Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Ηʹ
II.8.heading · Wachsmuth pp. 153
Περὶ τῶν ἐφ’ ἡμῖν.
Φιλήμονος
II.8.1 · Wachsmuth pp. 153
Ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίγνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.
Εὐριπίδου Πελιάσιν
II.8.2 · Wachsmuth pp. 153
Οὐκ ἔστι τὰ θεῶν ἄδικ’· ἐν ἀνθρώποισι δὲ κακῶς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.
Μενάνδρου
II.8.3 · Wachsmuth pp. 153
Εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης.
Εὐριπίδου Πειρίθῳ
II.8.4 · Wachsmuth pp. 153
Ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.
Μενάνδρου
II.8.5 · Wachsmuth pp. 153
Ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.
Φιλήμονος Παγκρατιαστῇ
II.8.6 · Wachsmuth pp. 153-154
Καὐτόν τι πράττειν· οὐ μὲν οὖν τὰς ἐλπίδας ἐπὶ τῇ τύχῃ ⟨χρὴ⟩, παιδίον, πάντως ἔχειν, ὧν βούλεταί τις, ἀλλὰ καὐτὸν τῇ τύχῃ συλλαμβάνεσθαι· ῥᾷον ἡ τύχη πονεῖ, ἐὰν μεθ’ ἑτέρου τοῦτο, μὴ μόνη, ποιῇ.
Μενάνδρου
II.8.7 · Wachsmuth pp. 154
Ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίγνεται, τὸ δ’ αἱρέσει.
Εὐριπίδου Ὀρέστῃ
II.8.8 · Wachsmuth pp. 154
Σὺ νῦν διάφερε τῶν κακῶν, ἔξεστι γὰρ καὶ μὴ μόνον λέγ’, ἀλλὰ καὶ φρόνει τάδε.
Μενάνδρου Ῥαπιζομένῃ
II.8.9 · Wachsmuth pp. 154
Ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον αὐτῶν διδόντων ἕνεκα τοῦ ζῆν οὐ βούλεται.
⟨Anonymi⟩
II.8.9a · Wachsmuth pp. 154
τὸ δ’ ἀτυχεῖν ἢ τὸ μὴ θεὸς δίδωσιν, οὐ τρόπου ’σθ’ ἁμαρτία.
Αἰσχύλου
II.8.10 · Wachsmuth pp. 155
Κοινὸν τύχη, γνώμη δὲ τῶν κεκτημένων.
⟨Euripidis⟩
II.8.11 · Wachsmuth pp. 155
Τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
Τοῦ αὐτοῦ
II.8.12 · Wachsmuth pp. 155
Ἔρωτες ἡμῖν εἰσι παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις· ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ· οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. Ἐγὼ ⟨δὲ⟩ τούτων οὐδενὸς χρῄζω τυχεῖν, δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.
Ὁμήρου Ὀδυσσείας
II.8.13 · Wachsmuth pp. 155
Εἰ μέν κε ἀσινέας ἐάας, νόστου τε μέδηαι, καί κεν ἔτ’ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ ὄλεθρον.
Ὁμήρου Ἰλιάδος
II.8.14 · Wachsmuth pp. 155-156
Μήτηρ γάρ τέ μέ φησι, θεὰ Θέτις ἀργυρόπεζα, διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοςδε. Εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. Εἰ δέ κεν οἴκαδ’ ἵκομαι φίλην ἐς πατρίδα γαῖαν, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη.
Δημοσθένους ἐν τῷ ὑπὲρ τοῦ στεφάνου
II.8.15 · Wachsmuth pp. 156
Ὃ μὲν γὰρ ἦν ἀνδρῶν ἀγαθῶν ἔργον ἅπασι πέπρακται· τῇ τύχῃ δ’, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστῳ, ταύτῃ κέχρηνται.
