Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Ἰαμβλίχου — συνέχεια
II.8.46.2 · Wachsmuth pp. 175
Βέλτιον οὖν ἀφορίζεσθαι· ἡ τύχη τῶν πλειόνων τάξεων ἢ καὶ ἄλλων δή τινων [ἤ] ἐστιν ἔφορος καὶ συναγωγὸς αἰτία, πρεσβυτέρα τῶν συνιόντων, ἣν τότε μὲν θεὸν ἐπικαλοῦμεν, ⟨τότε δὲ δαίμονα⟩ παρειλήφαμεν. Ἡνίκα μὲν γὰρ ἂν τὰ κρείττονα αἴτια τῶν συνι⟨όντων⟩ ᾖ, θεός ἐστιν αὐτῶν ἔφορος, ὅταν δὲ τὰ ἐν τῇ φύσει, δαίμων. Ἀεὶ οὖν μετ’ αἰτίας πάντα ἐπιτελεῖται καὶ οὐδ’ ὁτιοῦν ἄτακτον ἐν τοῖς γιγνομένοις ἐπεισέρχεται.
Ἐν ταὐτῷ
II.8.47.1 · Wachsmuth pp. 175
Διὰ τί οὖν παρ’ ἀξίαν αἱ διανομαὶ ἀποδίδονται; ἢ τοῦτο οὐδὲ τὴν ἀρχὴν ἀμφισβητεῖν ὅσιον; οὐ γὰρ ἐπ’ ἄλλῳ τινὶ κεῖται, ἐπ’ αὐτῷ δὲ τῷ ἀνθρώπῳ καὶ τῇ τοῦ ἀνθρώπου αἱρέσει τἀγαθά, καὶ ταῦτα ἐν τῇ προαιρέσει μόνον κυριώτατα δὴ ἀφώρισται, τὰ δ’ ἀπορούμενα παρὰ τοῖς πολλοῖς δι’ ἄγνοιαν ἀμφισβητεῖται. Οὐκ ἄλλη οὖν ἐπικαρπία τῆς ἀρετῆς ἐστιν ἢ αὐτὴ ἑαυτῆς.
Ἰαμβλίχου — συνέχεια
II.8.47.2 · Wachsmuth pp. 175-176
Οὐ μὴν οὐδὲ ἐλαττοῦται ὅστις σπουδαῖος ἀπὸ τῆς τύχης, κρείττονα γὰρ αὐτὸν πάσης συντυχίας ἡ μεγαλοψυχία ἀπεργάζεται. Οὐδὲ γὰρ παρὰ φύσιν γίγνεται· ἐξαρκεῖ γὰρ ἡ τῆς ψυχῆς ἀκρότης καὶ τελειότης τὴν ἀρίστην φύσιν συμπληρῶσαι τοῦ ἀνθρώπου. Καὶ μὴν τά γε ἐναντία εἶναι δοκοῦντα γυμνάζει καὶ συνέχει καὶ συναύξει τὴν ἀρετὴν καὶ οὐχ οἷόν ἐστι χωρὶς αὐτῶν καλοὺς κἀγαθοὺς γίγνεσθαι.
Ἰαμβλίχου — συνέχεια
II.8.47.3 · Wachsmuth pp. 176
Καὶ αὕτη τοίνυν ἡ διάθεσις τοῦ σπουδαίου τὸ καλὸν προτιμᾷ τε διαφερόντως καὶ τὴν τοῦ λόγου τελειότητα μόνην ἐν μακαρίᾳ ζωῇ τίθεται, τὰ δὲ ἄλλα ἐν οὐδενὸς μέρει περιορᾷ καὶ ἀτιμάζει.
⟨Ἐν ταὐτῷ⟩
II.8.48 · Wachsmuth pp. 176
Ἐπεὶ τοίνυν ἐν ψυχῇ μέν ἐστιν ὁ ἄνθρωπος, ἡ δὲ ψυχὴ νοερά τε ἐστὶ καὶ ἀθάνατος, καὶ τὸ καλὸν ἄρα αὐτῆς καὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐνυπάρχει τῇ θείᾳ ζωῇ, τῶν δὲ θνητοειδῶν οὐδὲν κύριον ἢ συμβάλλεσθαί τι πρὸς τὴν τελείαν ζωὴν ἐστιν, ἢ παραιρεῖν αὐτῆς τὴν εὐδαιμονίαν. Ὅλως γὰρ ἐν νοερᾷ μὲν ζωῇ τὸ μακάριον ἡμῖν ὑπάρχει· ταύτην δὲ οὐδὲν τῶν μέσων οὔτε ἐπιδιδόναι ποιεῖ οὔτ’ ἐστὶν ἀφαιρεῖσθαι. Μάτην ἄρα αἱ τύχαι καὶ τὰ ἄνισα δῶρα τῆς τύχης διατεθρύληται παρὰ τοῖς ἀνθρώποις.