Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 8

Πορφυρίου — συνέχεια

Ἐπεὶ τοίνυν τὰ τοῦ Πλάτωνος εἰς τὰς χεῖρας λαβὼν μικρὰν ἡμᾶς ἀπεσφάλθαι τῆς τοῦ φιλοσόφου γνώμης κατεῖδον, ἐθαυμάσαμεν τοὺς ἀπορήσαντας. Βίους γὰρ αὐτοὺς μόνον λέγειν ἡγησάμενοι καὶ καθάπερ οἱ τὰ περὶ βίον πραγματευσάμενοι μέμνηνται γεωργικοῦ τινος βίου καὶ πάλιν πολιτικοῦ καὶ ἄλλου στρατιωτικοῦ, οὕτω καὶ τὸν Πλάτωνα πολλῶν καὶ διαφόρων ἐν ἀνθρώποις θεωρουμένων βίων καὶ τούτων τῆς αἱρέσεως ἐφ’ ἡμῖν ἐν πολλοῖς οὔσης καὶ πάλιν τῆς ἐξ αὐτῶν μεταθέσεως, εἰκότως θαυμάζουσι πῶς ὁ τούτων ἑλόμενός τινα κατηνάγκασται ἐκ παντὸς τοῦτον ἀποπλῆσαι μόνον.

Πορφυρίου — συνέχεια

Οἱ μὲν γὰρ ἀπὸ τῆς Στοᾶς βίον λέγεσθαι ὑπολαμβάνουσι καθ’ ἕν τι σημαινόμενον λογικῆς ζωῆς, διέξοδον αὐτῷ ἀποδιδόντες ἐξ ἐνεργειῶν καὶ σχέσεων καὶ ποιήσεων καὶ παθημάτων συνεστῶσαν, ὁ δὲ Πλάτων καὶ τὰς τῶν ἀλόγων ζωὰς λέγει βίους. Βίος γὰρ κατ’ αὐτὸν καὶ ἡ τοῦ κύκνου ζωὴ καὶ πάλιν ἄλλος βίος ὁ λέοντος, καθ’ ὃ λέων, καὶ ἄλλος ὁ ἀηδόνος· βίος δὲ καὶ ὁ ἀνθρώπειος καὶ τούτου ὁ μέν τις γυναικεῖος, ὁ δὲ ἀνδρεῖος· λέγει γὰρ εἶναι παντοδαπὰ τῶν βίων τὰ παραδείγματα.

Πορφυρίου — συνέχεια

Ἓν μὲν οὖν τοιοῦτον παρ’ αὐτῷ σημαινόμενον βίου, ἕτερον δὲ ὃ παρίστησι συμβεβηκός τι τούτων καὶ δεύτερόν τινα χαρακτῆρα ἐπὶ προηγουμένῳ τῷ ῥηθέντι βίῳ. Προηγούμενος μὲν γὰρ βίος κυνὶ ὁ κατὰ τὴν κυνὸς ζωήν· ἐπισυμβαίνει δὲ τῷ τοιούτῳ βίῳ ἡ τῶν θηρευτικῶν κυνῶν ἢ τῶν ἰχνευτικῶν ἢ τῶν περὶ τράπεζαν ἢ τῶν οἰκοφυλάκων, καὶ δεύτερος ἂν εἴη οὗτος βίος.

Πορφυρίου — συνέχεια

Ἀλλὰ τοῖς μὲν ἀλόγοις, ἀφῃρημένοις τοῦ αὐτεξουσίου, ἢ διὰ φύσεως ὁ χαρακτὴρ οὗτος ἐπισυνίσταται ἢ διὰ κατατάξεως τοῦ κτησαμένου· ἐπὶ δὲ τῶν ἀνθρώπων τὸ μὲν ἢ ἐκ προγόνων γενέσθαι ἀγαθῶν ἢ κάλλους τυχεῖν σωματικοῦ διὰ φύσεως ἐπορίσθη ἢ τύχης, πλὴν ὅτι τούτων οὐδὲν ἦν ἐφ’ ἡμῖν δῆλον. Τὰς δέ γε τῶν τεχνῶν ἀναλήψεις καὶ τὰς τῶν ἐπιτηδευμάτων ἐπιστημῶν τε καὶ ⟨τὰς⟩ τῶν πολιτικῶν βίων ἀρχῶν τε διώξεις καὶ ὅσα τοιαῦτα, ἐκ τοῦ ἐφ’ ἡμῖν ἠρτῆσθαι συμβέβηκεν, εἰ καί τινα δυσεπίτευκτα, τῷ καὶ τῆς ἔξωθεν προσδεῖσθαι συλλήψεως, δι’ οὗ εἰς τὸ τυχεῖν δύσκολα καὶ ἀποθέσθαι οὐ ῥᾴδια, ὥσπερ ἀρχὰς καὶ τυραννίδας καὶ δημαγωγίας.

