Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Κυνισμός

Κυνιεῖν τε τὸν σοφὸν λέγουσιν, ἴσον ⟨ὂν⟩ τῷ ἐπιμένειν τῷ κυνισμῷ, οὐ μὴν σοφὸν ὄντα ἐνάρξεσθαι τοῦ κυνισμοῦ.

Ἔρως καὶ φιλοποιία

Τὸν δὲ ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον νέων ὡραίων· δι’ ὃ καὶ ἐρωτικὸν εἶναι τὸν σοφὸν καὶ ἐρασθήσεσθαι τῶν ἀξιεράστων, εὐγενῶν ὄντων καὶ εὐφυῶν.

Ἡ μεθ’ ὑπεξαιρέσεως ὁρμή

Λέγουσι δὲ μήτε παρὰ τὴν ὄρεξιν μήτε παρὰ τὴν ὁρμὴν μήτε παρὰ τὴν ἐπιβολὴν γίνεσθαί τι περὶ τὸν σπουδαῖον, διὰ τὸ μεθ’ ὑπεξαιρέσεως πάντα ποιεῖν τὰ τοιαῦτα καὶ μηδὲν αὐτῷ τῶν ἐναντιουμένων ἀπρόληπτον προσπίπτειν.

Πραότης ἡσυχιότης καὶ κοσμιότης

Εἶναι δὲ καὶ πρᾶον, τῆς πραότητος οὔσης ἕξεως καθ’ ἣν πράως ἔχουσι πρὸς τὸ ποιεῖν τὰ ἐπιβάλλοντα ἐν πᾶσι καὶ μὴ ἐκφέρεσθαι εἰς ὀργὴν ἐν μηδενί. Καὶ ἡσύχιον δὲ καὶ κόσμιον εἶναι, τῆς κοσμιότητος οὔσης ἐπιστήμης κινήσεων πρεπουσῶν, ἡσυχιότητος δὲ εὐταξίας περὶ τὰς κατὰ φύσιν κινήσεις καὶ μονὰς ψυχῆς καὶ σώματος, τῶν ἐναντίων τούτοις ἐπὶ πάντων φαύλων γιγνομένων.

Διαβολὴ καὶ ἀληθινὴ φιλία

Ἀδιάβολον δ’ εἶναι πάντα τὸν καλὸν κἀγαθόν, ἀπαράδεκτον ὄντα διαβολῆς, ὅθεν καὶ ἀδιάβολον εἶναι κατά τε τοῦτον τὸν τρόπον καὶ τῷ μὴ διαβάλλειν ἕτερον. Εἶναι δὲ τὴν διαβολὴν διάστασιν φαινομένων φίλων ψευδεῖ λόγῳ· τοῦτο δὲ μὴ γίνεσθαι περὶ τοὺς ἀγαθοὺς ἄνδρας, μόνους δὲ τοὺς φαύλους καὶ διαβάλλεσθαι καὶ διαβάλλειν, δι’ ὃ καὶ τοὺς μὲν κατ’ ἀλήθειαν φίλους μήτε διαβάλλειν μήτε διαβάλλεσθαι, τοὺς δὲ δοκοῦντας καὶ φαινομένους.

Ἀναβολὴ καὶ ὑπέρθεσις

Οὐδ’ ἀναβάλλεσθαι δέ ποτε τὸν σπουδαῖον οὐδέν, εἶναι γὰρ τὴν ἀναβολὴν ὑπέρθεσιν ἐνεργείας δι’ ὄκνον, ὑπερτίθεσθαι δέ τινα μόνον ἀνεγκλήτου τῆς ὑπερθέσεως οὔσης. Ἐπὶ γὰρ τοῦ ἀναβάλλεσθαι τὸν Ἡσίοδον ταῦτ’ εἰρηκέναι·

Μηδ’ ἀναβάλλεσθαι ἐς τ’ αὔριον ἐς τ’ ἔνηφι·

καὶ

Αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει·

τῆς [δ’] ἀναβολῆς ἔκπτωσίν τινα τῶν προσηκόντων ἔργων ἐμποιούσης.

Πέρας τῆς τῶν Στωικῶν ἐκθέσεως

Ταῦτα μὲν ἐπὶ τοσοῦτον. Περὶ γὰρ πάντων τῶν παραδόξων δογμάτων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ὁ Χρύσιππος διελέχθη· καὶ γὰρ ἐν τῷ Περὶ δογμάτων καὶ ἐν τῇ Ὑπογραφῇ τοῦ λόγου καὶ ἐν ἄλλοις πολλοῖς τῶν κατὰ μέρος συγγραμμάτων. Ἐγὼ δ’ ὁπόσα προὐθέμην ἐπελθεῖν ἐν κεφαλαίοις τῶν ἠθικῶν δογμάτων ⟨τῶν⟩ κατὰ τὴν τῶν Στωικῶν φιλοσόφων αἵρεσιν διεληλυθὼς ἱκανῶς ἤδη τοῦτον τὸν ὑπομνηματισμὸν αὐτόθι καταπαύσω.