Δημοκρίτου
II.8.16 · Wachsmuth pp. 156
Ἄνθρωποι Τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀβουλίης. Βαιὰ γὰρ φρονήσει τύχη μάχεται, τὰ δὲ πλεῖστα ἐν βίῳ εὐξύνετος ὀξυδερκίη κατιθύνει.
Ἀναξιμένους
II.8.17 · Wachsmuth pp. 156
Τὸ γὰρ δυσλόγιστον τοῦ βίου τοῖς ἀνθρώποις τύχην προσαγορεύειν εἰώθαμεν. Εἰ γὰρ ταῖς γνώμαις πάντα κατωρθοῦμεν, ὄνομα τῆς τύχης οὐκ ἂν ἦν.
Ἐπανδρίδου
II.8.18 · Wachsmuth pp. 156
Φρόνιμος ὁ δι’ ἑαυτὸν εὖ πρήσσων, ὁ δὲ διὰ τὴν τύχην μακάριος.
Τοῦ αὐτοῦ
II.8.19 · Wachsmuth pp. 157
Φρόνησις εὐτυχίην ὡς τὰ πολλὰ χαρίζεται, τύχη δὲ φρόνησιν οὐ ποιέει.
Θουκυδίδου δημηγορίας Ἀθηναίων
II.8.20 · Wachsmuth pp. 157
Πᾶσι δὲ ἀνεπίφθονον τὰ ξυμφέροντα τῶν μεγίστων πέρι κινδύνων εὖ τίθεσθαι.
Διογένους
II.8.21 · Wachsmuth pp. 157
Διογένης ἔφη νομίζειν ὁρᾶν τὴν Τύχην ἐνορούουσαν αὐτῷ καὶ λέγουσαν
Τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
Ἐκ τοῦ Ἐπικτήτου Ἐγχειριδίου
II.8.22 · Wachsmuth pp. 157
Νόσος σώματός ἐστιν ἐμπόδιον, προαιρέσεως δὲ οὐκ ἔστιν, ἐὰν μὴ αὐτὴ θελήσῃ. Χώλωσις σκέλους ἐστὶν ἐμπόδιον, ⟨προαιρέσεως δὲ οὔ. Καὶ τοῦτο ἐφ’ ἑκάστου τῶν ἐμπιπτόντων ἐπίλεγε· εὑρήσεις γὰρ αὐτὸ ἄλλου τινὸς ἐμπόδιον,⟩ σὸν δ’ οὔ.
⟨Τοῦ αὐτοῦ⟩
II.8.23 · Wachsmuth pp. 157
Μὴ ζήτει τὰ γιγνόμενα γίγνεσθαι ὡς θέλεις, ἀλλὰ θέλε ὡς τὰ γιγνόμενα γίνεται καὶ εὐροήσεις.
Κρίτωνος Πυθαγορείου ἐκ τοῦ Περὶ φρονήσιος
II.8.24.1 · Wachsmuth pp. 157-158
Ὁ γὰρ θεὸς οὕτως ἐτεχνάσατο τὸν ἄνθρωπον, δηλόμενος αὐτὸν μήτ’ ἀδυνάτως ἔχεν ποττὰν τῶν καλῶν ὁρμάν, μήτε μὰν πάλιν ἀπροαιρέτως. Ἀρχὰν γὰρ αὐτῷ ἐνεφύτευσε τοιαύταν, ἅ τις καὶ τὸ δυνατὸν ἅμα περιέχει καὶ τὸ προαιρετόν, ἵνα τᾶς μὲν δυνάμιος καὶ κατοχᾶς τῶν ἀγαθῶν αὐτὸς αἴτιος ἔῃ, τᾶς δ’ ἐπὶ ταῦτα παρορμάσιος καὶ κατ’ ὀρθὸν λόγον ὀπαδήσιος ὁ θεός.
