Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Φιλία καὶ ὁμόνοια

Ἐν μόνοις τε τοῖς σοφοῖς ἀπολείπουσι φιλίαν, ἐπεὶ ἐν μόνοις τούτοις ὁμόνοια γίνεται περὶ τῶν κατὰ τὸν βίον· τὴν δ’ ὁμόνοιαν εἶναι κοινῶν ἀγαθῶν ἐπιστήμην. Φιλίαν γὰρ ἀληθινὴν καὶ μὴ ψευδώνυμον ἀδύνατον χωρὶς πίστεως καὶ βεβαιότητος ὑπάρχειν· ἐν δὲ τοῖς φαύλοις, ἀπίστοις καὶ ἀβεβαίοις οὖσι καὶ δόγματα πολεμικὰ κεκτημένοις, οὐκ εἶναι φιλίαν, ἑτέρας δέ τινας ἐπιπλοκὰς καὶ συνδέσεις ἔξωθεν ἀνάγκαις καὶ δόξαις κατεχομένας γίνεσθαι. Φασὶ δὲ καὶ τὸ ἀγαπᾶν καὶ τὸ ἀσπάζεσθαι καὶ τὸ φιλεῖν μόνων εἶναι σπουδαίων.

Μόνος ὁ σοφὸς βασιλεύς

Καὶ μόνον εἶναι τὸν σοφὸν βασιλέα τε καὶ βασιλικόν, τῶν δὲ φαύλων μηδένα· τὴν γὰρ βασιλείαν ἀρχὴν ἀνυπεύθυνον εἶναι καὶ τὴν ἀνωτάτω καὶ τὴν ἐπὶ πάσαις.

Ἰατρὸς ἑαυτοῦ

Λέγουσι δὲ καὶ ἄριστον αὐτοῦ ἰατρὸν εἶναι τὸν σπουδαῖον ἄνδρα· ἐπιμελῆ γὰρ ὄντα τῆς ἰδίας φύσεως παρατηρητὴν ὑπάρχειν καὶ τῶν πρὸς ὑγίειαν ἐπιστήμονα συμφερόντων.

Μέθη καὶ ἁμαρτία

Οὐχ οἷον δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἁμαρτητικὸν περιέχειν, λήρησιν εἶναι ⟨γὰρ⟩ παρὰ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἁμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον.

Τρεῖς προηγούμενοι βίοι

Τρεῖς δὲ προηγουμένους εἶναι βίους, τόν τε βασιλικὸν καὶ τὸν πολιτικὸν καὶ τρίτον τὸν ἐπιστημονικόν·

Χρηματισμὸς καὶ κοινωνικὸς βίος

ὁμοίως δὲ καὶ χρηματισμοὺς τρεῖς προηγουμένους, τόν τε ἀπὸ τῆς βασιλείας, καθ’ ὃν ἢ αὐτὸς βασιλεύσει ἢ μοναρχικῶν χρημάτων εὐπορήσει· δεύτερον δὲ τὸν ἀπὸ τῆς πολιτείας, πολιτεύσεσθαι γὰρ κατὰ τὸν προηγούμενον λόγον· καὶ γὰρ γαμήσειν καὶ παιδοποιήσεσθαι, ἀκολουθεῖν ⟨γὰρ⟩ ταῦτα τῇ τοῦ λογικοῦ ζῴου καὶ κοινωνικοῦ καὶ φιλαλλήλου ⟨φύσει⟩. Χρηματιεῖσθαι οὖν καὶ ἀπὸ τῆς πολιτείας καὶ ἀπὸ τῶν φίλων, τῶν ἐν ὑπεροχαῖς ὄντων.

Μισθὸς καὶ σοφιστεία

Περὶ δὲ τοῦ σοφιστεύσειν καὶ ἀπὸ σοφιστείας εὐπορήσειν χρημάτων διέστησαν οἱ ἀπὸ τῆς αἱρέσεως κατὰ τὸ σημαινόμενον. Τὸ μὲν γὰρ χρηματιεῖσθαι ἀπὸ τῶν κατὰ τὴν παιδείαν καὶ μισθούς ποτε λήψεσθαι παρὰ τῶν φιλομαθούντων διωμολογήσαντο· περὶ δὲ τὸ σημαινόμενον ἐγένετό τις ἐν αὐτοῖς ἀμφισβήτησις, τῶν μὲν αὐτὸ τοῦτο λεγόντων σοφιστεύειν, τὸ ἐπὶ μισθῷ μεταδιδόναι τῶν τῆς φιλοσοφίας δογμάτων, τῶν δ’ ὑποτοπησάντων ἐν τῷ σοφιστεύειν περιέχεσθαί τι φαῦλον, οἱονεὶ λόγους καπηλεύειν, οὐ φαμένων δεῖν ἀπὸ παιδείας παρὰ τῶν ἐπιτυχόντων χρηματίζεσθαι, καταδέεστερον γὰρ εἶναι τὸν τρόπον τοῦτον τοῦ χρηματισμοῦ τοῦ τῆς φιλοσοφίας ἀξιώματος.