Ἀριστοτέλους καὶ τῶν λοιπῶν Περιπατητικῶν

Ἀριστοτέλους καὶ τῶν λοιπῶν Περιπατητικῶν περὶ τῶν ἠθικῶν.

Ἦθος καὶ ἔθος

Τὸ μὲν οὖν ἦθος τοὔνομα λαβεῖν φησὶν ἀπὸ τοῦ ἔθους· ὧν γὰρ ἐκ φύσεως ἀρχὰς ἔχομεν καὶ σπέρματα, τούτων τὰς τελειότητας περιποιεῖσθαι τοῖς ἔθεσι καὶ ταῖς ὀρθαῖς ἀγωγαῖς· δι’ ὃ καὶ τὴν ἠθικὴν ἐθικὴν εἶναι καὶ περὶ μόνα τὰ ζῷα γίνεσθαι καὶ μάλιστα περὶ ἄνθρωπον.

Τὸ πειθόμενον λόγῳ

Τὰ μὲν γὰρ λοιπὰ ἐθισθέντα οὐ λόγῳ ἀλλὰ τῇ ἀνάγκῃ γίνεσθαι ποιά ἄττα, τὸν δ’ ἄνθρωπον τῷ λόγῳ πλαττόμενον ἐκ τοῦ ἐθισμοῦ, ⟨τοῦ ἀλόγου⟩ μέρους τῆς ψυχῆς διακειμένου κατὰ τὸν λόγον. Ἄλογον δὲ λέγεσθαι ψυχῆς μέρος οὐ τὸ καθάπαξ ἄλογον, ἀλλὰ τὸ οἷόν τε πείθεσθαι λόγῳ, ὁποῖόν ἐστι τὸ παθητικόν, τοῦτο ⟨δὲ⟩ καὶ τῆς ἀρετῆς δεκτικόν.

Διαιρέσεις τῆς ψυχῆς

Τῆς γὰρ ψυχῆς τὸ μὲν εἶναι λογικόν, τὸ δ’ ἄλογον· λογικὸν μὲν τὸ κριτικόν, ἄλογον δὲ τὸ ὁρμητικόν. Τοῦ δὲ λογικοῦ τὸ μὲν περὶ τὰ ἀΐδια καὶ τὰ θεῖα θεωρητικὸν ἐπιστημονικὸν καλεῖσθαι· τὸ δὲ περὶ τὰ ἀνθρώπινα καὶ τὰ ⟨φθαρτὰ⟩ πρακτικὸν βουλευτικόν. Καὶ τοῦ ἀλόγου τὸ μὲν ὀρεκτικὸν τῶν ἐφ’ ἡμῖν ἐπιθυμητικόν· τὸ δὲ πρὸς τοὺς πλησίον οἷον ἀμυντικὸν θυμικόν.

Ἠθικὴ ἀρετὴ καὶ προαίρεσις

Ὥστε διττὸν εἶναι καὶ τῶν ἀρετῶν τὸ εἶδος, τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον, ἐπειδὴ κατὰ ταῦτα πεφυκέναι θεωρίαν καὶ πρᾶξιν· ὅθεν καὶ τὴν ἠθικὴν ἀρετὴν οὐκ εἶναι μὲν ἐπιστήμην, προαιρετικὴν δὲ τῶν καλῶν ὑπάρχειν ⟨ἕξιν⟩.

Φύσις ἔθος λόγος

Ἐκ τριῶν δὲ συμβεβηκέναι τὴν ἀρετὴν τελειοῦσθαι, φύσεως, ἔθους, λόγου. Τὸν γὰρ ἄνθρωπον διαφέροντα κατά τε σῶμα καὶ ψυχὴν τῶν ἄλλων ζῴων διὰ τὸ μεταξὺ τῶν ἀθανάτων ὄντα καὶ τῶν θνητῶν κοινωνίαν ἐξηρτῆσθαι πρὸς ἄμφω, πρὸς μὲν τὰ λογικὰ τῷ κατὰ τὴν ψυχὴν θείῳ, πρὸς δὲ τὰ ἄλογα τῷ κατὰ τὸ σῶμα θνητῷ, κατὰ λόγον ἀμφοῖν τῆς τελειότητος ἐφίεσθαι.