Πορφυρίου — συνέχεια

Πάντα μὲν οὖν τὰ τοιαῦτα ἠρτῆσθαι συμβέβηκεν ⟨ἐκ⟩ τῆς προαιρέσεως, ἡ δὲ τεῦξις αὐτῶν οὐ πάντως ἐφ’ ἡμῖν, ἀφ’ οὗ δ’ ἄν τινος τύχωμεν, τῇ τάξει αὐτοῦ ἕπεσθαι ἀνάγκη. Δέδοται μέντοι ἐπὶ πάντων σχεδὸν τῶν ἐχόντων μεσότητα καὶ μὴ ἤδη εἰς κακίαν ἀνηγμένων τὸ χρήσθαι τοῖς βίοις οὗ τις μέτεισιν, ἢ κακῶς ἢ καλῶς. Καὶ γὰρ ἐπὶ τυραννίδας τινὲς προαχθέντες ἤπιοι καὶ πρᾶοι γεγόνασι καὶ βασιλείαις πονηρῶς ἐχρήσαντο.

Πορφυρίου — συνέχεια

Τούτων ⟨δὲ⟩ οὕτως ἐχόντων ἡ μὲν αἵρεσις τῶν βίων ταῖς ἔξω ψυχαῖς προηγουμένως τῶν πρώτων ἐστί, κἄπειτα αἱρεθέντος ἥ τε Ἀνάγκη τὸ ἀπαραίτητον ἐκύρωσεν, ὅ τε δαίμων ἐπηκολούθησεν, ὡς ἂν δὴ τοῦ βίου προστάτης ὢν καὶ ἐπόπτης ἕκαστος ἑκάστου, συναναγκάζων ἐμμένειν τὰς ψυχὰς τῷ αἱρεθέντι καὶ μὴ προβλέπειν, αἵ τε Μοῖραι τὸν τοιοῦτον ἐπένησαν ἑκάστῳ βίον, ⟨οἷον⟩ τὰ [τε] γιγνόμενα διὰ παντὸς μαρτυρεῖ τοῦ χρόνου.

Πορφυρίου — συνέχεια

Οὔτε γὰρ ἀνήρ, κἂν σφόδρα δι’ ἀσέλγειαν μαλακίζηται καὶ πάντ’ αὐτῷ ἡ προαίρεσις μετασχηματίζῃ τὰ ἔξωθεν ⟨εἰς⟩ τὰ τῆς θηλείας συνήθη, γυνή ποτ’ ἂν γένοιτο, οὔτε γυνὴ τὰ ἀνδρῶν ἐγχειροῦσα δρᾶν, ἀνήρ ποτ’ ἂν γένοιτο.

Πορφυρίου — συνέχεια

Ζῶσι μὲν οὖν τοῦτον τὸν βίον αἱ ψυχαὶ μετ’ ἀνάγκης, διὰ λήθης αὐτὸν διεξέρχονται καὶ ὅτι ἐπ’ αὐταῖς ἡ αἵρεσις αὐτοῦ ποτὲ γέγονε, παντελῶς ἐπιλελησμέναι. Ἔρχεται δὲ ἐπ’ ἀνθρώπου μάλιστα ἀνειμένον [ἐλεύθερον] τὸ ἐθελούσιον πρὸς μὲν τὰ τῆς ψυχῆς, ὡς καθ’ ἑαυτὴν καὶ μὴ ἐν σώματι [δεδεμένην] πεπεδημένην, πρὸς δὲ τὰ τοῦ ζῴου καὶ συναμφοτέρου ⟨πρὸς⟩ αὐτεξούσια ἔργα λελυμένου. Σὺν γὰρ τούτῳ διεξάγει τὸν ἀνθρώπειον βίον ἕκαστος ἡμῶν, σὺν τῷ ἔχειν πρὸς τὰ τοῦ συναμφοτέρου αὐτεξούσια ἔργα τὴν ὁρμὴν προσήκουσαν.

