Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Πορφυρίου — συνέχεια
II.8.42.7 · Wachsmuth pp. 170
Ἀναγκάζειν μὲν τὴν ποιὰν διάθεσιν τῶν σχηματισμῶν ποιοὺς εἶναι τοὺς βίους ταῖς διὰ τῆς ὡροσκοπούσης μοίρας ἰούσαις ψυχαῖς εἰς τὴν γένεσιν, πῶς ἐχόντων τότε τῶν σχηματισμῶν, μὴ συντίθεσθαι αὐτὸν τοῖς Αἰγυπτίοις· τῶν δὲ ψυχῶν κατὰ τὰς ἐνούσας διαθέσεις ἐπὶ τοὺς ὡροσκόπους φερομένων καὶ βίους, ⟨οὓς⟩ σημαίνουσιν οἱ σχηματισμοί, βλεπουσῶν ὥσπερ ἐν πίνακι [γεγραμμένα] ἐν τῇ οὐρανίᾳ γῇ γεγραμμένους, τὰς ἑλομένας διὰ μὲν τὸ αὐτεξούσιον δύνασθαι καὶ μὴ βιῶναι οὕτως, ἑλομένας δὲ τὰ ἐν τῇ στροφῇ κατὰ στιγμὴν τοῦ χρόνου τῆς ἀναφορᾶς τοῦ ὡροσκόπου ἐναλλαττόμενα ἀνάγκῃ ἐκτελεῖν τὰ γεγραμμένα.
Πορφυρίου — συνέχεια
II.8.42.8 · Wachsmuth pp. 170
Διὰ τί οὖν ἐν τῇ αὐτῇ ἀναφορᾷ φέρε καὶ κύων γεννᾶται καὶ ἀνὴρ καὶ γυνὴ καὶ πολλοὶ ἄνδρες καὶ πάντων οὔτε ὁ πρῶτος βίος ὁ αὐτὸς οὔτε ὁ δεύτερος; Πρῶτον μὲν οὖν εἴποιμ’ ἂν οὐχ οὕτως ταχυτέραν ταῖς ψυχαῖς πορείαν πάσαις, ὡς μὴ φθάσαι τὴν ἀναφορὰν τοῦ ὡροσκόπου τὴν ἐκείνων εἴσοδον· προλαμβανούσης δὲ ἀεὶ τῆς φορᾶς καὶ ἑκάστης κατὰ κλῆρον διαφορᾶς ἄλλο παράδειγμα βίου φερούσης, ἀνάγκη μηδέποτε συντρέχειν πάντῃ τοὺς δοκοῦντας ἐν τῇ ⟨αὐτῇ⟩ ὥρᾳ εἰς τὸν κόσμον ἐμβάλλειν.
Πορφυρίου — συνέχεια
II.8.42.9 · Wachsmuth pp. 170-171
Ἔπειτα ὁ μὲν κλῆρος ἔξω * * πρὶν εἰς τὸν τῆς σελήνης ὑποκάτω τόπον πεσεῖν· τοῦ ⟨δὲ⟩ πρώτου βίου ἡ διέξοδος διὰ τῶν ἑπτὰ σφαιρῶν γιγνομένη, ἄλλως ἄλλης κατ’ αὐτὰ κινουμένης κατὰ τὰς προθυμίας πρός τινας τῶν δευτέρων βίων, οὐχ ὁμοίως προσέχειν πάσας ποιεῖ τοῖς γεγραμμένοις.
Πορφυρίου — συνέχεια
II.8.42.10 · Wachsmuth pp. 171
Ἤδη οὖν ἡ μὲν ἑλομένη κυνὸς βίον ἔρχεται ἐπὶ τόνδε τὸν ὡροσκόπον· ἡ δὲ ἀνθρώπου κατὰ τὴν παράκλισιν τῆς στιγμῆς ἐπὶ τόνδε· φέρει δ’ αὐτὴν ἡ Δίκη κατὰ τῆς ἠθοποιίας ἰδιότητα ἐπί τινα μοῖραν τῆς περιφορᾶς, ἣ βίον ἔχει γεγραμμένον πρόσφορον ταῖς αὐτῆς προθυμίαις.