Οἰκείωσις καὶ τὰ κατὰ φύσιν

Καὶ πρῶτον μὲν ὀρέγεσθαι τοῦ εἶναι, φύσει γὰρ ᾠκειῶσθαι πρὸς ἑαυτόν, δι’ ὃ καὶ προσηκόντως ἀσμενίζειν μὲν ἐν τοῖς κατὰ φύσιν, δυσχεραίνειν δὲ ἐπὶ τοῖς παρὰ φύσιν. Τήν τε γὰρ ὑγίειαν περιποιεῖσθαι σπουδάζειν καὶ τῆς ἡδονῆς ἔφεσιν ἔχειν καὶ τοῦ ζῆν ἀντιποιεῖσθαι τῷ ταῦτα μὲν εἶναι κατὰ φύσιν καὶ ⟨δι’⟩ αὑθ’ αἱρετὰ καὶ ἀγαθά. Κατὰ δὲ τἀναντία τὴν νόσον καὶ τὴν ἀλγηδόνα καὶ τὴν φθορὰν διακρούεσθαι καὶ παρακλίνειν τῷ παρὰ φύσιν ὑπάρχειν καὶ δι’ αὑτὰ φευκτὰ καὶ κακά.

Φίλα καὶ ἡ ἄπταιστος ἐκλογή

Φίλον γὰρ εἶναι ἡμῖν τὸ σῶμα, φίλην δὲ τὴν ψυχήν, φίλα δὲ τὰ τούτων μέρη καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας, ⟨δι’⟩ ὧν κατὰ τὴν πρόνοιαν τῆς σωτηρίας τὴν ἀρχὴν γίνεσθαι τῆς ὁρμῆς καὶ τοῦ καθήκοντος καὶ τῆς ἀρετῆς. Εἰ μὲν γὰρ περὶ τὰς τῶν εἰρημένων αἱρέσεις καὶ φυγὰς μηδεμία συνέβαινε πλάνη καθάπαξ, ἀλλὰ τῶν μὲν ἀγαθῶν ἐπήβολοι, τῶν δὲ κακῶν ἄμοιροι διετέλουμεν ὄντες, οὐδέποτ’ ἂν τὴν ὀρθὴν καὶ ἄπταιστον ἐν τούτοις ἐπεζήτησαμεν ἐκλογήν.

Ἐπίκρισις καὶ ἀρετή

Ἐπεὶ δὲ πολλάκις δι’ ἄγνοιαν περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠπατώμεθα καὶ τὰ μὲν ἀγαθὰ παρεπέμπομεν, τοῖς κακοῖς δ’ ὡς ἀγαθοῖς ἐνετυγχάνομεν, ἀναγκαίως τὴν τῆς ἐπικρίσεως βέβαιον εἴδησιν ἐπεζήτησαμεν, ἣν καὶ συνῳδὸν εὑρόμενοι τῇ φύσει διὰ τὸ τῆς ἐνεργείας μεγαλοπρεπὲς ἀρετὴν προσηγορεύσαμεν καὶ δαιμονίως θαυμάσαντες ἐτιμήσαμεν πρὸ τῶν ἄλλων ἁπάντων.

Ἐκλογὴ καὶ τὰ καθήκοντα

Τὰς γὰρ πράξεις ἀπό τε τῆς τῶν κατὰ φύσιν ἐκλογῆς καὶ τῆς ἀπεκλογῆς τῶν παρὰ φύσιν τὰς ἀρχὰς ἔχειν συμβέβηκε καὶ τὰ λεγόμενα καθήκοντα· δι’ ὃ καὶ τάς τε κατορθώσεις καὶ τὰς ἁμαρτίας ἐν τούτοις καὶ περὶ ταῦτα γίνεσθαι. Σχεδὸν γὰρ τὴν ὅλην τῆς αἱρέσεως ὑπογραφὴν ἀπὸ τούτων ὡρμῆσθαι, καθάπερ ἐπιδείξω διὰ βραχυτάτων.

