι δοκεῖ συμβάλλεσθαι πρὸς τὸ καλῶς χρῆσθαι θεοῖς καὶ τὸ διειληφέναι, ὡς οὐδενός ποτε κακοῦ γίγνεται θεὸς αἴτιος, ἀλλὰ ταῦτα μὲν ἐκ τῆς κακίας ἀπαντᾷ μόνης, οἱ δὲ θεοὶ τὸ ἐφ’ ἑαυτοῖς ἀγαθῶν τέ εἰσιν αἴτιοι καὶ τῶν εὐχρήστων, ἡμεῖς δέ ἐσμεν οἱ τὰς εὐεργεσίας αὐτῶν οὐ προσιέμενοι, περιβάλλοντες δ’ ἑαυτοὺς κακοῖς αὐθαιρέτοις.

Ἱεροκλέους — συνέχεια

Ἤδη καιρὸν ἔχειν μοι τὸ ποιητικὸν ἐκεῖνο δοκεῖ κατὰ τὸν τόπον τοῦτον, ὡς δὴ οἱ ‘βροτοὶ’ τοὺς ‘θεοὺς’ αἰτιῶνται ὡς ἐξ αὐτῶν ἐπιπεμπομένων τῶν κακῶν,

οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν.

ἐπείτοιγε ὡς ὁ θεὸς οὐδαμῇ οὐδαμῶς κακῶν αἴτιός ἐστιν, ἐκ πολλῶν ⟨ἂν⟩ νοήσειέ τις, πρὸς δὲ τὸ παρὸν ἀποχρήσειεν ἂν ἴσως ὁ Πλάτωνος ἐκεῖνος λόγος. Οὐ γὰρ θερμοῦ φησι τὸ ψύχειν ἀλλὰ τοὐναντίον, οὐδὲ ψυχροῦ τὸ θερμαίνειν ἀλλὰ τοὐναντίον· οὕτως οὖν οὐδὲ ἀγαθοποιοῦ τὸ κακοποιεῖν, ἀλλὰ τοὐναντίον.

Ἱεροκλέους — συνέχεια

Καὶ μὴν ἀγαθὸς ὁ θεός, πεπληρωμένος εὐθὺς ἀπ’ ἀρχῆς ταῖς ἁπάσαις ἀρεταῖς, ὥστ’ οὐκ ἂν κακοποιητικὸς ὁ θεὸς εἴη, οὐδέ τινων κακῶν αἴτιος, πάντα δὲ τοὐναντίον παρέχων ἀγαθὰ τοῖς λαβεῖν βουλομένοις ἅπασι, χαριζόμενος δὲ σὺν τοῖς ἀγαθοῖς καὶ τῶν μέσων, ὅσα κατὰ φύσιν ἡμῖν ἐστι [τὰ] ποιητικά τε τῶν κατὰ φύσιν. Ἓν δὲ καὶ μόνον αἴτιον τῶν κακῶν ⟨ἡ κακία⟩.

Ἱεροκλέους — συνέχεια

Ταῦτα χρὴ διειληφέναι, ὡς τῶν μὲν ἀγαθῶν αἰτίων ὄντων τῶν θεῶν, τῶν δὲ κακῶν τῆς κακίας. Τίνα οὖν ἡμῖν τοῦ κακῶς πάσχειν αἴτια; Ἐπεὶ δὲ τῶν μέσων ἐστί τινα παρὰ φύσιν καὶ δύσχρηστα ἢ νὴ Δία ποιητικὰ τῶν τοιούτων, ἄξιον καὶ περὶ τούτων τὴν νυνὶ διάληψιν ἔχειν, οἷον νόσου λέγω, πηρώσεως, θανάτου, πενίας, δόξης καὶ τῶν παραπλησίων. Πολλὰ τοίνυν πέφυκεν αὐτῶν περαίνειν καὶ ἡ κακία, καὶ ⟨δὴ⟩ δι’ ἀκρασίαν καὶ λαγνείαν πολλαὶ μὲν γίνονται νόσοι, πολλαὶ δὲ πηρώσεις· διά τε ἀδικίαν πολλοὶ μὲν ἐχειροκοπήθησαν καὶ ἄλλας τοιαύτας ἀνεδέξαντο λώβας, πολλοὶ δὲ καὶ ὅλως ἀπέθανον.

Ἱεροκλέους — συνέχεια

Ἐμποδίζεται δὲ πυκνὰ καὶ ἡ φιλάνθρωπος ἰατρικὴ παρὰ τὴν ἑαυτῆς πρόθεσιν ὑπὸ τῆς κακίας. Ἄπρακτα γὰρ γίνεται τὰ βοηθήματα τῆς τέχνης δι’ ἀπείθειαν καὶ ἀκρασίαν καὶ φυγοπονίαν τῶν νοσούντων· καὶ μὴν πολλοὺς μὲν ἀπειργάσατο πτωχοὺς καὶ ἀπόρους ἀσωτία καὶ πολυτέλεια, πολλοὺς δὲ ἀδόξους αἰσχροκέρδεια καὶ μικροπρέπεια. Μετά γε μὴν τὴν κακίαν δευτέρα τῶν τοιούτων πρόφασις ἡ ὕλη.

Ἱεροκλέους — συνέχεια

Τὰ μὲν γὰρ μετέωρα καὶ ὑπὲρ ἡμᾶς, ὡς ἂν ἐκ τῆς εἰλικρινεστάτης οὐσίας γεγονότα, δι’ ὁμαλοῦ πορεύεται, πάντων ἐν αὐτοῖς κατὰ τοὺς τῆς φύσεως λόγους περαιουμένων· τὰ δ’ ἐπίγεια καθάπερ ὑποστάθμην καὶ ἰλὺν ἔχοντα τῶν ὅλων τὴν οὐσίαν * * *

Contents

Sign in to save your reading →