Πορφυρίου — συνέχεια
II.8.42.11 · Wachsmuth pp. 171
Ἡ δὲ Δίκη Τύχη λέγεται, αἰτία οὖσα ἄδηλος ἀνθρωπείῳ λογισμῷ. Ζῳδίων δὲ ὄντων δώδεκα, δι’ ὧν ἡ ὁδὸς ταῖς ψυχαῖς πεπίστευται τοῖς Αἰγυπτίοις γίγνεσθαι τῇδε πανταχοῦ σχεδόν, αἱ μὲν πρῶται τοῦ ζῳδιακοῦ μοῖραι, ὡς ἂν ἀγαθῷ νενεμημέναι τῷ κυρίῳ τοῦ ζῳδίου, παρεδόθησαν εἶναι ἀμφιλαφεῖς· αἱ δὲ τελευταῖαι ἐπὶ πάντων τοῖς κακοποιοῖς λεγομένοις ἀστράσιν ἀπενεμήθησαν.
Πορφυρίου — συνέχεια
II.8.42.12 · Wachsmuth pp. 171
Ἐντεῦθεν οὖν ἡ τῶν πρώτων κλήρων εὐμοιρία ἀποδοχῆς ἠξίωται καὶ ἡ τῶν ὑστέρων ἐστενοχωρεῖσθαι λέγεται. Σημαίνειν μὲν οὖν τὰ ποιὰ σχήματα τοὺς βίους τίθεται Πλάτων· ἀναγκάζειν δὲ οὐκέτι, ἀλλὰ τὰς ἑλομένας ζῆν καὶ καθὰ σημαίνει ἐξ ἀνάγκης ἔχειν τὸν εἱρμὸν τῶν γεγραμμένων.
Πορφυρίου — συνέχεια
II.8.42.13 · Wachsmuth pp. 171
Αἰτία τοίνυν ἑλομένων ἢ γυναικὸς ἢ ἀνδρὸς βίον ἢ ἄλλου τινὸς ζῴου τῆς εἰς τὸν ὡροσκόπον φορᾶς· αἰτία δὲ καὶ τῆς ἐνεχθείσης εἰς τόνδε τὸν ὡροσκόπον τὸ ἑλέσθαι τὸν δεύτερον βίον, ὃν γεγραμμένον δεικνύει ἡ κατὰ τὸν ὡροσκόπον τεταγμένη διακόσμησις τῶν ἀστέρων.
Πορφυρίου — συνέχεια
II.8.42.14 · Wachsmuth pp. 171-172
Εἰ μή τις τὴν μὲν κατὰ τὴν σπορὰν ὡροσκοπίαν τοῦ ἀνθρώπου ἢ κυνὸς ἑλέσθαι ἐμφαίνειν τὸν κλῆρον εἴποι, τὴν δὲ τῆς ἐκ γαστρὸς ἐκτροπῆς ὡροσκοπίαν τοῦ δευτέρου βίου καὶ ἐπὶ τῷ προαιρεθέντι ἐνδεικνύναι τὴν αἵρεσιν.
Πορφυρίου — συνέχεια
II.8.42.15 · Wachsmuth pp. 172
Ἀλλ’ ὅτι μὲν ἐκ τῶν παρ’ Αἰγυπτίοις παραδεδομένων ἡ τοῦ μύθου πλάσις ἐσκευώρηται, συγχωρήσειεν ἄν τις· εἰ δὲ κατ’ αὐτὰ τὰ νοήματα κατὰ μέρος τῷ Πλάτωνι διεσκευάσθη, χαλεπὸν τὸ ἀποφήνασθαι.
Πορφυρίου — συνέχεια
II.8.42.16 · Wachsmuth pp. 172
Ἐπεὶ δὲ καὶ Ὁμήρου τυγχάνεις ὢν ἐραστής τε καὶ ἐπαινέτης, ὅρα μοι μὴ καὶ αὐτὸς πρὸ τοῦ Πλάτωνος τὸ διττὸν οἶδε τῶν βίων, τὸν μέν τινα ἀκίνητον, ὃν ἑλέσθαι ἡ ψυχὴ ἢ μὴ ἑλέσθαι δύναται, ὅταν δὲ ἕληται ἀφύκτως ἔχουσα * * μεταβάλλειν, ἢ δι’ ἀρετῆς αὐτὸν διοικεῖ ἢ κακίας· τούτου γὰρ μεμνημένος φησί·
Πορφυρίου — συνέχεια
II.8.42.17 · Wachsmuth pp. 172
Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
Τοῦτο μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀπαραβάτου εἴη ἂν λέγων βίου· περὶ δὲ τοῦ δευτέρου, ὅτι ἐστὶν ἐφ’ ἡμῖν, τί οὖν φησὶν Ὅμηρος;
Πορφυρίου — συνέχεια
II.8.42.18 · Wachsmuth pp. 172
οἷον δὴ νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμέων γάρ φασι κακ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι.