Τέκνα δι’ ἑαυτὰ αἱρετά

Ὅτι γὰρ οὐ μόνον αἱρετὰ τὰ τέκνα τοῖς γενναμένοις ἐστὶ διὰ τὰς χρείας, ἀλλὰ καὶ δι’ ἑαυτά, γνώριμον ἐκ τῆς ἐναργείας. Οὐδένα γοῦν οὕτως ὠμὸν εἶναι καὶ θηριώδη τὴν φύσιν, ὃς οὐκ ἂν σπουδάζοι μετὰ τὴν ἑαυτοῦ τελευτὴν εὐδαιμονεῖν τὰ τέκνα καὶ καλῶς ἔτι διάγειν, μᾶλλον ἢ τοὐναντίον. Ἀπὸ ταύτης γοῦν τῆς φιλοστοργίας καὶ διαθήκας τελευτᾶν μέλλοντας τίθεσθαι καὶ τῶν ἔτι κυοφορουμένων φροντίζειν, ἐπιτρόπους ἀπολείποντας καὶ κηδεμόνας καὶ τοῖς φιλτάτοις παρατιθεμένους καὶ παρακαλοῦντας ἐπικουρεῖν αὐτοῖς καὶ τινας μὴν ἀποθνῄσκουσι τοῖς τέκνοις συναποθνῄσκειν.

Συγγενεῖς καὶ οἰκεῖοι

Τῶν δὲ τέκνων οὕτως ἀγαπωμένων κατὰ τὸ ⟨δι’⟩ αὑθ’ αἱρετόν, ἀναγκαῖον καὶ τοὺς γονεῖς καὶ τοὺς ἀδελφοὺς καὶ τὴν τοῦ λέχους κοινωνίαν καὶ τοὺς συγγενεῖς καὶ τοὺς ἄλλους οἰκείους καὶ πολίτας ὡς δι’ αὑτοὺς φιλίας τυγχάνειν· ἔχειν γὰρ ἐκ φύσεως ἡμᾶς καὶ πρὸς τούτους τινὰς οἰκειότητας· φιλάλληλον γὰρ εἶναι καὶ κοινωνικὸν ζῷον τὸν ἄνθρωπον.

Φιλία πρὸς πάντας ἀνθρώπους

Εἰ δὲ τῶν φιλιῶν τὰς μὲν εἶναι πόρρω συμβέβηκε, τὰς δὲ προσεχεῖς ἡμῖν, οὐδὲν πρὸς ἔπος· πᾶσαν γὰρ δι’ αὑτὴν αἱρετὴν ὑπάρχειν καὶ μὴ μόνον διὰ ⟨τὰς⟩ χρείας. Εἰ δ’ ἡ πρὸς τοὺς πολίτας φιλία δι’ αὑτὴν αἱρετή, ἀναγκαῖον εἶναι καὶ τὴν πρὸς ὁμοεθνεῖς καὶ ὁμοφύλους, ὥστε καὶ τὴν πρὸς πάντας ἀνθρώπους.

Βοήθεια πρὸς τοὺς πλησίον

Καὶ γὰρ δὴ πάντας τοὺς σῴζοντας οὕτως ἔχειν πρὸς τοὺς πλησίον, ὥστε μὴ πρὸς ἀξίαν, ἀλλὰ κατὰ τὸ δι’ αὑθ’ αἱρετὸν τὰ πλεῖστα δρᾶν. Τίνα γὰρ οὐκ ἂν ἐξελέσθαι θεασάμενον ἄνθρωπον ὑπὸ θηρίου καταδυναστευόμενον, εἰ δύναιτο; τίνα δ’ οὐκ ἂν ὁδὸν πλανωμένῳ μηνύσειν; τίνα δ’ οὐκ ⟨ἂν⟩ ἐπαρκέσειν ὑπ’ ἐνδείας ἀπολλυμένῳ; τίνα δ’ οὐκ ἂν ἐπ’ ἐρημίας ἀνύδρου νάματι περιτυχόντα γνωρίσμασι διαδηλώσειν τοῖς τὴν αὐτὴν ὁδὸν βαδίζουσι;

Φωναὶ παρὰ τὴν ἀνθρωπίνην φύσιν

Τίνα δ’ οὐ τῆς μετὰ τὸν βίον εὐφημίας πολὺν ποιεῖσθαι λόγον; τίνα δ’ οὐκ ἀποστυγεῖν τὰς τοιαύτας φωνάς, ὡς παρὰ τὴν ἀνθρωπίνην οὔσας φύσιν,

Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί· Οὐδέν μέλει μοι, τἀμὰ γὰρ καλῶς ἔχει.

Εὔνοια φυσικὴ καὶ φιλία

Φανερὸν οὖν ὅτι πρὸς πάντας ἐστὶν ἡμῖν εὔνοια φυσικὴ καὶ φιλία, τὸ δι’ αὑθ’ αἱρετὸν ἐμφαίνουσα καὶ τὸ κατὰ λόγον·

ἓν γὰρ ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι,

τῆς φύσεως.

Contents

Sign in to save your reading →