Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Ἔνδεια ὑπερβολὴ καὶ συμμετρία

Ταύτας δή φασιν ὑπ’ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. Πρὸς δὲ τὴν ἔνδειξιν τούτου τοῖς ἐκ τῶν αἰσθήσεων μαρτυρίοις χρῶνται, βουλόμενοι ⟨ὑπὲρ⟩ τῶν ἀφανῶν τὴν ἐκ τῶν φανερῶν παρέχεσθαι πίστιν. Αὐτίκα γὰρ ὑπὸ τῶν γυμνασίων πλειόνων τε γινομένων καὶ ἐλαττόνων φθείρεσθαι τὴν ἰσχύν· καὶ ἐπὶ τῶν ποτῶν καὶ σιτίων ὡσαύτως· πλειόνων γὰρ προσφερομένων ἢ ἐλαττόνων φθείρεσθαι τὴν ὑγίειαν, συμμέτρων δὲ τῶν εἰρημένων ὄντων σῴζεσθαι τήν τε ἰσχὺν καὶ τὴν ὑγίειαν· παραπλησίως οὖν ἔχειν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ ἀνδρείας καὶ τῶν ἄλλων ἀρετῶν.

Ἀνδρεία καὶ φόβος

Τὸν μὲν γὰρ τοιοῦτον ὄντα τὴν φύσιν, ὥστε μηδὲ τὸν κεραυνὸν φοβεῖσθαι, μαινόμενον, ἀλλ’ οὐκ ἀνδρεῖον εἶναι· τὸν δ’ ἔμπαλιν πάντα φοβούμενον, ὥστε καὶ τὴν σκιάν, ἀγεννῆ καὶ δειλόν· ἀνδρεῖον δ’ ὁμολογουμένως τὸν μήτε πάντα μήτε μηδὲν φοβούμενον.

Αὔξησις καὶ φθορὰ τῆς ἀρετῆς

Ταῦτ’ ἄρα καὶ αὔξειν καὶ φθείρειν τὴν ἀρετήν, ὥστε τοὺς μὲν μετρίους φόβους αὔξειν τὴν ἀνδρείαν, τοὺς δὲ μείζονας ἢ ἐλάττονας φθείρειν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τὰς μὲν οὔσας κατὰ ταύτας ὑπερβολὰς καὶ ἐλλείψεις φθείρειν αὐτάς, τὰς δὲ μετριότητας αὔξειν.

Ἡδονὴ καὶ λύπη

Οὐ μόνον δὲ τούτοις ἀφορίζεσθαι τὴν ἀρετήν, ἀλλὰ καὶ ἡδονῇ καὶ λύπῃ. Διὰ γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττειν ἡμᾶς, διὰ δὲ τὴν λύπην ἀπέχεσθαι τῶν καλῶν· οὐκ εἶναι δὲ λαβεῖν οὔτ’ ἀρετὴν οὔτε κακίαν ἄνευ λύπης καὶ ἡδονῆς. Τὴν οὖν ἀρετὴν περὶ ἡδονὰς καὶ λύπας ὑπάρχειν.

Πάθη δυνάμεις καὶ ἕξεις

Πρὸς δὲ τὸ σαφῶς δηλῶσαι τὰ περὶ τούτων ἀναγκαῖον ἡγοῦντο τὰ περὶ ψυχὴν γινόμενα προσλαβεῖν τῷ λόγῳ. ταῦτα δή φασιν ὑπάρχειν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων· πάθη, δυνάμεις, ἕξεις. Πάθη δ’ εἶναι ὀργήν, φόβον, μῖσος, πόθον, ζῆλον, ἔλεον, τὰ παραπλήσια τούτοις, οἷς καὶ παρακολουθεῖν ἡδονὴν καὶ λύπην· δυνάμεις ⟨δέ⟩, καθ’ ἃς παθητικοὶ τούτων εἶναι λεγόμεθα, οἷον καθ’ ἃς ὀργιζόμεθα, φοβούμεθα, ζηλοῦμεν, τῶν τοιούτων ὁτιοῦν πεπόνθαμεν· ἕξεις δέ, καθ’ ἃς πρὸς ταῦτά πως ἔχομεν καὶ ἀφ’ ὧν ἡ τούτων ἐνέργεια εὖ ἢ κακῶς ἀποτελεῖται.

Ὀργιλότης ῥᾳθυμία καὶ πρᾳότης

Δι’ ὃ εἰ μὲν οὕτως τις ὀργίζοιτο ῥᾳδίως, ὥστε ἐπὶ παντὶ καὶ πάντως, τὴν ἕξιν ἂν ἔχων φανείη τὴν τῆς ὀργιλότητος· εἰ δὲ οὕτως, ὥστε μηδὲν μηδὲ ἐφ’ ὁτιοῦν, τὴν τῆς ῥᾳθυμίας· ἀμφοτέρας δ’ εἶναι ψεκτάς, ἐπαινουμένην δὲ ἕξιν ὑπάρχειν τὴν πρᾳότητα, καθ’ ἣν ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ᾧ δεῖ ὀργιζόμεθα. Διόπερ ἕξεις εἶναι τὰς ἀρετάς, ἀφ’ ὧν τὰς ἐν τοῖς πάθεσιν ἐνεργείας ἐπαινεῖσθαι συμβέβηκεν.

