Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Διόρθωσις καὶ διανομὴ τῶν ἔργων

Πολιτικοῦ δ’ ἀνδρὸς ἔργον εἶναι καὶ τὸ διορθῶσαι πολιτείαν, ὃ πολὺ χαλεπώτερον φαίνεσθαι τοῦ κτίσαι· καὶ τὸ διανεῖμαι τὸ πλῆθος τῶν ἀνθρώπων τὸ μὲν πρὸς τὰ ἀναγκαῖα, τὸ δὲ πρὸς τὰ σπουδαῖα. Δημιουργοὺς μὲν γὰρ καὶ θῆτας καὶ γεωργοὺς καὶ ἐμπόρους πρὸς τὸ ἀναγκαῖον, ὑπηρέτας γὰρ εἶναι τοῖς πολιτικοῖς τούτους· τὸ δὲ μάχιμον πᾶν καὶ βουλευτικὸν κυριώτερον εἶναι διὰ τὸ ἀρετῆς ἐπιμελεῖσθαι καὶ περὶ τὰ καλὰ σπουδάζειν.

Ἡλικίαι καὶ πολιτικὰ ἔργα

Τούτων δὲ τὸ μὲν πρεσβύτερον προβουλεύειν, τὸ δὲ γεραρώτερον θεραπεύειν τὸ θεῖον, τὸ δὲ νέον ἁπάντων προπολεμεῖν. Ταύτην δ’ ἀρχαίαν εἶναι πάνυ τὴν διάταξιν, Αἰγυπτίων πρώτων καταστησαμένων.

Ἱερὰ καὶ κλῆροι

Πολιτικὸν δὲ καὶ τῶν ἄλλων οὐχ ἧττον καὶ τὸ τὰ ἱερὰ τῶν θεῶν ἐν τοῖς ἐπιφανεστάτοις ἱδρύσθαι τόποις· καὶ τὸ τῆς τῶν ἰδιωτῶν χώρας τὸ μὲν ἕτερον πρὸς ταῖς ἐσχατιαῖς διατετάχθαι, τὸ δ’ ἕτερον πρὸς τῇ πόλει, ἵνα δύο κλήρων ἑνὶ ἑκάστῳ νεμηθέντων, ἀμφότερα τὰ μέρη τῆς χώρας εὐσύνοπτα ὑπάρχῃ.

Συσσίτια καὶ κοινὴ παιδεία

Χρήσιμον δὲ καὶ τὸ νομοθετεῖν συσσίτια ποιεῖσθαι καὶ τὸ περὶ τῆς κοινῆς παιδείας τῶν τέκνων σπουδάζειν·

Γάμοι καὶ ἡλικίαι

καὶ τὸ πρὸς τὴν ῥώμην τῶν σωμάτων καὶ τελειότητα δεῖν μήτε νεωτέρων ἄγαν μήτε πρεσβυτέρων τοὺς γάμους ποιεῖσθαι, ἀτελῆ γὰρ γίνεσθαι κατ’ ἀμφοτέρας τὰς ἡλικίας καὶ τελείως ἀσθενῆ τὰ ἔκγονα.

Νόμοι περὶ γεννήσεως

Καὶ τὸ νομοθετεῖν δὲ μηθὲν ἐκτρέφειν πεπηρωμένον μηδ’ ἐκτιθέναι τέλειον μηδ’ ἐξαμβλοῦν συμφορώτατον δήπου. Καὶ τῶν μὲν πολιτικῶν τὰ κεφάλαια ταῦτα.

Contents

Sign in to save your reading →