Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Φιλία ἔπαινος καὶ εὐδοξία
II.7.13.16 · Wachsmuth pp. 121-122
Ἐπεὶ δὲ κοινή τις ἡμῖν ὑπάρχει φιλανθρωπία, πολὺ μᾶλλον πρὸς τοὺς ἐν συνηθείᾳ φίλους τὸ δι’ αὑθ’ αἱρετὸν φανερώτερον· εἰ δ’ ὁ φίλος δι’ αὑτὸν αἱρετός, καὶ ἡ φιλία καὶ ἡ εὔνοια καὶ ἡ παρὰ πάντων τῶν τοῦ βίου κοινωνούντων καὶ ⟨ἡ⟩ παρὰ τῶν πλείστων ἀνθρώπων· ὥστε καὶ τὸν ἔπαινον εἶναι δι’ αὑτὸν αἱρετόν, οἰκειοῦσθαι γὰρ ἡμᾶς πρὸς τοὺς ἐπαινοῦντας. Εἰ δ’ ὁ ἔπαινος δι’ ἑαυτὸν αἱρετός, καὶ ἡ εὐδοξία· καὶ γὰρ οὐδὲν ἕτερον τὴν εὐδοξίαν κατὰ τὴν ὑπογραφὴν παρειλήφαμεν, εἰ μὴ τὸν παρὰ τῶν πολλῶν ἔπαινον.
Τὰ ἔξωθεν καὶ τὰ ἐν ἡμῖν
II.7.13.17 · Wachsmuth pp. 122
Ὥστε ταύτῃ μὲν τὰ γινόμενα τῶν ἀγαθῶν ἔξωθεν ὅτι δι’ αὑθ’ αἱρετὰ πέφυκεν ἐπιδεδείχθαι σαφῶς· πῶς οὖν οὐ πολὺ μᾶλλον τὰ περὶ ἡμᾶς καὶ ἐν ἡμῖν; λέγω δὴ τὰ περὶ σῶμά τε καὶ ψυχήν.
Σῶμα ψυχὴ καὶ ὁ ἄνθρωπος
II.7.13.18 · Wachsmuth pp. 122
Εἰ γὰρ ὁ ἄνθρωπος δι’ αὑτὸν αἱρετός, καὶ τὰ μέρη τοῦ ἀνθρώπου δι’ αὑτὰ ἂν εἴη αἱρετά. Μέρη δ’ ἐστὶν ἀνθρώπου ὁλοσχερέστατα σῶμα καὶ ψυχή. Ὥστε καὶ τὸ σῶμα δι’ αὑτὸ ἂν αἱρετὸν εἴη. Πῶς γὰρ τὸ μὲν τοῦ πλησίον σῶμα δι’ αὑτὸ αἱρετόν ἐστιν ἡμῖν, τὸ δ’ ἡμέτερον οὐκέτι; Ἢ πῶς ὁ μὲν πλησίον ἄνθρωπος δι’ αὑτὸν ἐστιν αἱρετός, οὐχὶ δὲ καὶ ἕκαστος ἡμῶν αὑτῷ δι’ αὑτὸν αἱρετός;
Αἱ τοῦ σώματος ἀρεταί
II.7.13.19 · Wachsmuth pp. 122-123
Ἢ πῶς τοῦτο μέν, οὐχὶ δὲ καὶ τὰ μέρη τὰ τοῦ σώματος καὶ αἱ τῶν μερῶν ἀρεταὶ καὶ αἱ τοῦ ὅλου σώματος ἂν εἶεν αἱρεταί; Ὥστε δι’ αὑτὰ αἱρετὰ ἡμῖν εἶναι τὴν ὑγίειαν, τὴν ἰσχύν, τὸ κάλλος, τὴν ποδώκειαν, τὴν εὐεξίαν, τὴν εὐαισθησίαν, καθόλου πάσας ὡς ἔπος εἰπεῖν ⟨τὰς σωματικὰς ἀρετάς⟩.