Τὸ μέσον τὸ πρὸς ἡμᾶς

Ἐπεὶ οὖν ἡ ἀρετὴ τῶν πρακτῶν, πᾶσαν δὲ πρᾶξιν ἐν συνεχείᾳ θεωρεῖσθαι συμβέβηκε, παντὸς δὲ συνεχοῦς ὥσπερ ἐν τοῖς μεγέθεσιν εἶναί τινα ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα καὶ ταῦτα ἢ πρὸς ἄλληλα ὑπάρχειν ἢ πρὸς ἡμᾶς, ἐν πᾶσι δὴ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον, τοῦτο γάρ ἐστιν ὡς ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος·

Ποιὸν ποσὸν καὶ τὸ ἴσον

(τὸ γὰρ μέσον οὐ τὸν τοῦ ποσοῦ τόπον ὁρίζειν, ἀλλὰ τὸν ⟨τοῦ⟩ ποιοῦ, δι’ ὃ καὶ τέλειον εἶναι τῷ οὕτω καὶ ἄκρως ἔχειν· τὰ δ’ ἐναντία πως καὶ ἀλλήλοις ἀντικεῖσθαι καὶ τῷ μέσῳ· ἐναντία δ’ εἶναι τήν τ’ ἔλλειψιν καὶ τὴν ὑπερβολήν, τὸ δὲ μέσον πρὸς ἑκάτερον ἔχειν, ὅπερ τὸ ἴσον πρὸς τὸ ἄνισον πέπονθε, τοῦ μὲν ἐλάττονος πλέον ὄν, τοῦ δὲ πλείονος ἔλαττον.)

Θεόφραστος περὶ τοῦ καιροῦ

Τὸ οὖν πρὸς ἡμᾶς μέσον ἄριστον, οἷον, φησὶν ὁ Θεόφραστος, ἐν ταῖς ἐντυχίαις ὁδὶ μὲν πολλὰ διελθὼν καὶ μακρῶς ἀδολεσχήσας, ὁδὶ δ’ ὀλίγα καὶ οὐδὲ τἀναγκαῖα, οὗτος δὲ αὐτὰ ἃ ἔδει μόνα τὸν καιρὸν ἔλαβεν. Αὕτη ⟨ἡ⟩ μεσότης πρὸς ἡμᾶς ⟨ἀρίστη⟩, αὕτη γὰρ ἐφ’ ἡμῶν ὥρισται τῷ λόγῳ.

Ὁρισμὸς τῆς ἀρετῆς

Διὸ ἔστιν ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειεν· εἶτα παραθέμενος τινὰς συζυγίας, ἀκολούθως τῷ ὑφηγητῇ σκοπῶν ἔπειτα καθ’ ἕκαστα ἐπάγειν ἐπειράθη τὸν τρόπον τοῦτον·

Ἀρεταὶ καὶ ἐναντίαι ἕξεις

ἐλήφθησαν δὲ παραδειγμάτων χάριν αἵδε· σωφροσύνη, ἀκολασία, ἀναισθησία· πρᾳότης, ὀργιλότης, ἀναλγησία· ἀνδρεία, θρασύτης, δειλία· δικαιοσύνη * * * * * ἐλευθεριότης, ἀσωτία, ἀνελευθερία· μεγαλοψυχία, μικροψυχία, χαυνότης· μεγαλοπρέπεια, μικροπρέπεια, σαλακωνία.

Σωφροσύνη καὶ ὁ κανὼν τοῦ λόγου

Τούτων δή τῶν ἕξεων αἱ μὲν τῷ ὑπερβάλλειν ἢ ἐλλείπειν περὶ πάθη φαῦλαί εἰσιν, αἱ δὲ σπουδαῖαι, τῷ μεσότητες εἶναι δηλονότι. Σώφρονά τε γὰρ εἶναι οὔτε τὸν καθάπαξ ἀνεπιθύμητον οὔτε τὸν ἐπιθυμητικόν· (τὸν μὲν γὰρ λίθου δίκην μηδὲ τῶν κατὰ φύσιν ὀρέγεσθαι, τὸν δὲ τῷ ὑπερβάλλειν ταῖς ἐπιθυμίαις ἀκόλαστον εἶναι)· τὸν δὲ μέσον τούτων, ὧν δεῖ καὶ ὁπότε καὶ ὁπόσον ἐπιθυμοῦντα καὶ τῷ λόγῳ κατὰ τὸ προσῆκον ὁρίζοντα καθάπερ κανόνι σώφρονα λέγεσθαί τε καὶ κατὰ φύσιν εἶναι.

Ἡ μέση ἕξις τῆς πρᾳότητος

πρᾶόν τε ⟨οὔτε τὸν ἀνάλγητον καὶ μηδενὶ μηδέποτε ὀργιζόμενον⟩ οὔτε τὸν ἐπὶ παντὶ ὀργιζόμενον, κἂν μικρότατον ᾖ, ἀλλὰ τὸν τὴν μέσην ἔχοντα ἕξιν.

