Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 8

Σωκράτους

Σωκράτης ἔφη μεγίστην μὲν ἀρχὴν εἶναι τὴν βασιλείαν, ἀρίστην δὲ τὸ ἑαυτοῦ ἄρχειν.

Ῥούφου ἐκ τῶν Ἐπικτήτου Περὶ φιλίας · 1

Τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν ἔθετο ὁ θεός, τὰ δ’ οὐκ ἐφ’ ἡμῖν. Ἐφ’ ἡμῖν μὲν τὸ κάλλιστον καὶ σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστὶ τὴν χρῆσιν τῶν φαντασιῶν. Τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή.

Ῥούφου ἐκ τῶν Ἐπικτήτου Περὶ φιλίας · συνέχεια

Τὰ δ’ ἄλλα πάντα οὐκ ἐφ’ ἡμῖν ἐποιήσατο. Οὐκοῦν καὶ ἡμᾶς συμψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγματα, τῶν μὲν ἐφ’ ἡμῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφ’ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ, καὶ εἴτε τῶν παίδων δέοιτο, εἴτε τῆς πατρίδος, εἴτε τοῦ σώματος, εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν.

Ἑρμοῦ

Ἔστι τοίνυν οὐσία καὶ λόγος καὶ νόημα καὶ διάνοια. Φέρεται δ’ ἐπὶ τὴν διάνοιαν καὶ δόξα καὶ αἴσθησις. Ἵεται δ’ ὁ λόγος ἐπὶ τὴν οὐσίαν, τὸ δὲ νόημα δι’ αὐτοῦ ἵεται. Ἐμπλέκεται δὲ τὸ νόημα τῇ διανοίᾳ, ἐλθόντα δὲ δι’ ἀλλήλων μία ἰδέα ἐγένοντο, αὕτη δέ ἐστιν ἡ τῆς ψυχῆς. Φέρεται δ’ ἐπὶ τὴν αὐτῆς διάνοιαν δόξα καὶ αἴσθησις· ταῦτα δὲ ἐπὶ τοῦ αὐτοῦ οὐ μένει, ἔνθεν καὶ ὑπερβάλλει καὶ ἐλλείπει καὶ ἑαυτῷ διαφέρεται· χεῖρον μὲν γίνεται, ὅταν ἀποσπασθῇ τῆς διανοίας· ὅταν δὲ ἀκολουθῇ καὶ πείθηται, κοινωνεῖ τῷ νοηματικῷ λόγῳ διὰ τῶν μαθημάτων.

Ἑρμοῦ — συνέχεια

Τὸ δὲ αἱρεῖσθαι ἔχομεν, τὸ γὰρ αἱρεῖσθαι τὸ κρεῖττον ἐφ’ ἡμῖν ἐστιν, ὁμοίως δὲ καὶ τὸ χεῖρον ἀκουσίως· ἐχομένη γὰρ αἵρεσις τῶν κακῶν πλησιάζει τῇ σωματικῇ φύσει, διὰ ⟨τε⟩ τοῦτο τῷ ἑλομένῳ εἱμαρμένη δυναστεύει.

Ἑρμοῦ — συνέχεια

Ἐπεὶ τοίνυν ἡ ἐν ἡμῖν ἀσώματος οὐσία αὐτεξούσιός ἐστιν ὥσπερ ὁ νοηματικὸς λόγος, αὕτη δ’ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, διὰ τοῦτο εἱμαρμένη ταύτης οὐχ ἅπτεται, παραθεῖσα δὲ τὸν πρῶτον ἀπὸ τοῦ πρώτου θεοῦ διανοητικὸν λόγον, προΐησι καὶ ὅλον τὸν λόγον ὃν συνέταξε φύσις τοῖς γιγνομένοις· τούτοις ψυχὴ κοινωνήσασα κοινωνεῖται ταῖς τούτων εἱμαρμέναις, ἀμέτοχος οὖσα τῆς τῶν γινομένων φύσεως.

Ἐκ τοῦ Πλουτάρχου Περὶ φιλίας · 1

Ὅθεν οὐ δεῖ παντάπασι ταπεινοῦν τὴν φύσιν ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδὲ ὑπὲρ τὴν τύχην ἔχουσαν, ἀλλὰ τοὐναντίον εἰδότας ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου σαθρόν τε καὶ ἐπίκηρον ὃ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυνθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετὴν ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον,

Πλουτάρχου · συνέχεια

ἀνεκπλήκτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους καὶ πρὸς τὴν τύχην λέγοντας, ⟨ἃ⟩ Σωκράτης, δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν, πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δὲ οὐ δύνανται. Καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον· κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον ⟨καὶ γενναῖον καὶ ἐλευθέριον⟩, οὐδὲ παρελέσθαι τὴν διάθεσιν τῶν καλῶν.

Πλάτωνος

Τὰ ἀπὸ τύχης γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται, ᾧ δ’ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα ἡγεῖται, δόξα ἀληθὴς καὶ ἐπιστήμη.

⟨Τοῦ αὐτοῦ⟩

Αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσι, καλὸν τὸ χρῆμα καὶ πάντα τἀγαθὰ ἀπεργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου· ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ. Ἐπειδὰν δὲ δεθῶσι, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι. Καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστὶ καὶ διαφέρει δεσμῷ.

