Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Χρηστότης καὶ εὐκοινωνησία

χρηστότητα δὲ ἕξιν ἑκουσίως εὖ ποιητικὴν ἀνθρώπων, αὐτῶν ἐκείνων χάριν, μεταξὺ πονηρίας οὖσαν καὶ ἀνωνύμου· εὐκοινωνησίαν δὲ ἕξιν ἀμέμπτους ἐν κοινωνίᾳ παρεχομένην, μεταξὺ ἀκοινωνησίας οὖσαν καὶ ἀνωνύμου·

Εὐσυναλλαξία

εὐσυναλλαξίαν δὲ ἕξιν εὐλαβητικὴν τῆς ἐν τοῖς συμβολαίοις ἀδικίας, μεταξὺ ἀσυναλλαξίας οὖσαν καὶ ἀνωνύμου, (τὴν δὲ ἀνώνυμον κατὰ τὸ ἀκριβοδίκαιον εἶναί πως)·

Εὐκοσμία καὶ εὐταξία

εὐκοσμίαν δὲ ἕξιν περί τε κινήσεις καὶ σχέσεις τηρητικὴν τοῦ πρέποντος, μεταξὺ οὖσαν ἀκοσμίας καὶ ἀνωνύμου· εὐταξίαν δὲ ἕξιν στοχαστικὴν τοῦ περὶ τάξιν καλοῦ, μεταξὺ ἀταξίας οὖσαν καὶ ἀνωνύμου·

Αὐτάρκεια

αὐτάρκειαν δὲ ἕξιν ἀρκουμένην τοῖς τυχοῦσι μετὰ ἐλευθεριότητος, μεταξὺ πτωχείας οὖσαν καὶ πολυτελείας·

Εὐψυχία καὶ φιλοπονία

εὐψυχίαν δὲ ἕξιν ἀήττητον ἐν δεινῶν ὑπομοναῖς, μεταξὺ ἀψυχίας καὶ ἀρειμανιότητος· φιλοπονίαν δὲ ἕξιν ἀνένδοτον πόνοις ἐξεργαστικὴν τοῦ καλοῦ, μεταξὺ μαλακίας τε καὶ ματαιοπονίας.

Καλοκἀγαθία καὶ τελεία ἀρετή

Τὴν δὲ ἐκ πασῶν τῶν ἠθικῶν ἀρετὴν συνεστηκυῖαν λέγεσθαι μὲν καλοκἀγαθίαν, τελείαν δ’ ἀρετὴν εἶναι, τά τε ἀγαθὰ ὠφέλιμα καὶ καλὰ ποιοῦσαν τά τε καλὰ δι’ αὑτὰ αἱρουμένην.

Οἰκονομικὸν καὶ πολιτικόν

Διωρισμένων δ’ ἱκανῶς τῶν περὶ τὰς ἀρετὰς καὶ σχεδὸν τῶν πλείστων ἀνειλημμένων κεφαλαίων τοῦ ἠθικοῦ τόπου, ἀναγκαῖον ἐφεξῆς καὶ περὶ τοῦ οἰκονομικοῦ τε καὶ πολιτικοῦ διελθεῖν, ἐπειδὴ φύσει πολιτικὸν ζῷον ἄνθρωπος.

Πρώτη κοινωνία

Πολιτεία δὲ πρώτη σύνοδος ἀνδρὸς καὶ γυναικὸς κατὰ νόμον ἐπὶ τέκνων γεννήσει καὶ βίου κοινωνίᾳ. Τοῦτο δὲ προσονομάζεται μὲν οἶκος, ἀρχὴ δὲ πόλεώς ἐστι· περὶ οὗ δὴ καὶ λεκτέον.

Ἐξ οἴκων πόλις

Μικρὰ γάρ τις ἔοικεν εἶναι πόλις ὁ οἶκος, εἴ γε κατ’ εὐχὴν αὐξομένου τοῦ γάμου καὶ τῶν παίδων ἐπιδιδόντων καὶ συνδυαζομένων ἀλλήλοις ἕτερος οἶκος ἱφίσταται καὶ τρίτος οὕτω καὶ τέταρτος, ἐκ δὲ τούτων κώμη καὶ πόλις. Πλειόνων γὰρ γενομένων κωμῶν πόλις ἀπετελέσθη.

Πολιτεῖαι ἐν τῷ οἴκῳ

Διὸ καὶ τὰ σπέρματα καθάπερ τῆς γενέσεως τῇ πόλει παρέσχεν ὁ οἶκος, οὕτω καὶ τῆς πολιτείας. Καὶ γὰρ βασιλείας ὑπογραφὴν εἶναι περὶ τὸν οἶκον καὶ ἀριστοκρατίας καὶ δημοκρατίας. Γονέων μὲν γὰρ πρὸς τέκνα κοινωνίας τὸ σχῆμα βασιλικόν· ἀνδρῶν δὲ πρὸς γυναῖκας, ἀριστοκρατικόν· παίδων δὲ πρὸς ἀλλήλους δημοκρατικόν.

