Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Ἀρετὴ καὶ ἀρίστη διάθεσις

[Περὶ ἀρετῆς.]

Ἀρετὴν δ’ ὠνομάσθαι τὴν ἀρίστην διάθεσιν ἢ καθ’ ἣν ἄριστα διάκειται τὸ ἔχον. Τοῦτο δ’ ἐκ τῆς ἐπαγωγῆς δῆλον· σκυτοτόμου γὰρ ἀρετὴν λέγεσθαι καθ’ ἣν ἀποτελεῖν ἄριστον ὑπόδημα δύναται, καὶ οἰκοδόμου καθ’ ἣν ἄριστα διάκειται πρὸς οἰκοδόμησιν οἰκίας καλῆς. Ὅτι μὲν τὸ ἄριστα διατιθέναι ἐστὶν ἀρετῆς, ὁμολογούμενόν ἐστι.

Λόγος πάθος καὶ ἁρμονία

Δύο δ’ ὥσπερ ἀρχὰς τῶν ἀρετῶν ὑπάρχειν, τὸν λόγον καὶ τὸ πάθος· ταῦτα δὲ ὁτὲ μὲν ἀλλήλοις ὁμονοητικῶς συμφωνεῖν, ὁτὲ δὲ στασιαστικῶς διαφωνεῖν· τὴν δ’ ἀντίταξιν αὐτῶν γίνεσθαι δι’ ἡδονὰς καὶ λύπας. Τὴν μὲν οὖν τοῦ λόγου νίκην ἀπὸ τοῦ κράτους παρωνύμως ἐγκράτειαν ἐπωνυμίαν ἔχειν, τὴν δὲ τοῦ ἀλόγου διὰ τὸ τῆς ὁρμῆς ἀπειθὲς ἀκρασίαν· τὴν δ’ ἀμφοῖν ἁρμονίαν καὶ συμφωνίαν ἀρετήν, τοῦ μὲν ἄγοντος ἐφ’ ὃ δεῖ, τοῦ δ’ ἑπομένου πειθηνίως.

Αἱρετὸν φευκτὸν καὶ ἀγαθόν

[Περὶ αἱρετῶν καὶ φευκτῶν.]

Αἱρετὸν δὲ λέγεσθαι, τὸ ὁρμὴν ἐφ’ ἑαυτὸ κινοῦν, φευκτὸν δὲ τὸ ἀφ’ ἑαυτοῦ, ὅταν ὁ λόγος σύμψηφος ᾖ. Καθάπερ γὰρ τὸ βουλητὸν κατὰ τὴν βούλησιν ἔχειν τὴν ἐπωνυμίαν ταύτην, οὕτως καὶ τὸ αἱρετὸν κατὰ τὴν αἵρεσιν. Τὸ δὲ αἱρετὸν καὶ ἀγαθὸν ταὐτὸν ἐδόκει τοῖς ἀρχαίοις εἶναι. Τὸ γοῦν ἀγαθὸν ὑπογράφοντες οὕτως ἀφωρίζοντο· ‘ἀγαθόν ἐστιν οὗ πάντ’ ἐφίεται’.

Καλὰ καὶ ἀναγκαῖα ἀγαθά

Τῶν δ’ ἀγαθῶν ἔλεγον τὰ μὲν δι’ ἡμᾶς αἱρετὰ ὑπάρχειν, τὰ δὲ διὰ τοὺς πλησίον· τῶν δὲ δι’ ἡμᾶς τὰ μὲν καλά, τὰ δ’ ἀναγκαῖα. Καλὰ μὲν τάς τε ἀρετὰς καὶ τὰς ἐνεργείας τὰς ἀπ’ αὐτῶν, φρόνησίν τε καὶ τὸ φρονεῖν καὶ δικαιοσύνην καὶ τὸ δικαιοπραγεῖν καὶ κατὰ τὸ ἀνάλογον ἐπὶ τῶν ἄλλων· ἀναγκαῖα δὲ τό τε ζῆν καὶ τὰ πρὸς τοῦτο συντείνοντα καὶ τὴν τῶν ποιητικῶν ἔχοντα χώραν, οἷον τό τε σῶμα καὶ τὰ τούτου μέρη καὶ τὰς χρήσεις αὐτῶν, καὶ τῶν ἐκτὸς λεγομένων εὐγένειαν, πλοῦτον, δόξαν, εἰρήνην, ἐλευθερίαν, φιλίαν, τούτων γὰρ ἕκαστον συμβάλλεσθαί τι πρὸς τὴν τῆς ἀρετῆς χρῆσιν.

Ἡ εὐδαιμονία καὶ τὰ ὑλικά

[Ἐκ τίνων ἡ εὐδαιμονία.]

