Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Βʹ · Μέρος πρῶτον
II.2.heading · Wachsmuth pp. 15
⟨Περὶ διαλεκτικῆς⟩
Πλάτωνος περὶ Πολιτείας
II.2.1 · Wachsmuth pp. 15-16
Οὐκοῦν ἡ διαλεκτικὴ μέθοδος μόνη ταύτῃ πορεύεται, τὰς ὑποθέσεις ἀναιροῦσα ἐπ’ αὐτὴν τὴν ἀρχήν, ἵνα βεβαιώσηται, τῷ ὄντι ἐν βορβόρῳ βαρβαρικῷ τινι τὸ τῆς ψυχῆς ὄμμα κατορωρυγμένον ἠρέμα ἕλκει καὶ ἀνάγει ἄνω, ξυνερίθοις καὶ συμπεριαγωγοῖς χρωμένη αἷς διήλθομεν τέχναις· ἃς ἐπιστήμας μὲν πολλάκις προσείπομεν διὰ τὸ ἔθος, δέονται δὲ ὀνόματος ἄλλου, ἐνεργεστέρου μὲν ἢ δόξης, ἀμυδροτέρου δ’ ἢ ἐπιστήμης. Διάνοιαν δὲ αὐτὴν ἔν γε τῷ πρόσθεν που ὡρισάμεθα.
Ἐν ταὐτῷ
II.2.2 · Wachsmuth pp. 16
Ἆρ’ οὖν δοκεῖ σοι, ἔφην ἐγώ, ὥσπερ θριγκὸς τοῖς μαθήμασιν ἡ διαλεκτικὴ ἡμῖν ἐπάνω κεῖσθαι, καὶ οὐκέτι ἄλλο τούτου ἀνωτέρω μάθημα ὀρθῶς ἂν ἐπιτίθεσθαι, ἀλλὰ ἔχειν ἤδη τέλος τὰ τῶν μαθημάτων;
Πλάτωνος ἐκ τοῦ Φαίδρου
II.2.3.1 · Wachsmuth pp. 16
Τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδοῖν, εἰ αὐτοῖν τὴν δύναμιν τέχνην λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.
— Τίνοιν δή;
— Εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ. Ὥσπερ τὰ νῦν δὴ περὶ Ἔρωτος, ὃ ἔστιν, ὁρισθέν, εἴτε εὖ εἴτε κακῶς ἐλέχθη. Τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὐτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.
Πλάτωνος ἐκ τοῦ Φαίδρου · συνέχεια
II.2.3.2 · Wachsmuth pp. 16-17
— Τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;
— Τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν, κατ’ ἄρθρα, ᾗ πέφυκε, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον· ἀλλὰ ὥσπερ ἄρτι τὼ λόγω τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ δὲ σώματι ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα· οὕτω καὶ τὰ τῆς παροινίας ὡς ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν ἐπ’ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἀνῆκε, πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησε μάλ’ ἐν δίκῃ· ὁ δ’ εἰς τὸ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δ’ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ προτεινόμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν.
Πλάτωνος ἐκ τοῦ Φαίδρου · συνέχεια
II.2.3.3 · Wachsmuth pp. 17
— Ἀληθέστατα λέγεις.
— Τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵν’ οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τινα ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθ’ ὁρᾶν, τοῦτον διώκω κατόπισθεν μετ’ ἴχνιον ὥστε θεοῖο. Καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν, εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε· καλῶ δὲ οὖν μέχρι τοῦδε διαλεκτικούς.
Ἀρχύτου περὶ τοῦ ὄντος
II.2.4.1 · Wachsmuth pp. 17-18
Παντᾷ μοι δοκέοντι ἁμαρτάνειν οἱ λέγοντες δύο λόγως περὶ παντὸς λέγεσθαι ἀντίως ἀλλάλοις καὶ ναμαρτέας ἀμφοτέρως. Ἐγὼ δὲ πρᾶτον τοῦτ’ ἀδύνατον νομίζω, ἀμφοτέρων πιστῶν ἐόντων ἀντίως εἶμεν ἀλλάλοις, τὸ καλὸν τῷ καλῷ καὶ τὸ λευκὸν τῷ λευκῷ. Ἀλλὰ γὰρ οὐχ οὕτως ἔχει· ἀλλὰ ἔστι τὸ καλὸν καὶ ⟨τὸ⟩ αἰσχρὸν ἀντία, καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. Οὕτω δὲ καὶ τὸ ναμαρτὲς τῷ ψεύδει φαμές, οὐδὲ ναμαρτέας ⟨ἀντίως⟩ δύο λόγως λέγεσθαι ἢ δύο ψευδέας, ἀλλὰ τὸν μὲν ἀλαθέα, τὸν δὲ ψεύσταν.