Κάλλος καὶ αἶσχος
II.7.13.20 · Wachsmuth pp. 123
Καὶ γὰρ ὅλως οὐδεὶς ἂν εὖ φρονῶν δέξαιτο ἄμορφος καὶ λελωβημένος εἶναι κατὰ τὸ εἶδος, κἂν εἰ μηδεμία μέλλοι δυσχρηστία τὸ παράπαν ἐπακολουθεῖν διὰ τὴν τοιαύτην εἰδέχθειαν. Ὥστε καὶ δίχα τῆς δυσχρηστίας εὔλογον φυγὴν φαίνεσθαι τοῦ αἴσχους. Εἰ δὲ δι’ αὑτὸ φευκτόν ἐστι τὸ αἶσχος, καὶ τὸ κάλλος οὐ μόνον διὰ τὴν χρείαν αἱρετὸν ἀλλὰ καὶ δι’ αὑτό· ὅτι γὰρ ἐξ αὑτοῦ προσκλητικὸν ⟨τι⟩ ἔχει τὸ κάλλος, ἐμφανές· πάντας γοῦν φυσικῶς οἰκειοῦσθαι τοῖς καλοῖς χωρὶς πάσης χρείας, καὶ γὰρ πρὸς τὸ εὖ ποιεῖν αὐτοὺς καὶ εὐεργετεῖν ἑτοίμως ἔχειν, ὅθεν δὴ καὶ δοκεῖν εὐνοίας εἶναι παρασκευαστικόν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον τὸ μὲν κάλλος τῶν δι’ αὑτὰ αἱρετῶν ὑπάρχειν, τὸ δὲ αἶσχος τῶν δι’ αὑτὰ φευκτῶν.
Τὰ σώματος καὶ τὰ ψυχῆς ἀγαθά
II.7.13.21 · Wachsmuth pp. 123
Τὸν δ’ αὐτὸν λόγον καὶ ἐπὶ ὑγιείας εἶναι καὶ νόσου καὶ ἰσχύος καὶ ἀσθενείας καὶ ποδωκείας καὶ βραδυτῆτος καὶ αἰσθήσεως καὶ πηρώσεως. Ὥστ’ εἰ καὶ τὰ σωματικὰ τῶν ἀγαθῶν δέδεικται δι’ αὑθ’ αἱρετὰ καὶ τἀναντία τούτων κακὰ δι’ αὑτὰ φευκτά, καὶ τὰ τῆς ψυχῆς ἀναγκαῖον μέρη δι’ αὑθ’ αἱρετὰ ὑπάρχειν καὶ τὰς ἀρετὰς αὐτῶν καὶ ⟨τὰς⟩ τῆς ὅλης ψυχῆς.
Ἀρετὴ πρὸς ἑαυτὴν ἐπιστρέφουσα
II.7.13.22 · Wachsmuth pp. 123
Τὴν γὰρ εἴσοδον ἡ ἀρετὴ λαβοῦσα, καθάπερ ὑπεδείξαμεν, ἀπὸ τῶν σωματικῶν καὶ τῶν ἔξωθεν ἀγαθῶν καὶ πρὸς ἑαυτὴν ἐπιστρέψασα καὶ θεασαμένη, διότι καὶ αὐτὴ τῶν κατὰ φύσιν πολὺ μᾶλλον τῶν τοῦ σώματος ἀρετῶν, ᾠκειώθη πρὸς ἑαυτὴν ὡς πρὸς δι’ αὑτὴν αἱρετὴν καὶ μᾶλλον γε πρὸς ἑαυτὴν ἢ πρὸς τὰς τοῦ σώματος ἀρετάς· ὥστε παρὰ πολὺ τιμιωτέρας εἶναι ⟨τὰς⟩ τῆς ψυχῆς ἀρετάς.
Ψυχῆς ὑγίεια καὶ ἰσχύς
II.7.13.23 · Wachsmuth pp. 124
Οὐ μὴν ἀλλὰ καὶ ἀπὸ τῶν προεφωδευμένων τοῦτ’ ἄν τις ἐπιλογίσαιτο. Εἰ γὰρ ἡ τοῦ σώματος ὑγίεια αἱρετὴ δι’ αὑτήν, καὶ πολὺ μᾶλλον ἡ τῆς ψυχῆς· ⟨ὑγίεια δὲ ψυχῆς⟩ σωφροσύνη τῆς σφοδρότητος ἀπολύουσα τῶν παθῶν ἡμᾶς. Καὶ εἰ ἡ ἰσχὺς ἡ σωματικὴ τῶν ἀγαθῶν ἐστι, πολὺ μᾶλλον ἡ ψυχικὴ δι’ αὑτὴν ἂν εἴη αἱρετὴ καὶ ἀγαθόν· ψυχῆς δέ ἐστιν ἰσχὺς ἀνδρεία καὶ καρτερία, εὐρώστους τὰς ψυχὰς κατασκευάζουσα· διόπερ ἂν εἴη καὶ ἡ ἀνδρεία δι’ αὑτὴν αἱρετὴ καὶ ἡ καρτερία.