Τὴν δ’ εὐδαιμονίαν ἐκ τῶν καλῶν γίνεσθαι καὶ προηγουμένων πράξεων· διὸ καὶ δι’ ὅλων εἶναι καλήν, καθάπερ καὶ τὴν ἐν τοῖς αὐλοῖς ἐνέργειαν δι’ ὅλων ἔντεχνον. Οὐ γὰρ ἐκβιβάζειν τὴν παράληψιν τῶν ὑλικῶν τῆς εἰλικρινείας τοῦ καλοῦ τὴν εὐδαιμονίαν, ὡς οὐδὲ τὴν τῆς ἰατρικῆς ἔντεχνον δι’ ὅλων ἐνέργειαν τὴν τῶν ὀργάνων χρῆσιν. Πᾶσαν μὲν γὰρ πρᾶξιν ἐνέργειαν εἶναί τινα ψυχῆς.

Μέρη ἐνεργείας καὶ τὰ ὧν οὐκ ἄνευ

Ἐπεὶ δ’ ὁ πράττων συγχρῆταί τισι πρὸς τὴν τελείωσιν τῆς προθέσεως, μέρη ταῦτα οὐ χρὴ νομίζειν τῆς ἐνεργείας, καίτοι γε ἐπιζητούσης ἑκατέρας τῶν εἰρημένων ⟨τεχνῶν⟩ ἑκάτερον, οὐ μὴν ὡς μέρος, ὡς δὲ ποιητικὸν τῆς τέχνης. Τὰ γὰρ ὧν ἄνευ πράττειν ὁτιοῦν ἀδύνατον, μέρη τῆς ἐνεργείας λέγειν οὐκ ὀρθόν. Τὸ μὲν γὰρ μέρος ἐπινοεῖσθαι κατὰ τὸ συμπληρωτικὸν εἶναι τοῦ ὅλου, τὰ δ’ ὧν οὐκ ἄνευ κατὰ τὸ ποιητικόν, τῷ φέρειν καὶ συνεργεῖν εἰς τὸ τέλος.

Τὸ ἀγαθὸν καὶ ἡ εὐδαιμονία

[Πόσα μέρη τοῦ ἀγαθοῦ· καὶ περὶ σκοποῦ.]

Διαιρεῖσθαι δὲ τἀγαθὸν εἰς τε τὸ καλὸν καὶ εἰς τὸ συμφέρον καὶ εἰς τὸ ἡδύ· καὶ τῶν μὲν κατὰ μέρος πράξεων τούτους εἶναι σκοπούς· τὸ δ’ ἐκ πάντων αὐτῶν εὐδαιμονίαν. Εὐδαιμονίαν δ’ εἶναι ‘χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ χορηγουμένην’ ἢ ‘ζωῆς τελείας ἐνέργειαν κατ’ ἀρετήν’ ἢ ‘χρῆσιν ἀρετῆς ἐν τοῖς κατὰ φύσιν ἀνεμπόδιστον’. Τὸ δ’ αὐτὸ καὶ τέλος ὑπάρχειν.

Σκοπὸς καὶ τέλος

Εἰ δὲ τὸ μὲν εὐδαιμονεῖν τέλος, ἡ δ’ εὐδαιμονία λέγεται σκοπὸς καὶ ὁ μὲν πλοῦτος ἀγαθόν, τὸ δὲ πλουτεῖν ὧν χρή, τοῖς μὲν οὕτω διορίζουσι τῆς ἀκριβείας τῶν ὀνομάτων χάριν· ἀκολουθητέον μέντοι τῇ τῶν ἀρχαίων συνηθείᾳ καὶ λεκτέον τέλος εἶναι ‘οὗ χάριν πάντα πράττομεν, αὐτὸ δὲ οὐδενός’, ἢ ‘τὸ ἔσχατον τῶν ὀρεκτῶν’, ἢ ‘τὸ κατ’ ἀρετὴν ζῆν ἐν ἀγαθοῖς τοῖς περὶ σῶμα καὶ τοῖς ἔξωθεν ἢ πᾶσιν ἢ τοῖς πλείστοις καὶ κυριωτάτοις’.

Ἀγαθὰ κακὰ καὶ ἀδιάφορα

Τοῦτο δὲ μέγιστον ὂν τῶν ἀγαθῶν καὶ τελειότατον ἐκ τῶν ἄλλων ἁπάντων ὑπηρετεῖσθαι. Τὰ μὲν γὰρ συμβαλλόμενα πρὸς αὐτὸ τῶν ἀγαθῶν ὁμολογουμένως χρὴ λέγειν, τὰ δ’ ἐναντιούμενα ⟨αὐτῷ τῶν κακῶν, τὰ δὲ μήτε συμβαλλόμενα μήτε ἐναντιούμενα⟩ οὔτε τῶν ἀγαθῶν οὔτε ⟨τῶν⟩ κακῶν, ἀλλὰ τῶν ἀδιαφόρων. Οὐ πᾶσαν δὲ καλὴν πρᾶξιν εὐδαιμονικὴν ὑπάρχειν.