Ἀνδρεία καὶ ἀναλογία τῆς δικαιοσύνης

ἀνδρεῖόν τε οὔτε τὸν μηδὲν φοβούμενον, κἂν ᾖ θεὸς ὁ ἐπιών, οὔτε τὸν πάντα καὶ τὸ δὴ λεγόμενον τὴν σκιὰν . . ., δίκαιόν τε οὔτε τὸν τὸ πλέον ἑαυτῷ νέμοντα οὔτε τὸν τὸ ἔλαττον, ἀλλὰ τὸν τὸ ἴσον· τὸ δ’ ἴσον τὸ κατὰ τὸ ἀνάλογον, οὐ κατ’ ἀριθμόν·

Ἐλευθεριότης καὶ τὰ ἄκρα

⟨ἐλευθέριόν⟩ τε οὔτε τὸν προετικὸν ὅπως ἔτυχεν οὔτε τὸν ἀπρόετον . .,

Μεγαλοψυχία καὶ μεγαλοπρέπεια

μεγαλόψυχόν τε οὔτε τὸν μεγάλων πάντων ἀξιοῦντα ἑαυτὸν οὔτε τὸν μηδενὸς ὅλως, ἀλλὰ τὸν τὸ δέον ἐφ’ ἑκάστου λαμβάνοντα καὶ εἰς τὸ κατ’ ἀξίαν. μεγαλοπρεπῆ τε οὔτε τὸν πάντοτε καὶ ἔνθα μὴ δεῖ λαμπρὸν οὔτε τὸν μηδαμοῦ, ἀλλὰ τὸν κατὰ καιρὸν ἁρμόττοντα εἰς ἕκαστον.

Ἠθικαὶ ἀρεταὶ καὶ φρόνησις

Τοιοῦτο μὲν τὸ τῶν ἠθικῶν ἀρετῶν εἶδος παθητικὸν καὶ κατὰ μεσότητα θεωρούμενον, ὃ δὴ καὶ τὴν ἀντακολουθίαν ἔχει ⟨τῇ φρονήσει⟩, πλὴν οὐχ ὁμοίως ἀλλ’ ἡ μὲν φρόνησις ταῖς ἠθικαῖς κατὰ τὸ ἴδιον, αὗται δ’ ἐκείνῃ κατὰ συμβεβηκός. ὁ μὲν γὰρ δίκαιός ἐστι καὶ φρόνιμος, ὁ γὰρ τοιόσδε αὐτὸν λόγος εἰδοποιεῖ· οὐ μὴν ὁ φρόνιμος καὶ δίκαιος κατὰ τὸ ἴδιον, ἀλλ’ ὅτι τῶν καλῶν κἀγαθῶν κοινῶς πρακτικός, φαύλου δ’ οὐδενός.

Ἀστεῖα φαῦλα καὶ μέσα πάθη

[Περὶ παθῶν ψυχῆς].

Τῶν δὲ παθῶν καὶ ὁρμῶν τὰ μὲν εἶναι ἀστεῖα, τὰ δὲ φαῦλα, τὰ δὲ μέσα. Ἀστεῖα μὲν φιλίαν, χάριν, νέμεσιν, αἰδῶ, θάρσος, ἔλεον· φαῦλα δὲ φθόνον, ἐπιχαιρεκακίαν, ὕβριν· μέσα δὲ λύπην, φόβον, ὀργήν, ἡδονήν, ἐπιθυμίαν.

Αἵρεσις ὅρος καὶ ἡδονὴ καὶ λύπη

Τούτων δὲ τὰ μὲν αἱρετέον καθάπαξ, τὰ δὲ ὁριστέον. Πᾶν δὲ πάθος περὶ ἡδονὴν συνίστασθαι καὶ λύπην, δι’ ὃ καὶ περὶ ταύτας τὰς ἠθικὰς ἀρετὰς ὑπάρχειν.

Ἕξεις κακίας καὶ εἴδη ἔρωτος

Φιλαργυρίαν δὲ καὶ φιληδονίαν καὶ ἐρωτομανίαν καὶ τὰ τοιαῦτα ἕξεις εἶναι ἀλλοίας περὶ τὰς κακίας. Ἔρωτα δ’ εἶναι τὸν μὲν φιλίας, τὸν δὲ συνουσίας, τὸν δὲ ἀμφοῖν· δι’ ὃ καὶ τὸν μὲν σπουδαῖον, τὸν δὲ φαῦλον, τὸν δὲ μέσον.

Διαφοραὶ φιλίας

[Περὶ φιλίας].

Τῆς φιλίας δ’ εἶναι διαφορὰς τέσσαρας, ἑταιρικήν, συγγενικήν, ξενικήν, ἐρωτικήν· εἰ δὲ καὶ τὴν εὐεργετικὴν καὶ θαυμαστικὴν συγκαταριθμητέον, λόγου δεῖν.

Contents

Sign in to save your reading →