Τοῦ αὐτοῦ

Τί δέ; οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας ὡς ἅπασαι αἰσχραί, ὧν αἱ βέλτισται τυφλαί; Ἢ δοκοῦσί τι τυφλῶν διαφέρειν ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές τι δοξάζοντες;

⟨Τοῦ αὐτοῦ⟩

Ὃς ἂν μὴ ἔχῃ διορίσασθαι τῷ λόγῳ ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφελὼν τὴν τοῦ ἀγαθοῦ ἰδέαν καὶ ὥσπερ ἐν μάχῃ διὰ πάντων ἐλέγχων διεξιὼν μὴ κατὰ δόξαν ἀλλὰ κατ’ οὐσίαν προθυμούμενος ἐλέγχειν, ἐν πᾶσι τούτοις ἀπτῶτι τῷ λόγῳ διαπορεύηται, οὔτε αὐτὸ τὸ ἀγαθὸν φήσει εἰδέναι τὸν οὕτως ἔχοντα οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ἀλλ’ εἴ πῃ αὐτοῦ εἰδώλου τινὸς ἐφάπτεται, δόξῃ οὐκ ἐπιστήμῃ ἐφάπτεσθαι καὶ τὸν νῦν βίον ὀνειροπολοῦντα καὶ ὑπνώττοντα, πρὶν ἐνθάδε ἐξέγρεσθαι, εἰς ᾅδου πρότερον ἀφικόμενον τελέως ἐπικαταδαρθεῖν.

Τοῦ αὐτοῦ

Τὴν τῶν καλῶν καὶ δικαίων πέρι ⟨καὶ⟩ ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντως οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ψυχαῖς ἐγγίγνηται, θείαν φημὶ ἐν δαιμονίῳ γίγνεσθαι γένει.

⟨Τοῦ αὐτοῦ⟩

Ἐπιλιπούσης γὰρ ἐπιστήμης ὁ ἁμαρτάνων ἁμαρτάνει, ἐν ᾧ ⟨οὐκ⟩ ἔστι δημιουργός.

Πορφυρίου περὶ τοῦ ἐφ’ ἡμῖν

Ἐν ταῖς πρῴην ἡμῖν γεγονυίαις, Χρυσάοριε, πρὸς ἀλλήλους διαλέξεσι τὸν περὶ τῆς αἱρέσεως τῶν βίων ἀνακινήσαντες λόγον, ἣν ταῖς ἔξω ψυχαῖς ἀπονείμας ὁ Πλάτων κινδυνεύει τὸ ἐφ’ ἡμῖν καὶ ὅλως τὸ αὐτεξούσιον λεγόμενον ἀναιρεῖν, εἴγε ἐκ τῶν προβεβιωμένων κατὰ τὴν προτέραν περίοδον καὶ ὧν ἠγάπησαν ἢ ἐμίσησαν ἢ ἐφ’ οἷς ἥσθησαν ἢ ἐλυπήθησαν ἠθοπεποιημέναι ἐπὶ τὴν αἵρεσιν ἔρχονται, ταῦτα μὲν ἐδόκει ἐᾶν, ὡς εἰς ἀπολογίαν δυνάμενα παρασχεῖν τινας πιθανότητας· ἃ δὲ μετὰ τὸ ἑλέσθαι καὶ μέλλειν τοὺς κατὰ μέρος ἀνθρώπους ἀποφαίνειν, διὰ τῆς αὐτῶν εἰς τὰ σώματα εἰσκρίσεως παθεῖν αὐτὰς ἔφη, χαλεπὰ ἡμῖν ἐφαίνετο,

Πορφυρίου — συνέχεια

ποτὲ μὲν λέγοντος „ὁ πρῶτος αἱρείσθω βίον ᾧ συνέσται ἐξ ἀνάγκης“, ποτὲ δὲ, ὅτι ὃν εἰλήχαμεν δαίμονα ἀναπόδραστός τις ἡμῖν φρουρός. Τὴν γὰρ Λάχεσιν, ἥτις τῆς Ἀνάγκης ἐστὶ θυγάτηρ, τῷ λαχόντι καὶ ἑλομένῳ τινὰ βίον συμπέμπειν φύλακά τε τοῦ βίου καὶ ἐκ παντὸς ἀποπληρωτὴν τοῦ αἱρεθέντος· ὁ δὲ παραλαβὼν αὐτὸν καὶ πρὸς Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρα καὶ τὴν ἐπιστροφὴν τοῦ ἀτράκτου ἀγαγὼν καὶ μετὰ ταῦτα πρὸς τὴν Ἄτροπον τὴν τὰ ἐπικλωσθέντα ποιοῦσαν ἀμετάτροπα,

Πορφυρίου — συνέχεια

ἐντεῦθεν ἤδη ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἄγει θρόνον καὶ δι’ ἐκείνου διεξελθεῖν ποιήσας ἅμα τοῖς ἄλλοις, ἀπάγει εἰς τὸ τῆς Λήθης πεδίον παρὰ τὸν Ἀμέλητα ποταμόν, ἀφ’ οὗ μέτρον μὲν ἀναγκαῖον εἶναι πιεῖν, τοὺς δὲ πιόντας πάντων ἐκλανθάνεσθαι. Οὕτω δὲ τούτων ἐπικεκλωσμένων καὶ κατηναγκασμένων καὶ ἐπικεκυρωμένων ὑπὸ Μοιρῶν τε καὶ Λήθης καὶ Ἀνάγκης, ἑπομένου καὶ παραφυλάττοντος τὴν εἱμαρμένην τοῦ δαίμονος, τίνος ἂν εἴημεν κύριοι ἢ πῶς ἔτι „ἡ ἀρετὴ ἀδέσποτος, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει“;

Contents

Sign in to save your reading →