Τελεία καὶ ἀτελὴς ἀρετή

‘Τελείας’ δ’ εἶπον ἀρετῆς χρῆσιν τὴν εὐδαιμονίαν, ὅτι τῶν ἀρετῶν τὰς μὲν ἔλεγον εἶναι τελείας, τὰς δὲ ἀτελεῖς· τελείας μὲν τήν τε δικαιοσύνην καὶ τὴν καλοκἀγαθίαν· ἀτελεῖς δὲ τὴν εὐφυΐαν καὶ τὴν προκοπήν· τῷ δὲ τελείῳ τὸ τέλειον ἁρμόττειν. Τέλος οὖν εἶναι τῆς τοιαύτης ἀρετῆς ἐνέργειαν, ἧς οὐθὲν ἄπεστι μέρος.

Τέλειος βίος καὶ χρόνος

Καὶ τὸ ‘ἐν βίῳ δὲ τελείῳ’ προσέθεσαν ἐνδείξασθαι βουληθέντες, ὅτι περὶ τοὺς ἤδη προήκοντας ἄνδρας ἡ εὐδαιμονία γίνεται· τὸ γὰρ μειράκιον ἀτελὲς καὶ ὁ τούτου βίος, δι’ ὃ οὐκ ἂν γένοιτο περὶ τοῦτ’ εὐδαιμονία, οὐδ’ ὅλως ἐν ἀτελεῖ χρόνῳ, ἀλλ’ ἐν τῷ τελείῳ. Τέλειον δ’ εἶναι τοῦτον, ὅσον ὥρισεν ἡμῖν ⟨τὸ⟩ πλεῖστον ὁ θεός· ὥρισε δὲ κατὰ πλάτος, καθάπερ καὶ τὸ τοῦ σώματος μέγεθος.

Χρόνος καὶ ὁλοκληρία

Ὡς οὖν ἕνα στίχον μὴ ἂν συστῆσαι ὑπόκρισιν μηδὲ μίαν χειρὸς ἔκτασιν ὄρχησιν, μηδὲ μίαν χελιδόνα ποιεῖν ἔαρ, οὕτως μηδὲ βραχὺν χρόνον εὐδαιμονίαν. Τελείαν γὰρ εἶναι δεῖν τὴν εὐδαιμονίαν ἐκ τελείου συνεστῶσαν ἀνδρὸς καὶ χρόνου καὶ δαίμονος.

Χορηγία καὶ ἀρετὴ ἐν κακοῖς

‘Χορηγουμένην’ δὲ τὴν τῆς ἀρετῆς ἐνέργειαν διὰ τὸ πάντως ἀναγκαῖον ἐν τοῖς κατὰ φύσιν ἀγαθοῖς ὑπάρχειν, ἐπεὶ καὶ ἐν κακοῖς ἀρετῇ χρήσαιτ’ ἂν καλῶς ὁ σπουδαῖος, οὐ μὴν γε μακάριος ἔσται καὶ ἐν αἰκίαις ἀποδείξαιτ’ ἂν τὸ γενναῖον, οὐ μὴν ⟨γ’⟩ εὐδαιμονήσει.

Τὰ καλὰ καὶ τὰ ἀγαθά

Αἴτιον δ’ ὅτι ἡ μὲν ἀρετὴ καλῶν μόνον ἐστὶν ἀπεργαστικὴ καθ’ ἑαυτήν, ἡ δ’ εὐδαιμονία καὶ καλῶν κἀγαθῶν. Οὐ γὰρ ἐγκαρτερεῖν βούλεται τοῖς δεινοῖς, ἀλλὰ τῶν ἀγαθῶν ἀπολαύειν πρὸς τῷ καὶ σῴζειν τὸ ἐν κοινωνίᾳ δίκαιον καὶ μήτε ἀποστερεῖν ἑαυτὴν τῶν ἐν τῇ θεωρίᾳ καλῶν μήτε τῶν κατὰ τὸν βίον ἀναγκαίων.

Ἡδονὴ ἀρετὴ καὶ ἀπώλεια

Ἥδιστον γάρ τι καὶ κάλλιστον εἶναι τὴν εὐδαιμονίαν, οὔτε δ’ ἐπιτείνεσθαι καθάπερ τέχνην ὀργάνων πλήθει καὶ παρασκευῇ· οὔτε τὴν αὐτὴν εἶναι θεοῦ καὶ ἀνθρώπου, οὐδὲ γὰρ τὴν ἀρετὴν ἀναπόβλητον ἔτι τῶν σπουδαίων τὸ παράπαν, δύνασθαι γὰρ ὑπὸ πλήθους καὶ μεγέθους ἀφαιρεθῆναι κακῶν.

Σόλων καὶ τέλος βίου

Ὅθεν ἐνδοιάσειεν ἄν τις, μήποτ’ οὐδὲ κυρίως εὐδαιμονιστέον τὸν ἔτι ζῶντα, διὰ τὸ τῆς τύχης ἄδηλον. Τὸ γὰρ τοῦ Σόλωνος εὖ ἔχειν· τέλος ὅρα μακροῦ βίου. Μαρτυρεῖν δὲ τούτῳ καὶ τὸν βίον, εὐδαιμονίζοντα τοὺς ἀνθρώπους ἡνίκ’ ἂν θνῄσκωσι.

Contents

Sign in to save your reading →