Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Ἀρχαὶ καὶ τέλη φιλίας
II.7.22.2 · Wachsmuth pp. 143
Ἀρχὴν δὲ τῆς μὲν ἑταιρικῆς εἶναι τὴν συνήθειαν, τῆς δὲ συγγενικῆς τὴν φύσιν, τῆς δὲ ξενικῆς τὴν χρείαν, τῆς δὲ ἐρωτικῆς τὸ πάθος, τῆς δ’ εὐεργετικῆς τὴν χάριν, τῆς δὲ θαυμαστικῆς τὴν δύναμιν. Πασῶν δὲ συλλήβδην εἶναι τέλη τρία, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. Πάντα γὰρ τὸν ὁπωσοῦν πρὸς φιλίαν ἰόντα δι’ ἕν τι τούτων ἢ διὰ πάντα τὴν φιλίαν αἱρεῖσθαι.
Φιλία πρὸς ἑαυτὸν καὶ τοὺς ἄλλους
II.7.22.3 · Wachsmuth pp. 143
Πρώτην μὲν οὖν, ὡς προέφην, εἶναι τὴν πρὸς ἑαυτὸν φιλίαν, δευτέραν δὲ τὴν πρὸς τοὺς γενναμένους· ἑξῆς δὲ τὰς πρὸς τοὺς ἄλλους οἰκείους καὶ ὀθνείους· διὸ καὶ ἐν μὲν τῇ πρὸς ἑαυτὸν εὐλαβεῖσθαι δεῖν τὴν ὑπερβολήν, ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους τὴν ἔλλειψιν· Τὸ μὲν γὰρ φιλαυτίας, τὸ δὲ φειδωλίας ἔχει διαβολήν.
Χάρις εὐεργεσία ἀμοιβὴ καὶ μνήμη
II.7.23.1 · Wachsmuth pp. 143
[Περὶ χάριτος].
Χάριν δὲ λέγεσθαι τριχῶς, τὴν μὲν ὑπουργίαν ὠφελίμου αὐτοῦ ἐκείνου ἕνεκα, τὴν δ’ ἄμειψιν ὑπουργίας ὠφελίμου, τὴν δὲ μνήμην ὑπουργίας τοιαύτης. Διὰ τοῦτο δὲ καὶ τὰς δαίμονας τρεῖς ὁ βίος κατεφήμισε.
Χάρις ἐν ὄψει καὶ ἐν λόγοις
II.7.23.2 · Wachsmuth pp. 143
Λέγεσθαι δὲ χάριν καὶ τὴν ἐν ὄψει ἢ ἐν λόγοις, καθ’ ἣν τὸν μὲν εὔχαριν ὀνομάζεσθαι, τὸν δ’ ἐπίχαριν.
Βίος μετ’ ἀρετῆς καὶ πολιτικαὶ πράξεις
II.7.24.1 · Wachsmuth pp. 143-144
Βίον δ’ αἱρήσεσθαι τὸν σπουδαῖον τὸν μετ’ ἀρετῆς, εἴτ’ ἐφ’ ἡγεμονίας ποτὲ γένοιτο, τῶν καιρῶν αὐτὸν προαγαγόντων, εἴτε τινὶ βασιλεῖ δέοι συμβιοῦν εἴτε καὶ νομοθετεῖν ἢ ἄλλως πολιτεύεσθαι.
Δημοτικὴ θεωρητικὴ καὶ παιδευτικὴ διαγωγή
II.7.24.2 · Wachsmuth pp. 144
Τούτων δὲ μὴ τυγχάνοντα πρὸς τὸ δημοτικὸν τραπήσεσθαι σχῆμα διαγωγῆς ἢ τὸ θεωρητικὸν ἢ μέσον ⟨τὸ⟩ παιδευτικόν. Προαιρήσεσθαι μὲν γὰρ καὶ πράττειν καὶ θεωρεῖν τὰ καλά.
Θεωρία καὶ τὸ κοινωνικόν
II.7.24.3 · Wachsmuth pp. 144
Κωλυόμενον δὲ περὶ ἄμφω γίνεσθαι διὰ καιρούς, θατέρῳ χρήσεσθαι, προτιμῶντα μὲν τὸν θεωρητικὸν βίον, διὰ δὲ τὸ κοινωνικὸν ἐπὶ τὰς πολιτικὰς ὁρμῶντα πράξεις.