Κάλλος ψυχῆς καὶ δικαιοσύνη
II.7.13.24 · Wachsmuth pp. 124
Κατὰ τὸ ἀνάλογον εἰ τὸ κάλλος τὸ σωματικὸν δι’ αὑτὸ αἱρετόν, καὶ τὸ τῆς ψυχῆς κάλλος εἴη ἂν δι’ αὑτὸ αἱρετόν, κάλλος δὲ ψυχῆς ἐστιν ἡ δικαιοσύνη· τὸ γὰρ
μηθὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
Ἀναλογία τῶν τριῶν γενῶν τῶν ἀγαθῶν
II.7.14.1 · Wachsmuth pp. 124-125
[Ὅτι τὰ τρία γένη τῶν ἀγαθῶν, τὰ περὶ σῶμα, τὰ περὶ ψυχήν, τὰ ἐκτός, ἀναλογίαν πρὸς ἄλληλα ἔχει, καίτοι διαφέροντα.]
Τὸν παραπλήσιον δ’ εἶναι λόγον καὶ ἐπὶ τῶν ἀρετῶν, διὰ τὸ δοκεῖν τὰ τρία γένη τῶν ἀγαθῶν ἐκ πλείστης διαφορᾶς τῆς ἐν ἀλλήλοις ὅμως ἔχειν τινὰ πρὸς τὸν λόγον ἀναλογίαν, ἣν καὶ δὴ πειράσομαι δηλῶσαι σαφῶς.
Ἀγαθὰ σώματος ψυχῆς καὶ τὰ ἐκτός
II.7.14.2 · Wachsmuth pp. 125
Ὅπερ μὲν ἐν ⟨τῷ⟩ σώματί φαμεν ὑγίειαν, τοῦτ’ ἐν τῇ ψυχῇ καλεῖσθαι σωφροσύνην, ἐν δὲ τοῖς ἐκτὸς πλοῦτον· περιστέλλειν γὰρ τὰ πολλὰ τῶν ἁμαρτημάτων καὶ τοῦτον.
Ὅπερ δ’ ἐν τῷ σώματι ἰσχύν, τοῦτ’ ἐν τῇ ψυχῇ [τὴν] ἀνδρείαν, ἐν δὲ τοῖς ἐκτὸς [τὴν] ἀρχήν· ὅπερ δ’ ἐν τῷ σώματι εὐαισθησίαν, τοῦτ’ ἐν ⟨τῇ⟩ ψυχῇ φρόνησιν, ἐν δὲ τοῖς ἐκτὸς εὐτυχίαν· ὅ τι δ’ ἐν ⟨τῷ⟩ σώματι κάλλος, τοῦτ’ ἐν ⟨τῇ⟩ ψυχῇ δικαιοσύνην, ἐν δὲ τοῖς ἐκτὸς [τὴν] φιλίαν·
Ἡ ὑπεροχὴ τῶν περὶ ψυχὴν ἀγαθῶν
II.7.14.3 · Wachsmuth pp. 125
ὥστε τρία γένη τῶν ἀγαθῶν δι’ αὑθ’ αἱρετὰ ὑπάρχειν, τά τε περὶ ⟨τὴν⟩ ψυχὴν καὶ τὰ περὶ τὸ σῶμα καὶ τὰ ἐκτός· καὶ μακρῷ αἱρετώτερα τὰ περὶ ψυχὴν τῶν ἄλλων, ἐπειδὴ καὶ ἡγεμονικώτερον καὶ αἱρετώτερον ψυχὴ σώματος.