Πορφυρίου — συνέχεια
II.8.42.19 · Wachsmuth pp. 172-173
Διὰ τί οὖν „οἱ δὲ καὶ αὐτοί“; Δηλοῖ γὰρ ὅτι καὶ ἀπὸ θεῶν τι ἔρχεται εἰς αὐτούς, εἰ καὶ τὸ πλέον δι’ αὐτούς· ἢ ὅτι τὰ παραδείγματα τῶν βίων παρὰ θεῶν, οὐδὲ αὐτοὺς ἔξω τῆς αἰτίας τοῦ εἰς κακὰ ἐμπίπτειν; ἀλλ’ ἀπολύεται αὐτούς, τῷ αὐτεξουσίους ποιῆσαι τὰς ψυχὰς καὶ αὐταῖς ἐπιτρέψαι ἑλέσθαι βίους, οἱ δὲ ἐξ ἐπιδρομῆς καὶ ἀμαθίας „σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν“.
Ἐκ τῆς Ἰαμβλίχου ἐπιστολῆς πρὸς Μακεδόνιον περὶ εἱμαρμένης
II.8.43.1 · Wachsmuth pp. 173
Οὐσία ἐστὶν ἄϋλος ἡ τῆς ψυχῆς καθ’ ἑαυτήν, ἀσώματος, ἀγένητος πάντῃ καὶ ἀνώλεθρος, παρ’ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ τὸ ζῆν, αὐτοκίνητος παντελῶς καὶ ἀρχὴ τῆς φύσεως καὶ τῶν ὅλων κινήσεων. Αὕτη δὴ οὖν καθ’ ὅσον ἐστὶ τοιαύτη, καὶ τὴν αὐτεξούσιον καὶ τὴν ἀπόλυτον περιείληφεν ἐν ἑαυτῇ ζωήν.
Ἰαμβλίχου — συνέχεια
II.8.43.2 · Wachsmuth pp. 173
⟨Καὶ⟩ καθ’ ὅσον μὲν δίδωσιν ἑαυτὴν εἰς τὰ γιγνόμενα καὶ ὑπὸ τὴν τοῦ παντὸς φορὰν ἑαυτὴν ὑποτάττει, κατὰ τοσοῦτον καὶ ὑπὸ τὴν εἱμαρμένην ἄγεται καὶ δουλεύει ταῖς τῆς φύσεως ἀνάγκαις· καθ’ ὅσον δὲ αὖ τὴν νοερὰν ἑαυτῆς καὶ τῷ ὄντι ἄφετον ἀπὸ πάντων καὶ αὐθαίρετον ἐνέργειαν ἐνεργεῖ, κατὰ τοσοῦτον τὰ ἑαυτῆς ἑκουσίως πράττει καὶ τοῦ θείου καὶ ἀγαθοῦ καὶ νοητοῦ μετ’ ἀληθείας ἐφάπτεται.
Ἐν ταὐτῷ
II.8.44 · Wachsmuth pp. 173
Τὸν κατὰ νοῦν ἄρα βίον καὶ τὸν ἐχόμενον τῶν θεῶν διαζῆν μελετητέον· οὗτος γὰρ ἡμῖν μόνος ἀποδίδωσι τὴν ἀδέσποτον τῆς ψυχῆς ἐξουσίαν, ἀπολύει τε ἡμᾶς τῶν ἀναγκαίων δεσμῶν καὶ ποιεῖ ζῆν οὐκ ἀνθρώπινόν τινα βίον, ἀλλὰ τὸν θεῖον καὶ τῇ βουλήσει τῶν θεῶν ἀγαθῶν ἀποπληρούμενον.