Ζωὴ καὶ θάνατος κατὰ τὸ καθῆκον

Φασὶ δέ ποτε καὶ τὴν ἐξαγωγὴν τὴν ἐκ τοῦ βίου τοῖς σπουδαίοις καθηκόντως ⟨γίγνεσθαι⟩ κατὰ πολλοὺς τρόπους, τοῖς ⟨δὲ⟩ φαύλοις μονὴν ⟨τὴν⟩ ἐν τῷ ζῆν καὶ οἳ μὴ μέλλοιεν ἔσεσθαι σοφοί· οὔτε γὰρ τὴν ἀρετὴν κατέχειν ἐν τῷ ζῆν οὔτε τὴν κακίαν ἐκβάλλειν· τοῖς δὲ καθήκουσι καὶ τοῖς παρὰ τὸ καθῆκον ⟨παρα⟩μετρεῖσθαι τὴν τε ζωὴν καὶ τὸν θάνατον.

Ὕβρις καὶ βλάβη

Λέγουσι δὲ καὶ τὸν σοφὸν ἀνύβριστον εἶναι· οὔθ’ ὑβρίζεσθαι γὰρ οὔθ’ ὑβρίζειν διὰ τὸ τὴν ὕβριν ἀδικίαν εἶναι καταισχύνουσαν καὶ βλάβην· μήτε δὲ ἀδικεῖσθαι μήτε βλάπτεσθαι τὸν σπουδαῖον (ἀδικητικῶς μέντοι γέ τινας αὐτῷ προσφέρεσθαι καὶ ὑβριστικῶς) καὶ κατὰ τοῦτο δικαιοπραγεῖν. Πρὸς τούτῳ μηδὲ ⟨τὴν⟩ τυχοῦσαν ἀδικίαν εἶναι τὴν ὕβριν, ἀλλὰ καταισχύνουσαν καὶ ὑβριστικὴν οὖσαν. Ἀπερίπτωτον δ’ ὑπάρχειν τὸν νοῦν ἔχοντα τούτοις καὶ μηδαμῶς καταισχύνεσθαι· ἐν ἑαυτῷ γὰρ ἔχειν τὸ ἀγαθὸν καὶ τὴν θείαν ἀρετήν, δι’ ὃ καὶ πάσης ἀπηλλάχθαι κακίας καὶ βλάβης.

Βασιλεία καὶ πολιτεία

Καὶ βασιλεύσειν τέ ποτε τὸν νοῦν ⟨ἔχοντα⟩ καὶ βασιλεῖ συμβιώσεσθαι καὶ εὐφυΐαν ἐμφαίνοντι καὶ φιλομάθειαν. Ἔφαμεν δ’ ὅτι καὶ πολιτεύεσθαι κατὰ τὸν προηγούμενον λόγον οἷόν ἐστι, μὴ πολιτεύεσθαι δὲ ἐάν τι ⟨κωλύῃ⟩ καὶ μάλιστ’ ἂν μηδὲν ὠφελεῖν μέλλῃ τὴν πατρίδα, κινδύνους δὲ παρακολουθεῖν ὑπολαμβάνῃ μεγάλους καὶ χαλεποὺς ἐκ τῆς πολιτείας.

Ψεῦδος καὶ τὸ ψεύδεσθαι

Λέγεσθαι δὲ μὴ ψεύδεσθαι τὸν σοφόν, ἀλλ’ ἐν πᾶσιν ἀληθεύειν· οὐ γὰρ ἐν τῷ λέγειν τι ψεῦδος τὸ ψεύδεσθαι ὑπάρχειν, ἀλλ’ ἐν τῷ διεψευσμένως τὸ ψεῦδος λέγειν καὶ ἐπὶ ἀπάτῃ τῶν πλησίον. Τῷ μέντοι ψεύδει ποτὲ συγχρήσεσθαι νομίζουσιν αὐτὸν κατὰ πολλοὺς τρόπους ἄνευ συγκαταθέσεως· καὶ γὰρ κατὰ στρατηγίαν ⟨κατὰ⟩ τῶν ἀντιπάλων καὶ κατὰ τὴν τοῦ συμφέροντος προόρασιν καὶ κατ’ ἄλλας οἰκονομίας τοῦ βίου πολλάς.