Ἀρετὴ κοινωνία καὶ θεωρία
II.7.14.4 · Wachsmuth pp. 125-126
Δῆλον οὖν ὅτι τῶν τοῦ σώματος ἀρετῶν καὶ τῶν ἐκτὸς αἱ τῆς ψυχῆς ὑπάρχουσιν αἱρετώτεραι, ὑπεροχὴν ὁμοίως φερόμεναι· στοχάζονται ⟨δὲ⟩ καὶ τῶν ἄλλων πρῶτον μὲν ὡς δι’ αὑθ’ αἱρετῶν, ἔπειθ’ ὡς χρησίμων πρός τε τὸν πολιτικὸν καὶ τὸν κοινωνικὸν βίον καὶ δὴ καὶ πρὸς τὸν θεωρητικόν. Παραμετρεῖσθαι γὰρ τὸν βίον ταῖς πολιτικαῖς καὶ ταῖς κοινωνικαῖς πράξεσι καὶ ταῖς θεωρητικαῖς. Οὐ γὰρ φίλαυτον εἶναι τὴν ἀρετὴν κατὰ τὴν αἵρεσιν ταύτην, ἀλλὰ κοινωνικὴν καὶ πολιτικήν· ἐπειδὴ δὲ πρὸς ἑαυτὴν ᾠκειῶσθαι μάλιστα πάντων ἔφαμεν τὴν ἀρετήν, δῆλον ὡς καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπιστήμην ἀναγκαίως ᾠκείωται φυσικῶς αὐτῇ.
Μονὴ ἐν τῷ ζῆν καὶ ἄφοδος
II.7.14.5 · Wachsmuth pp. 126
Τούτοις δ’ ἀκολούθως καὶ τὰς μονὰς τὰς ἐν τῷ ζῆν παραμετρεῖσθαι ταῖς κοινωνικαῖς καὶ πολιτικαῖς καὶ θεωρητικαῖς πράξεσι καὶ τὰς ἀφόδους ἐκ τῶν ἐναντίων· ὥστε κακῶς τοῖς σοφοῖς εὔλογον ἐξαγωγὴν ἐκ τοῦ ζῆν θεωρεῖσθαι καὶ τοῖς φαύλοις εὔλογον ἐν τῷ ζῆν μονήν· τοῖς γὰρ ἐκτελεῖν δυναμένοις τὰς κοινωνικὰς καὶ πολιτικὰς πράξεις καὶ θεωρητικὰς καὶ τῶν σπουδαίων καὶ τῶν φαύλων εὔλογον ἐν τῷ ζῆν εἶναι μονήν, τοῖς δὲ μὴ δυναμένοις εὔλογον ἐκ τοῦ ζῆν ἀπαλλαγήν.
Τὸ τέλος καὶ τὰ ἄλλα ἀγαθά
II.7.14.6 · Wachsmuth pp. 126
Ἐπεὶ δὴ μεγάλη τῆς ἀρετῆς ἐστιν ὑπεροχὴ κατά τε τὸ ποιητικὸν καὶ κατὰ τὸ δι’ αὑθ’ αἱρετὸν παρὰ τὰ σωματικὰ καὶ τὰ ἔξωθεν ἀγαθά, κατὰ τὸν λόγον οὐκ εἶναι συμπλήρωμα τὸ τέλος ἐκ τῶν σωματικῶν καὶ ἐκ τῶν ἔξωθεν ἀγαθῶν οὐδὲ τὸ τυγχάνειν ἁπάντων, ἀλλὰ μᾶλλον τὸ κατ’ ἀρετὴν ζῆν ἐν τοῖς περὶ σῶμα καὶ τοῖς ἔξωθεν ἀγαθοῖς ἢ πᾶσιν ἢ τοῖς πλείστοις καὶ κυριωτάτοις.
Εὐδαιμονία ὡς ἐνέργεια
II.7.14.7 · Wachsmuth pp. 126-127
Ὅθεν ἐνέργειαν εἶναι τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν ἐν πράξεσι χορηγουμέναις κατ’ εὐχήν· τὰ δὲ περὶ σῶμα καὶ τὰ ἔξωθεν ἀγαθὰ ποιητικὰ λέγεσθαι τῆς εὐδαιμονίας τῷ συμβάλλεσθαί τι παρόντα· τοὺς δὲ νομίζοντας αὐτὰ συμπληροῦν τὴν εὐδαιμονίαν ἀγνοεῖν, ὅτι ἡ μὲν εὐδαιμονία βίος ἐστίν, ὁ δὲ βίος ἐκ πράξεως συμπληροῦται. Τῶν δὲ σωματικῶν ἢ τῶν ἐκτὸς ἀγαθῶν οὐδὲν οὔτε πρᾶξιν εἶναι καθ’ ἑαυτὸ οὔθ’ ὅλως ἐνέργειαν.