Τοῦ αὐτοῦ
II.8.45.1 · Wachsmuth pp. 173-174
Καὶ γὰρ ἤδη τὸ ὅλον εἰπεῖν, αἱ μὲν κινήσεις αἱ περὶ τὸν κόσμον τῆς πεπρωμένης πρὸς τὰς ἀΰλους καὶ νοερὰς ἐνεργείας καὶ περιφορὰς ἀφομοιοῦνται, ἡ δὲ τάξις αὐτῆς πρὸς τὴν νοητὴν καὶ ἄχραντον εὐταξίαν ἀπείκασται· τὰ δ’ αἴτια τὰ δεύτερα τοῖς προηγουμένοις αἰτίοις συνήρτηται καὶ τὸ ἐν γενέσει πλῆθος πρὸς τὴν ἀμέριστον οὐσίαν καὶ πάντα οὕτω τὰ τῆς εἱμαρμένης συνῆπται πρὸς τὴν προηγουμένην πρόνοιαν. Κατ’ αὐτὴν τὴν οὐσίαν ἄρα ἐπιπλέκεται ἡ εἱμαρμένη τῇ προνοίᾳ καὶ τῷ εἶναι τὴν πρόνοιαν ἐστιν ἡ εἱμαρμένη καὶ ἀπ’ αὐτῆς καὶ περὶ αὐτὴν ὑφέστηκε.
Ἰαμβλίχου — συνέχεια
II.8.45.2 · Wachsmuth pp. 174
Τούτων δὲ οὕτως ἐχόντων καὶ ἡ τῶν ἀνθρώπων ἀρχὴ τοῦ πράττειν ἔχει μὲν συμφωνίαν πρὸς ἀμφοτέρας ταύτας τὰς τοῦ παντὸς ἀρχάς· ἔστι δὲ καὶ ἀφειμένη ἀπὸ τῆς φύσεως καὶ ἀπόλυτος ἀπὸ τῆς τοῦ παντὸς κινήσεως ἐν ἡμῖν τῶν πράξεων ἀρχή. Διὰ τοῦτο οὐκ ἔνεστιν ἐν τῇ τοῦ παντός. Διότι μὲν γὰρ ⟨οὐκ⟩ ἀπὸ τῆς φύσεως παράγεται οὐδὲ ἀπὸ τῆς τοῦ παντὸς κινήσεως, πρεσβυτέρα καὶ οὐκ ἀπὸ τοῦ παντὸς ἐνδιδομένη, προτέτακται· διότι γε μὴν ἀφ’ ὅλων τῶν τοῦ κόσμου μερίδων καὶ ἀπὸ πάντων στοιχείων μοίρας τινὰς κατενείματο καὶ ταύταις πάσαις χρῆται, περιέχεται αὐτὴ καὶ ἐν τῇ τῆς εἱμαρμένης διατάξει, συντελεῖ τε εἰς αὐτὴν καὶ συμπληροῖ τὴν ἐν αὐτῇ κατασκευὴν καὶ χρῆται αὐτῇ δεόντως.
Ἰαμβλίχου — συνέχεια
II.8.45.3 · Wachsmuth pp. 174
Καὶ καθ’ ὅσον μὲν λόγον καθαρὸν αὐθυπόστατον καὶ αὐτοκίνητον ἀφ’ ἑαυτοῦ τε ἐνεργοῦντα καὶ τέλειον ἡ ψυχὴ συνείληφεν ἐν ἑαυτῇ, κατὰ τοσοῦτον ἀπόλυτός ἐστι πάντων τῶν ἔξωθεν· καθ’ ὅσον γε μὴν καὶ ζωὰς ἄλλας προβάλλει ῥεπούσας εἰς τὴν γένεσιν καὶ ἐπικοινωνεῖ τῷ σώματι, κατὰ τοσοῦτον ἔχει συμπλοκὴν καὶ πρὸς τὴν τοῦ κόσμου διάταξιν.
Ἐν ταὐτῷ
II.8.46.1 · Wachsmuth pp. 175
Εἰ δέ τις ταὐτόματον καὶ τὴν τύχην ἐπεισάγων ἀναιρεῖν οἴεται τὴν τάξιν, μαθέτω ὡς οὐδέν ἐστιν ἐν τῷ παντὶ ἄτακτον οὐδ’ ἐπεισοδιῶδες οὐδὲ ἄνευ αἰτίας οὐδὲ ἀόριστον οὐδὲ εἰκῇ οὐδ’ ἀπὸ τοῦ μηδενὸς ἐπεισιὸν οὐδὲ κατὰ συμβεβηκός. Οὔκουν ἀναιρεῖται ἡ τάξις καὶ συνέχεια τῶν αἰτιῶν καὶ ἡ τῶν ἀρχῶν ἕνωσις καὶ ἡ δι’ ὅλων διατείνουσα τῶν πρώτων ἐπικράτεια.