Γένεσις τοῦ οἴκου

Συνέρχεσθαι γὰρ τῷ θήλει τὸ ἄρρεν κατὰ πόθον τεκνώσεως καὶ τῆς τοῦ γένους διαμονῆς· ἐφίεσθαι γὰρ ἑκάτερον γεννήσεως. Συνελθόντων δὲ καὶ συνεργὸν τῆς κοινωνίας προσλαβομένων, εἴτε φύσει δοῦλον, (ἰσχυρὸν μὲν τῷ σώματι πρὸς ὑπηρεσίαν, νωθῆ δὲ καὶ καθ’ ἑαυτὸν ἀδύνατον διαζῆν, ᾧ τὸ ἄρχεσθαι συμφέρειν,) εἴτε καὶ νόμῳ δοῦλον, ἐκ τῆς ἐπὶ τὸ αὐτὸ συνόδου καὶ τῆς πάντων πρὸς ἓν συμφέρον προμηθείας, οἶκον συνίστασθαι.

Ἀρχὴ καὶ μέρη τῆς οἰκονομικῆς

Τούτου δὲ τὴν ἀρχὴν κατὰ φύσιν ἔχειν τὸν ἄνδρα. Τὸ γὰρ βουλευτικὸν ἐν γυναικὶ μὲν χεῖρον, ἐν παιδὶ δ’ οὐδέπω, περὶ δούλους ⟨δ’⟩ οὐδ’ ὅλως· τὴν δ’ οἰκονομικὴν φρόνησιν, διοικητικὴν οὖσαν αὐτοῦ τε ⟨οἴκου⟩ καὶ τῶν κατ’ οἶκον, οἰκείαν ἀνδρὸς ὑπάρχειν. Ταύτης δὲ τὸ μὲν εἶναι πατρικόν, τὸ δὲ γαμικόν, τὸ δὲ δεσποτικόν, τὸ δὲ χρηματιστικόν.

Τὰ ἀναγκαῖα καὶ αἱ πρόσοδοι

Δεῖν γάρ, ὥσπερ στρατιᾷ μὲν παρασκευῆς, πόλει δὲ προσόδων, τέχνῃ δ’ ὀργάνων, οὕτω καὶ οἴκῳ τῶν ἀναγκαίων. Διττὰ δὲ ταῦτα, πρός τε τὸ κοινότερον ζῆν καὶ πρὸς τὸ εὖ. Τούτων γὰρ πρῶτον ἔχειν δεῖν πρόνοιαν τὸν οἰκονομικόν, ἢ τὰς προσόδους αὔξοντα διὰ πορισμῶν ἐλευθερίων ἢ τὰ δαπανήματα συστέλλοντα· μέγιστον γὰρ δὴ τοῦτο τὸ κεφάλαιον τῆς οἰκονομικῆς.

Ἐμπειρία καὶ χρηματιστική

Διὸ καὶ πολλῶν ἔμπειρον ⟨δεῖν⟩ εἶναι τὸν οἰκονομικόν, γεωργίας, προβατείας, μεταλλείας, ἵνα τοὺς λυσιτελεστάτους καρποὺς ἅμα καὶ δικαιοτάτους διαγνώσῃ. Τῆς δὲ χρηματιστικῆς τὴν μὲν εἶναι κρείττω, τὴν δὲ χείρω· κρείττω μὲν τὴν φύσει γιγνομένην, χείρω δὲ τὴν διὰ καπηλικῆς. ⟨Καὶ ταῦτα μὲν περὶ οἰκονομικῆς⟩ ἀπόχρη.

Πόλις καὶ πολίτης

Περὶ δὲ πολιτικῆς ταῦτ’ ἂν εἴη κεφάλαια· πρῶτον μέν, ὅτι συνέστησαν αἱ πόλεις τῇ μὲν διὰ τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, τῇ δὲ διὰ τὸ συμφέρον. Εἶτα ὅτι ἡ τελειοτάτη κοινωνία πόλις ἐστὶ καὶ ὅτι πολίτης ἐστὶν ᾧ μέτεστι πολιτικῆς ἀρχῆς. Πόλις δὲ τὸ ἐκ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς.

Ὅρος τοῦ πλήθους

Τοῦ δὲ πλήθους ὅρον εἶναι τοιοῦτον, ὥστε μήτε τὴν πόλιν ἀσυμπαθῆ μήτ’ εὐκαταφρόνητον ὑπάρχειν, παρεσκευάσθαι δὲ καὶ τὰ πρὸς τὴν ζωὴν ἀνενδεῶς καὶ τὰ πρὸς τοὺς ἔξωθεν ἐπιόντας ἱκανῶς.