Ὁ τῶν ἀρετῶν χορός
II.7.14.8 · Wachsmuth pp. 127
Τούτων δὴ τοῦτον τὸν λόγον ἐχόντων ἥ τε εὐεργεσία συστήσεται καὶ ἡ χάρις καὶ ἡ εὐχαριστία καὶ φιλανθρωπία καὶ φιλοτεκνία καὶ φιλαδελφία καὶ πρὸς ταύταις τό τε φιλόπατρι καὶ φιλόπατορ καὶ φιλοίκεον καὶ κατὰ τὸ προσῆκον ἥ τ’ εὐκοινωνησία καὶ ἡ εὔνοια καὶ ἡ φιλία καὶ ἡ ἰσότης καὶ ἡ δικαιοσύνη καὶ πᾶς ὁ τῶν ἀρετῶν θεῖος χορός, οὗ τοὺς κατολιγωρήσαντας ἁμαρτάνειν φανερῶς περί τε τὰς αἱρέσεις τῶν ἀγαθῶν καὶ τὰς φυγὰς τῶν κακῶν καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν τῶν ἀγαθῶν, ὁμολογουμένως τε διασφάλλεσθαι περὶ μὲν τὴν αἵρεσιν παρὰ τὴν κρίσιν, περὶ δὲ τὴν κτῆσιν παρὰ τὸν τρόπον, περὶ δὲ τὴν χρῆσιν παρὰ τὴν ἀμαθίαν.
Ἁμαρτήματα περὶ αἵρεσιν καὶ κτῆσιν
II.7.14.9 · Wachsmuth pp. 127
Περὶ μὲν οὖν τὴν αἵρεσιν ἁμαρτάνειν, ὅταν τὸ μηδ’ ὅλως ὂν ἀγαθὸν αἱρῶνται, ἢ τὸ ἧττον σφοδρότερον ἢ δεῖ. τοῦτο δὲ περὶ τοὺς πλείστους ὑπάρχειν τὸ μὲν ἡδὺ τοῦ συμφέροντος, τὸ δὲ συμφέρον τοῦ καλοῦ προκρίνοντας καὶ ταῖς ὁρμαῖς ἀμέτρως προεκφοιτῶντας. Περὶ δὲ τὴν κτῆσιν, ὅταν μήτε ὅθεν μήθ’ ὅπως μήτε ἐφ’ ὅσον χρὴ περιποιεῖσθαι ταῦτα προδιαλάβωσι.
Χρῆσις καὶ ὁδηγία τῆς ἀρετῆς
II.7.14.10 · Wachsmuth pp. 127-128
Περὶ δὲ τὴν χρῆσιν, ἐπεὶ πᾶσα χρῆσις ἢ πρὸς αὐτὴν ἔχει τὴν ἀναφορὰν ἢ πρὸς ἕτερον, ἐν μὲν ⟨τῇ⟩ πρὸς ἑαυτήν, ὅταν μὴ προσφέρωνται τοῖς πράγμασι συμμέτρως· ἐν δὲ τῇ πρὸς ἕτερον, ὅταν τὸ κατ’ ἀξίαν μὴ φυλάττωσι τοῦ πρέποντος. Εἰ δὲ περὶ ταῦτα ἁμαρτάνουσιν οἱ φαῦλοι, περὶ τὰ ἐναντία πάντως κατορθοῦσιν οἱ σπουδαῖοι, καθηγεμόνα τῶν πράξεων ἔχοντες τὴν ἀρετήν.
Κρίσις προαίρεσις καὶ πρᾶξις
II.7.14.11 · Wachsmuth pp. 128
Πάσαις γοῦν ὡς ἔοικε ταῖς ἀρεταῖς κοινὸν ὑπάρχειν τό τε κρίνειν καὶ τὸ προαιρεῖσθαι καὶ ⟨τὸ⟩ πράττειν. Οὔτε γὰρ ἄκριτον οὔτ’ ἀπροαίρετον οὔτ’ ἄπρακτον εἶναι τὴν ἀρετήν, ἀλλὰ τὴν μὲν φρόνησιν ἐξάρχειν ὥσπερ ἡγεμονικὴν οὖσαν καὶ τῶν ὑφ’ ἑαυτὴν καὶ τῶν ὑπὸ τὰς ἄλλας αἱρετῶν καὶ φευκτῶν καὶ πρακτῶν καὶ οὐ πρακτῶν καὶ τῶν μᾶλλον καὶ ἧττον· τῶν δ’ ἄλλων ἑκάστην ἀποτέμνεσθαι μόνα τὰ καθ’ ἑαυτήν.