Ἀρχύτου περὶ τοῦ ὄντος · συνέχεια
II.2.4.2 · Wachsmuth pp. 18
Ὁ γὰρ τὰν ψυχὰν ἐπαινέων τῶ ἀνθρώπω καὶ ⟨ὁ⟩ τὸ σῶμα μεμφόμενος οὐχ ὑπὲρ τωὐτῶ λέγοντι· αἰ μὴ καὶ αἴ τι περὶ τᾶς γᾶς λεγοίεν καὶ τῶ οὐρανῶ, τωὐτόν. Ταῦτα γὰρ δύο ἐντί, ἀλλ’ οὐχ ἕν. Ὀνομαστὶ δὲ θέλω καὶ τοῦτο δεῖξαι. Ὁ γὰρ λέγων περὶ Ἀθαναίων ὡς ἐντὶ κατὰ λόγον ἄνδρες ἀγαθοί, καὶ ὁ λέγων ὡς ἐντὶ περὶ χάριτας φαῦλοι, οὐκ ἀντία λέγοντι· τὰ γὰρ ἀντία περὶ τωὐτῶ πράγματος ἀντικέαται ἀλλάλοις, ταῦτα δὲ δύο ἐντὶ πράγματα.
Ἐκ τῆς Ἰαμβλίχου ἐπιστολῆς πρὸς Δέξιππον περὶ διαλεκτικῆς
II.2.5.1 · Wachsmuth pp. 18
Θεὸς ἦν τις ὡς ἀληθῶς ὁ καταδείξας τὴν διαλεκτικὴν καὶ καταπέμψας τοῖς ἀνθρώποις· ὡς μὲν λέγουσί τινες, ὁ λόγιος Ἑρμῆς, ὁ φέρων ἐν ταῖν χεροῖν τὸ σύνθημα αὐτῆς ⟨τὸ⟩ τῶν εἰς ἀλλήλους ἀποβλεπόντων δρακόντων· ὡς δ’ οἱ δεδοκιμασμένοι καὶ πρόκριτοι τῶν ἐν φιλοσοφίᾳ διατείνονται, ἡ τῶν Μουσῶν πρεσβυτάτη Καλλιόπη τὴν ἄπταιστον ἀσφάλειαν τοῦ λόγου καὶ ἀνέλεγκτον ‘αἰδοῖ μειλιχίῃ’ διαπρέπουσαν παρέσχηκεν.
Ἰαμβλίχου πρὸς Δέξιππον · συνέχεια
II.2.5.2 · Wachsmuth pp. 18-19
Ὡς δὲ τὰ ἔργα αὐτὰ δείκνυσιν, αὐτὸς ὁ ἐν Δελφοῖς θεὸς οὔτε λέγων καθ’ Ἡράκλειτον, οὔτε κρύπτων ἀλλὰ σημαίνων τὰς μαντείας, ἐγείρει πρὸς διαλεκτικὴν διερεύνησιν τοὺς ἐπηκόους τῶν χρησμῶν, ἀφ’ ἧς ἀμφιβολία τε καὶ ὁμωνυμία ἐκρίθησαν καὶ διττὸν πᾶν ἀνερευνηθὲν φῶς ἐπιστήμης ἀνῆψεν· ὃ κατιδὼν καὶ Θεμιστοκλῆς καλῶς καὶ διερευνήσας δεξιῶς τὸ ξύλινον τεῖχος, αἴτιος ἀναμφισβητήτως κατέστη τῆς σωτηρίας τοῖς Ἕλλησιν. Ἀδελφὰ δὲ τούτων καὶ ὁ ἐν Βραγχίδαις θεὸς ἐκφαίνει τῆς διαλεκτικῆς ἔργα, περιφανῆ τὴν ἐπαγωγὴν παραδηλῶν, ὅταν λέγῃ· „οὔτ’ ἂν ὠκυπέτης ἰὸς οὔτε λύρη οὔτε νηῦς οὔτ’ ἄλλο οὐδὲν ἄνευ ἐπιστημονικῆς χρήσιος γένοιτ’ ἄν κοτε ὠφέλιμον“.