Ψευδὴς ὑπόληψις καὶ ἄγνοια

Ψεῦδος δ’ ὑπολαμβάνειν οὐδέποτέ φασι τὸν σοφόν, οὐδὲ τὸ παράπαν ἀκαταλήπτῳ τινὶ συγκατατίθεσθαι, διὰ τὸ μηδὲ δοξάζειν αὐτόν, μηδ’ ἀγνοεῖν μηδέν. Τὴν γὰρ ἄγνοιαν μεταπτωτικὴν εἶναι συγκατάθεσιν καὶ ἀσθενῆ.

Δόξα καὶ προπέτεια

Μηδὲν δ’ ὑπολαμβάνειν ἀσθενῶς, ἀλλὰ μᾶλλον ἀσφαλῶς καὶ βεβαίως, διὸ καὶ μηδὲ δοξάζειν τὸν σοφόν. Διττὰς γὰρ εἶναι δόξας, τὴν μὲν ἀκαταλήπτῳ συγκατάθεσιν, τὴν δὲ ὑπόληψιν ἀσθενῆ· ταύτας ⟨δ’⟩ ἀλλοτρίας εἶναι τῆς τοῦ σοφοῦ διαθέσεως· δι’ ὃ καὶ τὸ προπιπτεῖν πρὸ καταλήψεως ⟨καὶ⟩ συγκατατίθεσθαι κατὰ τὸν προπετῆ φαῦλον εἶναι καὶ μὴ πίπτειν εἰς τὸν εὐφυῆ καὶ τέλειον ἄνδρα καὶ σπουδαῖον.

Λῆσις πίστις καὶ ἐπιστήμη

Οὐδὲ λανθάνειν δὲ αὐτόν τι, τὴν γὰρ λῆσιν εἶναι ψεύδους ὑπόληψιν ἀποφαντικὴν πράγματος. Τούτοις δ’ ἀκολούθως οὐκ ἀπιστεῖν, τὴν γὰρ ἀπιστίαν εἶναι ψεύδους ὑπόληψιν· τὴν δὲ πίστιν ἀστεῖον ὑπάρχειν, εἶναι γὰρ κατάληψιν ἰσχυράν, βεβαιοῦσαν τὸ ὑπολαμβανόμενον· Ὁμοίως δὲ καὶ τὴν ἐπιστήμην ἀμετάπτωτον ὑπὸ λόγου· διὰ ταῦτά φασι μήτε ἐπίστασθαί τι τὸν φαῦλον μήτε πιστεύειν.

Ἀπάτη καὶ παραριθμός

Ἐχομένως δὲ τούτων οὔτε πλεονεκτεῖσθαι τὸν σοφὸν οὔτε βουκολεῖσθαι οὔτε διαιτᾶσθαι οὔτε παραριθμεῖν οὔτε ὑφ’ ἑτέρου παραριθμεῖσθαι· ταῦτα γὰρ πάντα τὴν ἀπάτην περιέχειν καὶ τοῖς κατὰ τὸν τόπον ψεύδεσι πρόσθεσιν.

Αἴσθησις καὶ ψευδὴς συγκατάθεσις

Οὐδένα δὲ τῶν ἀστείων οὔθ’ ὁδοῦ διαμαρτάνειν οὔτ’ οἰκίας οὔτε σκοποῦ· ἀλλ’ οὐδὲ παρορᾶν [ἀλλ’] οὐδὲ παρακούειν νομίζουσι τὸν σοφόν, οὐδὲ τὸ σύνολον παραπαίειν κατά τι τῶν αἰσθητηρίων, καὶ γὰρ τούτων ἕκαστον ἔχεσθαι νομίζουσι τῶν[δε] ψευδῶν συγκαταθέσεων.

Ὑπόνοια καὶ μετάνοια

Οὐδ’ ὑπονοεῖν δέ φασι τὸν σοφόν, καὶ γὰρ τὴν ὑπόνοιαν ἀκαταλήπτῳ εἶναι τῷ γένει συγκατάθεσιν· οὐδὲ μετανοεῖν δ’ ὑπολαμβάνουσι τὸν νοῦν ἔχοντα, καὶ γὰρ τὴν μετάνοιαν ἔχεσθαι ψευδοῦς συγκαταθέσεως, ⟨ὡς⟩ ἂν προδιαπεπτωκότος.