Κρίτωνος Πυθαγορείου — συνέχεια
II.8.24.2 · Wachsmuth pp. 158
Καὶ διὰ τοῦτο ἀναθρῴσκοντα αὐτὸν ἐποίησε εἰς [τὸν] ὠρανὸν καὶ αὐτὸ νοατὸν καὶ ὄψιν αὐτῷ ἐνέφυσε τοιαύταν, τὸν προσαγορευόμενον νόον, ᾧ τὸν θεὸν ὀψεῖται. Οὔτε γὰρ ἄνευ θεῶ τὸ ἄριστον καὶ τὸ κάλλιστον ἦν εὑρὲν οὔτ’ ἄνευ νόω ἰδὲν τὸν θεὸν αὐτόν, ἐπειδὴ πᾶν τὸ θνατὸν φύσιν ἔχει μετὰ ἀφροσύνας συγγενέος ῥιζοῦσθαι· καὶ ταύταν οὐχ ὁ θεὸς ἐστιν ὁ δωρούμενος, ἀλλ’ ἁ τᾶς γενέσιος οὐσία καὶ τᾶς αὐτῶν ψυχᾶς ἁ προαίρεσις.
Ἐκ τοῦ Πλουτάρχου εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος · 1
II.8.25.1 · Wachsmuth pp. 158
Ὁ δὲ Νέστωρ οὐκ ἀβέλτερος; ὕπνου φθονῶν τοῖς τὰς ναῦς φυλάσσουσι καὶ διακελευόμενος,
οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μηδέ τιν’ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν·
Οὐ γενησόμεθα, φησί τις, οὐδ’ ἂν καθεύδωμεν, εἰ πεπρωμένον ἐστὶ μὴ ἁλῶναι τὸν ναύσταθμον.
Πλουτάρχου · συνέχεια
II.8.25.2 · Wachsmuth pp. 158-159
Τίς οὐκ ἂν εἴποι πρὸς τοὺς ταῦτα ληροῦντας, ὅτι καθείμαρται μὲν ἴσως ἅπαντα ταῦτα, συγκαθείμαρται δὲ ἑκάστῳ τὸ διὰ τούτων καὶ τὸ ἐν τούτοις καὶ ⟨τὸ⟩ οὕτω καὶ τὸ μὴ ἄλλως συντελεῖσθαι δίχα τούτων; Οὐ γὰρ ἔστι φυλακὴ καθευδόντων οὐδὲ νίκη φευγόντων οὐδὲ θερίσαι μὴ σπειράντων τὴν ἀγαθὴν γῆν καὶ καθαρὰν οὐδὲ γεννῆσαι μὴ συγγενόμενον γυναικὶ ἡλικίαν ἐχούσῃ καὶ σώματος φύσιν γόνιμον οὐδὲ ἄγρας τυχεῖν ἐν ἀθήροις χωρίοις.
Αἰσχίνου
II.8.26 · Wachsmuth pp. 159
Ἀνθρώπῳ δέ τοι οὐκ ἄπορον καλὸν κἀγαθὸν εἶναι.
Ἐκ τοῦ Ἐπικτήτου Ἐγχειριδίου
II.8.27 · Wachsmuth pp. 159
Μέμνησο ὅτι ὑποκριτὴς εἶ δράματος, οἷον ἂν θέλῃ ὁ διδάσκαλος· ἂν βραχὺ, βραχέος· ἂν μακρὸν, μακροῦ· ἂν πτωχὸν ὑποκρίνασθαί ⟨σε⟩ θέλῃ, τοῦτον ἵνα καλῶς ὑποκρίνῃ· ἂν χωλὸν, ἂν ἄρχοντα, ἂν ἰδιώτην. Σὸν γάρ ἐστι τὸ δοθὲν πρόσωπον ὑποκρίνασθαι καλῶς, ἐκλέξασθαι δὲ τὸ πρόσωπον ἄλλου.
Ἐπικούρου
II.8.28 · Wachsmuth pp. 159
Βραχεῖα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα λογισμὸς διῴκηκε κατὰ τὸν βίον συνεχῆ χρόνον.