Ἐκ τῆς Ἰαμβλίχου ἐπιστολῆς πρὸς Σώπατρον περὶ διαλεκτικῆς
II.2.6.1 · Wachsmuth pp. 19
Πάντες ἄνθρωποι χρῶνται τῷ διαλέγεσθαι, ἔμφυτον ἐκ νέων ἔχοντες τήνδε τὴν δύναμιν καὶ μέχρι τινός, οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον αὐτῆς μετέχοντες. Τὸ δὴ τῶν θεῶν δῶρον οὐδένα τρόπον δεῖ προΐεσθαι· ἀλλὰ καὶ ἐν μελέταις καὶ ἐμπειρίαις καὶ τέχναις αὐτὸ κρατύνειν ἄξιον. Ὅρα γὰρ ὅτι καὶ παρ’ ὅλον τὸν βίον διατελεῖ χρησιμώτατον ὂν διαφερόντως, ἐν μὲν ταῖς ἐντεύξεσι προσομιλοῦν τοῖς ἀνθρώποις κατὰ τὰς κοινὰς ἐννοίας καὶ δόξας· ἐν δὲ ταῖς εὑρέσεσι τῶν τεχνῶν τὰς πρώτας ἀρχὰς αὐτῶν ἀνευρίσκον· λογιζόμενον δὲ πρὸ τῶν ἔργων, ὅπως αὐτὰ χρὴ πράττειν· προγυμνασίᾳ δὲ καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας θαυμασίας οἵας μεθόδους παρεχόμενον.
Ἰαμβλίχου πρὸς Σώπατρον · συνέχεια
II.2.6.2 · Wachsmuth pp. 19-20
Εἰ δὲ δεῖ καὶ τὰ πρὸ τούτων ἐννοεῖν, οὐκ ἔστιν οὐδὲν μόριον φιλοσοφίας ἄνευ τοῦ κατὰ διαλεκτικὴν λόγου παραγιγνόμενον· ἀλλὰ καὶ εἴ τι φυσικὸν δόγμα ἀνευρίσκομεν, λογικῶς αὐτὸ βεβαιούμεθα, καὶ ὅσα περὶ θεῶν σκεπτόμεθα, λόγος διαλεκτικός ἐστιν ὁ συγκατασκευάζων· ὅλως δὲ οὐδὲν οὔτε εἰπεῖν οὔτε ἀκοῦσαι δυνατὸν ἀπαλλαγέντας τῆς μεθόδου ταύτης· καὶ γὰρ αὐτὸ τὸ μὴ διδάσκειν διαλεκτικὴν διαλεκτικῶς ἐπιχειροῦντας δεῖ καταμανθάνειν.
Ἰαμβλίχου πρὸς Σώπατρον · συνέχεια
II.2.6.3 · Wachsmuth pp. 20
Εἴτε οὖν ἐπιτηδευτέον, εἴτε μή, διαλεκτικὴν ἀσκεῖν ⟨ἄξιον⟩· καὶ γὰρ ἔστιν ἄτοπον, εἰ τὰ μὲν ἅπαντα λόγῳ κρίνομεν, αὐτὴν ⟨δὲ⟩ ἀφήσομεν τὴν ἀκριβεστάτην τοῦ λόγου θεωρίαν· καὶ λόγῳ προέχοντες τῶν ἄλλων ζῴων καὶ τοῦτο ἐξαίρετον ἀγαθὸν κεκτημένοι τῆς ἀνθρωπίνης φύσεως, εἰκῇ καὶ ὡς ἔτυχε τὰ κατ’ αὐτὸν ἐνεργήσομεν· καὶ τὴν συμμεμιγμένην διάσκεψιν τοῦ λόγου πρὸς τὰ ὅλα πράγματα ἀγαπήσομεν, αὐτὴν δὲ τὴν ἑαυτοῦ γνῶσιν τοῦ λόγου, καθ’ ἣν ἀφείμενος τῶν ἄλλων τὴν περὶ αὑτοῦ ἐπιστήμην κατεστήσατο σεμνοτάτην οὖσαν καὶ τιμιωτάτην, ὡς μαρτυρεῖ καὶ τὸ ἐν Πυθοῖ γράμμα, ἀποδοκιμάσομεν ὡς ἀπόβλητον.