Ἐν ταὐτῷ

Διοικεῖται γὰρ τὸ ζῷον ἕκαστον κατὰ τὴν τῇδε προσήκουσαν αὐτῷ διάζησιν. Ἔχει δὲ ὁ βίος ὁ τοῦ ἀνθρώπου τὸ κατάλληλον τῷ ἀνθρώπῳ αὐτεξούσιον ἐφ’ ἑαυτῷ. Διὸ κἂν ἄγηται ὑπὸ προθυμιῶν φυσικῶν πρός τινα τῶν ἐνταῦθα ἐν αἱρέσει πιπτόντων βίων, ἀλλ’ ἐφ’ αὑτῷ ἔχει τὸ μὴ ἐμπεσεῖν, κἂν πάντως ἐμπέσῃ. Ὅσα γὰρ τῇ πιθανῇ φαντασίᾳ συγκατατιθέμεθα διὰ τὸ πιθανόν, ἀλλ’ ἐφ’ ἡμῖν καὶ τὸ μὴ συγκατατίθεσθαι, ὅ τι μὴ ἡ φαντασία σύρει ἡμᾶς καὶ νευροσπαστεῖ πρὸς αὐτήν.

Ἐν ταὐτῷ

Τὸ γὰρ ὅλον βούλημα τοιοῦτ’ ἔοικεν εἶναι τὸ τοῦ Πλάτωνος· ἔχειν μὲν τὸ αὐτεξούσιον τὰς ψυχάς, πρὶν εἰς σώματα καὶ βίους διαφόρους ἐμπεσεῖν, εἰς τὸ ⟨τοῦτον⟩ ἢ τοῦτον ἑλέσθαι τὸν βίον, ὃν μετὰ ποιᾶς ζωῆς καὶ σώματος οἰκείου τῇ ζωῇ ἐκτελεῖν μέλλει (καὶ γὰρ λέοντος βίον ἐπ’ αὐταῖς εἶναι ἑλέσθαι καὶ ἀνδρός)· κἀκεῖνο μὲν τὸ αὐτεξούσιον ἅμα τῇ πρός τινα τῶν τοιούτων βίων πτώσει ἐμπεπόδισται.

Πορφυρίου — συνέχεια

Κατελθοῦσαι δὲ εἰς τὰ σώματα καὶ ἀντὶ ψυχῶν ἀπολύτων γεγονυῖαι ψυχαὶ ζῴων, τὸ αὐτεξούσιον φέρουσιν οἰκεῖον τῇ τοῦ ζῴου κατασκευῇ καὶ ἐφ’ ὧν μὲν εἶναι πολύνουν καὶ πολυκίνητον ὡς ἐπ’ ἀνθρώπου, ἐφ’ ὧν δὲ ὀλιγοκίνητον καὶ μονότροπον ὡς ἐπὶ τῶν ἄλλων σχεδὸν πάντων ζῴων. Ἐξηρτῆσθαι δὲ τὸ αὐτεξούσιον τοῦτο τῆς κατασκευῆς, κινούμενον μὲν ἐξ ἑαυτοῦ, φερόμενον δὲ κατὰ τὰς ἐκ τῆς κατασκευῆς γινομένας προθυμίας.

Ἐν ταὐτῷ

Πανταχοῦ δὲ τὰς ὑπερβολὰς φεύγειν προσήκει, διώκειν δὲ τὸ μέσον, ἂν μὴ ἤδη τὸ ἐφ’ ἡμῖν πάθεσι κακίας ἀνηκέστοις δεδεμένον δουλεύῃ καὶ ὑποτεταγμένον ᾖ τούτοις.