Γάμος ἔρως καὶ συμπεριφορά
II.7.24.4 · Wachsmuth pp. 144
Δι’ ὃ καὶ γαμήσειν καὶ παιδοποιήσεσθαι καὶ πολιτεύσεσθαι καὶ ἐρασθήσεσθαι τὸν σώφρονα ἔρωτα καὶ μεθυσθήσεσθαι κατὰ συμπεριφοράς, κἂν εἰ μὴ προηγουμένως.
Παραμονὴ ἐν τῷ βίῳ καὶ τὰ νόμιμα
II.7.24.5 · Wachsmuth pp. 144
καὶ καθόλου τὴν ἀρετὴν ἀσκοῦντα καὶ μενεῖν ἐν τῷ βίῳ, καὶ πάλιν, εἰ δέοι ποτὲ δι’ ἀνάγκας, ἀπαλλαγήσεσθαι, ταφῆς προνοήσαντα κατὰ νόμον καὶ τὸ πάτριον ἔθος καὶ τῶν ἄλλων, ὅσα τοῖς κατοιχομένοις ἐπιτελεῖν ὅσιον.
Τρεῖς ἰδέαι βίων
II.7.24.6 · Wachsmuth pp. 144
Βίων δὲ τριττὰς ἰδέας εἶναι, πρακτικόν, θεωρητικόν, σύνθετον ἐξ ἀμφοῖν. Τὸν μὲν γὰρ ἀπολαυστικὸν ἥττονα ἢ κατ’ ἄνθρωπον εἶναι, προκρίνεσθαι δὲ τῶν ἄλλων τὸν θεωρητικόν.
Πολιτικὸς βίος προηγουμένως
II.7.24.7 · Wachsmuth pp. 144
Πολιτεύεσθαί τε τὸν σπουδαῖον προηγουμένως, μὴ κατὰ περίστασιν· τὸν γὰρ πρακτικὸν βίον τὸν αὐτὸν εἶναι τῷ πολιτικῷ.
Κράτιστος καὶ δεύτερος βίος
II.7.24.8 · Wachsmuth pp. 144-145
Βίον δὲ κράτιστον μὲν τὸν κατ’ ἀρετὴν ἐν τοῖς κατὰ φύσιν· δεύτερον δὲ τὸν κατὰ τὴν μέσην ἕξιν, τὰ πλεῖστα καὶ κυριώτατα τῶν κατὰ φύσιν ἔχοντα· τούτους μὲν οὖν αἱρετούς, φευκτὸν δὲ τὸν κατὰ κακίαν.
Εὐδαίμων καὶ καλὸς βίος
II.7.24.9 · Wachsmuth pp. 145
Διαφέρειν δὲ τὸν εὐδαίμονα βίον τοῦ καλοῦ, καθ’ ὅσον ὁ μὲν ἐν τοῖς κατὰ φύσιν εἶναι βούλεται διὰ παντός, ὁ δὲ καὶ ἐν τοῖς παρὰ φύσιν· καὶ πρὸς ὃν μὲν οὐκ αὐτάρκης ἡ ἀρετή, πρὸς ὃν δὲ αὐτάρκης.
Μέσος βίος καὶ καθήκοντα
II.7.24.10 · Wachsmuth pp. 145
Μέσον δέ τινα βίον εἶναι τὸν κατὰ τὴν μέσην ἕξιν, ἐν ᾧ καὶ τὰ καθήκοντα ἀποδίδοσθαι· τὰ μὲν γὰρ κατορθώματα ἐν τῷ κατ’ ἀρετὴν εἶναι βίῳ, τὰ δ’ ἁμαρτήματα ἐν τῷ κατὰ κακίαν, τὰ δὲ καθήκοντα ἐν τῷ μέσῳ καλουμένῳ βίῳ.