Ἐν τῷ αὐτῷ
II.2.7 · Wachsmuth pp. 20-21
Μετίωμεν δὴ οὖν ἐπὶ τὰς κατὰ φιλοσοφίαν διατριβάς. Πασῶν πρῶταί εἰσιν αἱ πρὸς ἀνάμνησιν ἀναγόμεναι· ταύτας δὴ οὖν, ⟨ὡς⟩ καὶ ὁ Σωκράτης ἐπιδείκνυει τῷ Μένωνι, διὰ τοῦ καλῶς ἐρωτᾶν ὁρῶμεν ἐκφαινομένας. Δεύτεραι δ’ ἂν εἶεν αἱ μαιείας ἕνεκα προσαγόμεναι καὶ τὰ γεννηθέντα εἰς φῶς προάγουσαι καὶ διακρίνουσαι τίνα μὲν αὐτῶν ἀληθῆ, τίνα δὲ ψευδῆ· ἀλλὰ καὶ αὗται πᾶσαι διὰ τῆς διαλεκτικῆς τὸ κῦρος ἔχουσιν· ἐπειδὴ αὗταί εἰσιν αἱ διὰ τῶν ἐλέγχων καθάρσεις τῆς διανοίας, παρατιθεῖσαι τἀναντία δοξάσματα τῶν προσδιαλεγομένων καὶ συγκρούουσαι αὐτὰ πρὸς ἄλληλα. Ἄλλαι δὲ πείρας ἕνεκα καὶ γυμνασίας προσφερόμεναι τοῖς ἐπηκόοις, ἢ ὅσαι εἰς θέσιν ἐπιχειροῦσιν, ἢ εἴ τινες ἐξετάζουσι τὰς τῶν παλαιῶν ἀκροάσεις· ὧν οὐδεμία ⟨δίχα⟩ διαλεκτικῆς περαίνει τὸ ἑαυτῆς ἔργον. Ὅλως δὲ οὐχ οἷόν τε λόγον διδόναι καὶ λαμβάνειν δεόντως, εἰ μή τις κτήσαιτο ταύτην τὴν περὶ τῶν λόγων ἐπιστήμην.
Κεφάλαιον Βʹ · συνέχεια
II.2.contrary · Wachsmuth pp. 21
Εἰς τὸ ἐναντίον.
Εὐριπίδου Ἱππολύτῳ
II.2.8 · Wachsmuth pp. 21
Φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ’ ἀνθρώποις ἔχειν φωνήν, ἵν’ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. νῦν δ’ εὐρύθμοισι στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν.
Εὐριπίδου Ἀντιόπῃ
II.2.9 · Wachsmuth pp. 22
Ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
Εὐήνου
II.2.10 · Wachsmuth pp. 22
Πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει. καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· “σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.”
Ἀρκεσίλαος
II.2.11 · Wachsmuth pp. 22
Ἀρκεσίλαος ὁ φιλόσοφος ἔφη, Τοὺς διαλεκτικοὺς ἐοικέναι τοῖς ψηφοπαίκταις, οἵ τινες χαριέντως παραλογίζονται.
Ζήνωνος
II.2.12 · Wachsmuth pp. 22
Ζήνων τὰς τῶν διαλεκτικῶν τέχνας εἴκαζε τοῖς δικαίοις μέτροις οὐ πυρὸν οὐδ’ ἄλλο τι τῶν σπουδαίων μετροῦσιν, ἀλλ’ ἄχυρα καὶ κόπρια.
Πυθαγόρου
II.2.13 · Wachsmuth pp. 22
Κενὸς ἐκείνου φιλοσόφου λόγος, ὑφ’ οὗ μηδὲν ἀνθρώπου πάθος θεραπεύεται. Ὥσπερ γὰρ ἰατρικῆς οὐκ ὄφελος μὴ τὰς νόσους ἐκβαλλούσης ἀπὸ τῶν σωμάτων· οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς κακὸν ἐκβάλλοι.
Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων
II.2.14 · Wachsmuth pp. 22-23
Οἱ ἐν διαλεκτικῇ βαθύνοντες ἐοίκασι καρκίνους μασωμένοις, οἳ δι’ ὀλίγον τρόφιμον περὶ πολλὰ ὀστᾶ ἀσχολοῦνται.
Ἀντισθένους
II.2.15 · Wachsmuth pp. 23
Οὐκ ἀντιλέγοντα δεῖ τὸν ἀντιλέγοντα παύειν, ἀλλὰ διδάσκειν· οὐδὲ γὰρ τὸν μαινόμενον ἀντιμαινόμενός τις ἰᾶται.