Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Ὁ μέσος βίος

Τὸν ⟨δ’⟩ ἀφαιρεθέντα τὴν εὐδαιμονίαν οὐκ εἶναι κακοδαίμονα, καθάπερ τὸν μηδ’ ὅλως ἔχοντα ταύτην, ἀλλ’ ἔσθ’ ὅτε μέσον. Βιοῦν γάρ ποτε καὶ σοφὸν καὶ μὴ σοφὸν τὸν μέσον λεγόμενον βίον, τὸν μήτε εὐδαίμονα μήτε κακοδαίμονα.

Ἐγρήγορσις κατὰ φύσιν

Περὶ δὲ τοὺς κοιμωμένους οὐκ εἶναι τὴν εὐδαιμονίαν ἢ οὐκ ἐντελεχείᾳ γε. Τὴν γὰρ ἐνέργειαν τῆς ψυχῆς περὶ τὴν ἐγρήγορσιν εἶναι, ταύτῃ δὲ προστίθεσθαι τὸ ‘κατὰ φύσιν’, διὰ τὸ μὴ πᾶσαν τὴν ἐγρήγορσιν τῶν σπουδαίων τελείας εἶναι χρῆσιν ἀρετῆς, ἀλλὰ τὴν κατὰ φύσιν. Ταύτην δ’ εἶναι τὴν τοῦ μὴ μαινομένου μηδ’ ἐξεστηκότος, ἐπεὶ τήν τε μανίαν καὶ τὴν ἔκστασιν ὡς τὸν ὕπνον ἐξιστάνειν αὐτὸν ταύτης τῆς χρήσεως, τάχα δὲ καὶ τῆς τοῦ λόγου καὶ πᾶσιν θηρίοις.

Λογικὸν ζῆν καὶ χορηγία

Οἷς γὰρ λογικόν ἐστι τὸ ζῆν, τούτοις καὶ τὸ εὐδαιμονεῖν ὑπάρχειν· οὐκ ἀεὶ δὲ οὐδὲ τούτοις, ἀλλ’ ὁπότε χορηγούμενον ἔχοιεν τὸ ζῆν.

Ἀρετὴ κακία καὶ αὐτάρκεια

Ὡς δὲ τὴν εὐδαιμονίαν λέγεσθαι χρῆσιν ἀρετῆς, οὕτως καὶ τὴν κακοδαιμονίαν χρῆσιν κακίας· οὐ μὴν ὡς τὴν κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, οὕτως καὶ τὴν ἀρετὴν, πρὸς εὐδαιμονίαν. Ὡς δὲ τὸν σπουδαῖον τἀγαθὰ ἔχειν καὶ αὐτῷ συμφέρειν καὶ τοῖς ἄλλοις.

Ἀτυχία καὶ εὐτυχία

Φευκτὸν δὲ τὸν βίον γίνεσθαι τοῖς μὲν ἀγαθοῖς ἐν ταῖς ἄγαν ἀτυχίαις, τοῖς δὲ κακοῖς καὶ ἐν ταῖς ἄγαν εὐτυχίαις. Πλεῖον γὰρ ἁμαρτάνειν· δι’ ὃ καὶ μηδὲ κυρίως εὐτυχεῖς εἶναι [καὶ] τοῖς φαύλοις.

Τριχῶς τὸ ἀγαθόν

[Ποσαχῶς λέγεται τὸ ἀγαθόν.]

Ἐπεὶ δ’ ἡμῖν εὐδαιμονία τὸ μέγιστον ἀγαθόν, διαιρετέον ποσαχῶς λέγεται τὸ ἀγαθόν. Τριχῶς δή φασι λέγεσθαι τό τε γὰρ πᾶσι τοῖς οὖσι σωτηρίας αἴτιον καὶ τὸ κατηγορούμενον παντὸς ἀγαθοῦ καὶ τὸ δι’ αὑτ’ αἱρετόν· ὧν τὸ μὲν θεῖον εἶναι τὸ πρῶτον, τὸ δὲ γένος τῶν ἀγαθῶν ⟨τὸ δεύτερον⟩, τὸ δὲ ⟨τρίτον τὸ⟩ τέλος, ἐφ’ ὃ πάντα ἀναφέρομεν, ὅπερ ἐστὶν εὐδαιμονία.