Πορφυρίου — συνέχεια

Ἀρέσκει καὶ τὸ μὴ ἀτάκτως κληροῦσθαι τὰς ψυχὰς τοὺς βίους καὶ λαμβάνειν αὐτούς, ἀλλὰ τάξει καὶ ὡς ἄγει αὐτὰς ἡ περίοδος. Ἡ μὲν γὰρ πρώτη παυσαμένη ἐν τῇ πρώτῃ περιόδῳ πρώτη ἥξει, ἡ δὲ δευτέρα ⟨δευτέρα⟩ ἐν τῇ δευτέρᾳ κληρωσουμένη· στρεφομένας γὰρ ὑπὸ τοῦ παντὸς καὶ καταληγούσας τῇ τούτου φορᾷ περιάγεσθαι ὡς εἰς τάξιν, κλήρων σημαινόντων τὸ πρῶτον καὶ τὸ δεύτερον. Διὸ καὶ τῆς Λαχέσεως οἱ κλῆροι λαμβάνονται τῷ προφήτῃ, ἥτις ἀπὸ τοῦ λαγχάνειν καὶ κληροῦσθαι κέκληται. Λάχεσιν δὲ τὴν τοῦ παντὸς περιστροφὴν πολλοὶ εἶναι εἰρήκασιν.

Πορφυρίου — συνέχεια

Ἀρέσκει καὶ τὸ χραίνεσθαι τὸ μὲν ἐπὶ ταῖς ψυχαῖς αὐτεξούσιον ὑπὸ τῆς ἐγγινομένης ἐνταῦθα προβιοτῆς, τὸ δ’ ἐπὶ τοῖς ἀνθρώποις αὐτεξούσιον ἐκ τῆς πρός τινα τῶν τῇδε βίων τῆς ⟨ψυχῆς⟩ ἔξω ἔτι οὔσης ῥοπῆς, ἣν αἵρεσιν ὁ Πλάτων λέγει.

Πορφυρίου — συνέχεια

Ἀρέσκει καὶ τὸ τοιαύτην εἶναι τὴν εἱμαρμένην, ἐοικυῖαν ταῖς τῶν νόμων διαγορεύσεσι, νόμον οὖσαν καὶ αὐτὴν καί,

θεῶν ψήφισμα παλαιόν, ἀΐδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις,

φησὶν Ἐμπεδοκλῆς. Οἵ τε γὰρ νόμοι, οὐκ ἀναγκάζοντες, διαγορεύουσιν, ὡς ἐὰν λῃστεύσῃς, τάδε πείσῃ· ἐὰν δὲ ἀριστεύσῃς, τῶνδε τεύξῃ· οἵ τε καθ’ εἱμαρμένην θεσμοί, ἐὰν βίον ἕλῃ ἀνδρός, οὕτως ζήσῃ, οὐ μὴν ἔτι καὶ ἑλοῦ ἐκ παντὸς ἀναγκάζουσι· καὶ ἐὰν ⟨ἐν⟩ ἀνδράσι γενόμενος βίον ἕλῃ στρατιώτου, τάδε σε παθεῖν καὶ δρᾶσαι ἀνάγκη, οὐ μὴν ἔτι βίον σε ἀνάγκη ἑλέσθαι στρατιώτου καὶ τάδε παθεῖν ⟨καὶ δρᾶσαι⟩ ἐξ ἀνάγκης.

Πορφυρίου — συνέχεια

Δι’ ὃ κεῖται μὲν τὰ παραδείγματα καὶ τῶν πρώτων καὶ δευτέρων· ἐπὶ δὲ ταῖς ψυχαῖς ἐστι, τούς τε πρώτους ἑλέσθαι βίους καὶ ζῆσαι, φέρε, βίον ἀνθρώπου, τῶν τε δευτέρων ἑλέσθαι βίον τινά· ἑλομένῳ δὲ καὶ ζῶντι κατὰ τοῦτον, ἀνάγκη τἀκόλουθα καὶ δρᾶσαι καὶ παθεῖν.

Πορφυρίου — συνέχεια

Εἰ μέντοι ἐνδέχεται καταμαντευσάμενον τῆς Πλάτωνος γνώμης, ἐπιτυχῶς στοχάσασθαι, πόθεν ταῦτα λαβὼν Πλάτων περὶ αὐτῶν διελέχθη ὡς τοῖς γιγνομένοις ὄντων συμφώνων, φαίην ἄν, οἶμαι, ὅτι ⟨παρὰ⟩ τῶν παρ’ Αἰγυπτίοις σοφῶν τοὺς βίους ἐκ τῶν ὡροσκόπων σημειουμένων καὶ τῆς ἐν ταῖς γενέσεσι τῶν ἀστέρων πρὸς τὰ ἐν τῷ ζῳδιακῷ ἄστρα διαθέσεως, ⟨ὡς⟩ ἀκολούθους τῇ τοῦ ὡροσκόπου ἀνατολῇ.

Contents

Sign in to save your reading →