Βεβαιότης τῶν δογμάτων

Οὐδὲ μεταβάλλεσθαι δὲ κατ’ οὐδένα τρόπον, οὐδὲ μετατίθεσθαι, οὐδὲ σφάλλεσθαι· ταῦτα γὰρ εἶναι πάντα τῶν τοῖς δόγμασι μεταπιπτόντων, ὅπερ ἀλλότριον εἶναι τοῦ νοῦν ἔχοντος· οὐδὲ δοκεῖν αὐτῷ τι φασὶ παραπλησίως τοῖς εἰρημένοις.

Σοφία καὶ ἡ ταύτης διάληψις

Γίνεσθαι δὲ καὶ διαλεληθότα τινὰ σοφὸν νομίζουσι κατὰ τοὺς πρώτους χρόνους οὔτε ὀρεγόμενόν τινος οὔτε νομίζειν βουλόμενον ἔν τινι τῶν ἐν τῷ βούλεσθαι εἰδικῶν ὄντων, διὰ τὸ μὴ κρίνοντι αὐτῷ παρεῖναι ὧν χρή. Οὐ μόνον δ’ ἐπὶ τῆς φρονήσεως ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὰς τοιαύτας ἔσεσθαι διαλήψεις.

Ἰσότης καὶ διαφορὰ τῶν ἁμαρτημάτων

[Ἐκ] πάντων τε τῶν ἁμαρτημάτων ἴσων ὄντων καὶ τῶν κατορθωμάτων, καὶ τοὺς ἄφρονας ἐπίσης πάντας ἄφρονας εἶναι, τὴν αὐτὴν καὶ ἴσην ἔχοντας διάθεσιν. Ἴσων δὲ ὄντων τῶν ἁμαρτημάτων, εἶναί τινας ἐν αὐτοῖς διαφοράς, καθ’ ὅσον τὰ μὲν αὐτῶν ἀπὸ σκληρᾶς καὶ δυσιάτου διαθέσεως γίνεται, τὰ δ’ οὔ.

Διαφοραὶ τῶν σπουδαίων

Καὶ τῶν σπουδαίων δὲ ἄλλους ἄλλων προτρεπτικωτέρους γίγνεσθαι καὶ πειστικωτέρους, ἔτι δὲ καὶ ἀγχινουστέρους κατὰ τὰ μέσα τὰ ἐμπεριλαμβανόμενα τῶν ἐπιτάσεων συμβαινουσῶν.

Εὐτεκνία εὐγηρία καὶ εὐθανασία

Εὐτεκνεῖν δὲ μόνον τὸν ἀστεῖον, οὔ τι μὴν πάντα ἀστεῖα τέκνα ἔχοντα, δεῖν γὰρ τὸν εὐτεκνοῦντα χρήσασθαι αὐτοῖς ὡς τοιούτοις. Εὐγηρεῖν τε μόνον καὶ εὐθανατεῖν τὸν σπουδαῖον· εὐγηρεῖν γὰρ εἶναι τὸ μετὰ ποιοῦ γήρως διεξάγειν κατ’ ἀρετήν, εὐθανατεῖν δὲ τὸ μετὰ ποιοῦ θανάτου κατ’ ἀρετὴν τελευτᾶν.

Τὰ πρὸς ἄνθρωπον λεγόμενα

Καὶ τά τε ὑγιεινὰ καὶ νοσερὰ πρὸς ἄνθρωπον λέγεσθαι καὶ ὡς τρόφιμα, καὶ τὰ λυτικὰ καὶ στατικὰ καὶ τὰ τούτοις παραπλήσια. Ὑγιεινὰ μὲν γὰρ εἶναι τὰ εὐφυῶς ἔχοντα πρὸς τὸ περιποιεῖν ὑγίειαν ἢ συνέχειν· νοσερὰ δὲ τὰ ἐναντίως ἔχοντα τούτοις. Παραπλήσιον δ’ εἶναι καὶ τὸν ἐπὶ τῶν ἄλλων λόγον.

Μαντικὴ καὶ τὰ εἴδη αὐτῆς

Καὶ μαντικὸν δὲ μόνον εἶναι τὸν σπουδαῖον, ὡς ἂν ἐπιστήμην ἔχοντα διαγνωστικὴν σημείων τῶν ἐκ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον τεινόντων. Δι’ ὃ καὶ τὰ εἴδη τῆς μαντικῆς εἶναι περὶ αὐτόν, τό τε ὀνειροκριτικὸν καὶ τὸ οἰωνοσκοπικὸν καὶ θυτικὸν καὶ εἴ τινα ἄλλα τούτοις ἐστὶ παραπλήσια.

Αὐστηρότης

Αὐστηρόν τε λέγεσθαι τὸν σπουδαῖον καθ’ ὅσον οὔτε προσφέρει τινὶ οὔτε προσίεται τὸν πρὸς χάριν λόγον.

Contents

Sign in to save your reading →