Μέρη τῆς φρονήσεως

Εἶναι γὰρ τῆς φρονήσεως τὸ μὲν οἰκονομικόν, τὸ δὲ νομοθετικόν, τὸ δὲ πολιτικόν, τὸ δὲ στρατηγικόν. Οἰκονομικὸν μέν, ὡς εἶπον, τὸ διοικητικὸν αὐτοῦ τε ⟨οἴκου⟩ καὶ τῶν περὶ οἶκον, νομοθετικὸν δὲ . . . ⟨πολιτικὸν δὲ . . ., στρατηγικὸν δὲ⟩ τὸ περὶ τὴν θεωρίαν καὶ διοίκησιν τῶν στρατοπέδῳ συμφερόντων.

Ὀρθαὶ πολιτεῖαι καὶ παρεκβάσεις

Ἄρχειν δ’ ἀναγκαῖον τῶν πόλεων ἢ ἕνα ἢ ὀλίγους ἢ πάντας. Τούτων δ’ ἕκαστον ὀρθῶς ἢ φαύλως ἔχειν· Ὀρθῶς μέν, ὅταν οἱ ἄρχοντες τοῦ κοινῇ συμφέροντος στοχάζωνται· φαύλως δέ, ὅταν τοῦ ἰδίου. Τὸ δὲ φαῦλον παρέκβασιν εἶναι τοῦ ὀρθοῦ. Βασιλείαν μὲν οὖν καὶ ἀριστοκρατίαν καὶ δημοκρατίαν ἐφίεσθαι τοῦ ὀρθοῦ· τυραννίδα δὲ καὶ ὀλιγαρχίαν καὶ ὀχλοκρατίαν τοῦ φαύλου.

Μικτὴ πολιτεία καὶ μεταβολή

Γίνεσθαι δέ τινα καὶ μικτὴν ἐκ τῶν ὀρθῶν πολιτειῶν ἀρίστην. Μεταβάλλειν δὲ τὰς πολιτείας πολλάκις πρὸς τὸ ἄμεινον καὶ τὸ χεῖρον. Καθόλου δ’ ἀρίστην εἶναι πολιτείαν τὴν κατ’ ἀρετὴν διακεκοσμημένην, χειρίστην δὲ τὴν κατὰ κακίαν.

Ἐπιλογὴ τῶν ἀρχόντων

Ἄρχειν δὲ καὶ βουλεύειν καὶ δικάζειν ἐν μὲν ταῖς δημοκρατίαις ἐκ πάντων, ἢ αἱρέσει ἢ κλήρῳ· ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν εὐπόρων· ἐν δὲ ταῖς ἀριστοκρατίαις ἐκ τῶν ἀρίστων.

Αἰτίαι τῶν στάσεων

Στάσεις δ’ ἐν ταῖς πόλεσι γίνεσθαι τὰς μὲν κατὰ λόγον, τὰς δὲ κατὰ πάθος. Κατὰ λόγον μέν, ὅταν οἱ ἴσοι ὄντες ⟨ἄνισα, οἱ δὲ ἄνισοι ὄντες⟩ ἴσα ἔχειν ἀναγκάζωνται· κατὰ πάθος δὲ διὰ τιμὴν ἢ φιλαρχίαν ἢ κέρδος ἢ εὐπορίαν.

Κατάλυσις καὶ μονιμότης

Καταλύεσθαι δὲ τὰς πολιτείας διὰ δύο αἰτίας, ἢ βίᾳ ἢ ἀπάτῃ. Μονιμωτέρας δὲ γίνεσθαι τοῦ κοινῇ συμφέροντος ἐπιμελουμένας.

Δικαστήρια καὶ ἀρχαί

Δικαστήρια δὲ καὶ βουλευτήρια καὶ ἐκκλησίας καὶ ἀρχὰς διωρίσθαι ταῖς πολιτείαις οἰκείως. Κοινοτάτας δ’ ἀρχὰς εἶναι ἱερωσύνην θεῶν, στρατηγίαν, ναυαρχίαν, ἀγορανομίαν, γυμνασιαρχίαν, γυναικονομίαν, παιδονομίαν, ἀστυνομίαν, ταμιείαν, νομοφυλακίαν, πρακτορείαν. Τούτων δ’ εἶναι τὰς μὲν κατὰ πόλεις, τὰς δὲ κατὰ πόλεμον, τὰς δὲ περὶ τοὺς λιμένας καὶ τὰς ἐμπορίας.

Contents

Sign in to save your reading →