Ἠθικὴ ἀρετὴ καὶ τὸ καλόν
II.7.25.1 · Wachsmuth pp. 145
Τεθεωρημένων δὲ τούτων καὶ ταῦτα διαλάβωμεν· εἶναι μὲν γὰρ τὴν ἠθικὴν ἀρετὴν κοινῶς ἕξιν προαιρετικὴν τῶν μέσων ἡδονῶν τε καὶ λυπῶν, στοχαστικὴν τοῦ καλοῦ ᾗ καλόν, τὴν δὲ κακίαν ὑπεναντίαν εἶναι ταύτῃ·
Ἕξεις θεωρητικαὶ καὶ πρακτικαί
II.7.25.2 · Wachsmuth pp. 145
κοινὴν δὲ δοξαστικῆς καὶ ἠθικῆς ἕξιν θεωρητικὴν καὶ προαιρετικὴν καὶ πρακτικὴν τῶν ἐν ταῖς πράξεσι καλῶν· τὴν δὲ διανοητικὴν καὶ τοῦ ἐπιστημονικοῦ * * κοινὴν ἀκρότητα λογικῆς κατασκευῆς εἶναι θεωρητικὴν καὶ πρακτικήν·
Σοφία καὶ φρόνησις
II.7.25.3 · Wachsmuth pp. 145
σοφίαν δὲ ἐπιστήμην τῶν πρώτων αἰτίων· φρόνησιν δὲ ἕξιν βουλευτικὴν καὶ πρακτικὴν ἀγαθῶν καὶ καλῶν ᾗ ⟨ἀγαθὰ καὶ⟩ καλά·
Ἀνδρεία καὶ σωφροσύνη
II.7.25.4 · Wachsmuth pp. 145-146
ἀνδρείαν δὲ ἕξιν ἐν θάρσεσι καὶ φόβοις τοῖς μέσοις ἄμεμπτον· σωφροσύνην δὲ ἕξιν ἐν αἱρέσει καὶ φυγῇ ἀμέμπτους ποιοῦσαν δι’ αὐτὸ τὸ καλόν·
Πραότης ἐλευθεριότης καὶ μεγαλοψυχία
II.7.25.5 · Wachsmuth pp. 146
πραότητα δὲ ἕξιν μέσην ὀργιλότητος καὶ ἀναλγησίας· ἐλευθεριότητα δὲ μεσότητα ἀσωτίας καὶ ἀνελευθερίας· μεγαλοψυχίαν δὲ μεσότητα χαυνότητος καὶ μικροψυχίας·
Μεγαλοπρέπεια καὶ νέμεσις
II.7.25.6 · Wachsmuth pp. 146
μεγαλοπρέπειαν δὲ ⟨μεσότητα σαλακωνείας καὶ μικροπρεπείας· νέμεσιν δὲ⟩ μεσότητα φθονερίας καὶ ἐπιχαιρεκακίας·
Σεμνότης αἰδὼς καὶ εὐτραπελία
II.7.25.7 · Wachsmuth pp. 146
σεμνότητα δὲ μεσότητα αὐθαδείας καὶ ἀρεσκείας· αἰδὼ δὲ μεσότητα ἀναισχυντίας καὶ καταπλήξεως· εὐτραπελίαν δὲ ⟨μεσότητα⟩ βωμολοχίας καὶ ἀγροικίας·
Φιλία ἀλήθεια καὶ δικαιοσύνη
II.7.25.8 · Wachsmuth pp. 146
φιλίαν δὲ μεσότητα κολακείας καὶ ἔχθρας· ἀλήθειαν δὲ μεσότητα εἰρωνείας καὶ ἀλαζονείας· δικαιοσύνην δὲ μεσότητα ὑπεροχῆς καὶ ἐλλείψεως καὶ πολλοῦ καὶ ὀλίγου.
Ἄλλαι ἀρεταὶ καὶ τὰ εἴδη
II.7.25.9 · Wachsmuth pp. 146-147
Πολλῶν δὲ καὶ ἄλλων οὐσῶν ἀρετῶν, τῶν μὲν καθ’ αὑτάς, τῶν δ’ ἐν εἴδεσι τῶν εἰρημένων (οἷον ὑπὸ μὲν τὴν δικαιοσύνην εὐσεβείας, ὁσιότητος, χρηστότητος, εὐκοινωνησίας, εὐσυναλλαξίας· ὑπὸ δὲ τὴν σωφροσύνην εὐκοσμίας, εὐταξίας, αὐταρκείας· ⟨ὑπὸ δὲ τὴν ἀνδρείαν εὐψυχίας, φιλοπονίας⟩), ἐπιδραμεῖν οὐκ ἄτοπον καὶ τοὺς τούτων ὅρους.
Εὐσέβεια καὶ ὁσιότης
II.7.25.10 · Wachsmuth pp. 147
Εὐσέβειαν μὲν οὖν εἶναι ἕξιν θεῶν καὶ δαιμόνων θεραπευτικήν, μεταξὺ οὖσαν ἀθεότητος καὶ δεισιδαιμονίας· ὁσιότητα δὲ ἕξιν δικαίων τῶν πρὸς τοὺς θεοὺς καὶ κατοιχομένους τηρητικήν, μεταξὺ ἀνοσιότητος οὖσαν καὶ ἀνωνύμου τινός·