Αἱρετὰ τελικὰ καὶ ποιητικά

Καὶ τὸ δι’ αὑθ’ αἱρετὸν δὲ τριχῶς λέγεσθαι· ἢ οὗ χάριν τινὰ πράττομεν ὡς ἐσχάτου· ἢ οὗ χάριν πάντα· ἢ τρίτον ὃ μέρος γίνεται τούτων. Τῶν δὲ δι’ αὑτ’ αἱρετῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά. Τελικὰ μὲν τὰς κατ’ ἀρετὴν προηγουμένας πράξεις· ποιητικὰ δὲ τὰ ὑλικὰ τῶν ἀρετῶν.

Τίμια ἐπαινετὰ δυνάμεις καὶ ὠφέλιμα

Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ὠφέλιμα. Τίμια μὲν οἷον θεόν, ἄρχοντα, πατέρα· ἐπαινετὰ δὲ οἷον δικαιοσύνην, φρόνησιν· δυνάμεις δὲ οἷον πλοῦτον, ἀρχήν, ἐξουσίαν· ὠφέλιμα δὲ τὰ ποιητικὰ τούτων καὶ φυλακτικά, οἷον ὑγιείας καὶ εὐεξίας.

Καθ’ ἑαυτὰ καὶ δι’ ἕτερα

Ἔτι τῶν [αἱρετῶν καὶ] ἀγαθῶν τὰ μὲν καθ’ ἑαυτὰ εἶναι αἱρετά, τὰ δὲ δι’ ἕτερα. Τὰ μὲν γὰρ τίμια καὶ ἐπαινετὰ καὶ τὰς δυνάμεις καθ’ αὑτά· (καὶ γὰρ τὰς δυνάμεις ὑπάρχειν τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον πλοῦτον καὶ ἀρχάς, οἷς ⟨εὖ⟩ ἂν χρήσαιτο καὶ ἂν ζητήσειεν ὁ ἀγαθὸς ἀνήρ· καὶ οἷς δύναται εὖ χρῆσθαι ἀγαθὸς [καὶ] καθ’ αὑτὰ ἀγαθὰ πεφυκέναι, ὥσπερ ὑγιεινά, ἃ καὶ ζητήσειεν ἂν ὁ ἰατρὸς καὶ δύναιτο χρῆσθαι·) τὰ δὲ ὠφέλιμα δι’ ἕτερα· τῷ γὰρ ποιεῖν ἕτερα καὶ σῴζειν τῶν αἱρετῶν ὑπάρχειν.

Τέλη καὶ οὐ τέλη

Ἄλλη διαίρεσις· τῶν καθ’ αὑτὰ ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη· οἷον δικαιοσύνην μὲν καὶ ἀρετὴν καὶ ὑγίειαν τέλη καὶ ἁπλῶς ὅσα ἐκ τῶν καθ’ ἕκαστα γενομένων κεκεφαλαιωμένα ὑπάρχειν, ὥσπερ τὴν ὑγίειαν, οὐ μὴν τό γε ὑγιεινὸν οὐδὲ τὴν θεραπείαν τοῦ κάμνοντος. Εὐφυΐαν δὲ καὶ ἀναμνήσεις καὶ μαθήσεις οὐ τέλη.

Ἀγαθὰ παντὶ καὶ κατὰ χρῆσιν

Ἄλλη διαίρεσις· τῶν τελῶν τὰ μὲν παντὶ ἀγαθὰ εἶναι, τὰ δ’ οὐ παντί. Τὴν μὲν ἀρετὴν καὶ φρόνησιν παντὶ ἀγαθά, ὅτῳ γὰρ ἂν παραγένηται ὠφελεῖν· πλοῦτον δὲ καὶ ἀρχὰς καὶ δυνάμεις οὐ παντὶ ὁπωσοῦν ἀγαθά, καθ’ ὅσον ἀφώρισται τὸ εἶναι ἀγαθὰ τῇ τοῦ ἀγαθοῦ ἀνδρὸς χρήσει. Φαίνεσθαι δὲ ταῦτα καὶ ζητεῖν καὶ χρωμένους ὠφελεῖν.

Εὖ καὶ κακῶς χρῆσθαι

Οἷς δὲ τὸν ἀγαθὸν εὖ χρῆσθαι, τούτοις τὸν κακὸν κακῶς· ὥσπερ οἷς ἂν εὖ τὸν μουσικόν, τούτοις τὸν ἄμουσον κακῶς. Ἅμα δὲ κακῶς χρώμενον βλάπτεσθαι, καθάπερ ἵππον ἀγαθὸν ὄντα τὸν μὲν ἱππικὸν ὠφελεῖν, βλάπτειν δὲ τὸν ἄφιππον οὐ μετρίως.

Ψυχικὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά

Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. Περὶ ψυχὴν μέν, οἷον εὐφυΐαν τε καὶ τέχνην καὶ ἀρετὴν καὶ σοφίαν καὶ φρόνησιν καὶ ἡδονήν· περὶ σῶμα δὲ ὑγίειαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ ἰσχὺν καὶ ἀρτιότητα καὶ πάντα τὰ μόρια σὺν ταῖς δυνάμεσι καὶ ἐνεργείαις· ἐκτὸς δὲ πλοῦτον καὶ δόξαν καὶ εὐγένειαν καὶ δυναστείαν καὶ φίλους καὶ συγγενεῖς καὶ πατρίδα.

Φύσις ἐπιμέλεια καὶ τελειότης

Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν αἰεὶ φύσει παρεῖναι, καθάπερ [γὰρ] ὀξύτητα καὶ μνήμην, τό τε ὅλον εὐφυΐαν· τὰ δ’ ἐξ ἐπιμελείας παραγίνεσθαι, ὡς τάς τε προπαιδεύσεις καὶ διαίτας ἐλευθερίους· τὰ δ’ ἐκ τελειότητος ὑπάρχειν, οἷον φρόνησιν, δικαιοσύνην, τελευταῖον δὲ σοφίαν.

Κτῆσις καὶ ἀποβολή

Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καὶ κτήσασθαι καὶ ἀποβαλεῖν, ὡς πλοῦτον· τὰ δὲ κτήσασθαι μὲν ἀποβαλεῖν δ’ οὔ, ὡς εὐψυχίαν, ἀθαυμαστίαν· τὰ δὲ ἀποβαλεῖν μὲν κτήσασθαι δ’ οὔ, ὡς αἴσθησιν καὶ τὸ ζῆν· τὰ δ’ οὔτε κτήσασθαι οὔτ’ ἀποβαλεῖν, ὡς εὐγένειαν.

Δι’ αὑτὰ καὶ ποιητικὰ ἀγαθά

Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι δι’ αὑθ’ αἱρετὰ μόνον, ὡς ἡδονὴν καὶ ἀοχλησίαν· τὰ δὲ ποιητικὰ μόνον, ὡς πλοῦτον· τὰ δὲ ⟨καὶ⟩ ποιητικὰ καὶ δι’ αὑθ’ αἱρετά, ὡς ἀρετήν, φίλους, ὑγίειαν.

Ὁμωνυμία καὶ κατηγορίαι

Καὶ ἄλλως δὲ πολλαχῶς διαιρεῖσθαι τἀγαθά, διὰ τὸ μὴ ἓν εἶναι γένος αὐτῶν, ἀλλὰ κατὰ τὰς δέκα λέγεσθαι κατηγορίας· ἐν ὁμωνυμίᾳ γὰρ ἐκφέρεσθαι τἀγαθόν, τά τε τοιαῦτα πάντα ὄνομα κοινὸν ἔχειν μόνον, τὸν δὲ κατὰ τοὔνομα λόγον ἕτερον.

Ἡ ἠθικὴ ἀρετὴ καὶ τὰ μέρη τῆς ψυχῆς

[Περὶ τῆς ἠθικῆς ἀρετῆς, ὅτι μεσότητες.]

Τούτων δὲ δὴ διωρισμένων, ἐπελθεῖν ἀκριβέστερον ἀναγκαῖον τὰ περὶ τῆς ἠθικῆς ἀρετῆς λεγόμενα. Ταύτην γὰρ ὑπολαμβάνουσι περὶ τὸ ἄλογον μέρος γίνεσθαι τῆς ψυχῆς, ἐπειδὴ διμερῆ πρὸς τὴν παροῦσαν θεωρίαν ὑπέθεντο τὴν ψυχήν, τὸ μὲν λόγον ἔχουσαν, τὸ δ’ ἄλογον.

Ἀρεταὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου

Καὶ περὶ μὲν τὸ λογικὸν τὴν καλοκἀγαθίαν γίνεσθαι καὶ τὴν φρόνησιν καὶ τὴν ἀγχίνοιαν καὶ σοφίαν καὶ εὐμάθειαν καὶ μνήμην καὶ τὰς ὁμοίας· περὶ δὲ τὸ ἄλογον σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ τὰς ἄλλας τὰς ἠθικὰς καλουμένας ἀρετάς.

Contents

Sign in to save your reading →