Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Ξενοφῶντος ἐκ αʹ Σωκρατικῶν Ἀπομνημονευμάτων
II.1.30.1 · Wachsmuth pp. 11-12
Οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἐπεδείκνυεν. Ἐθαύμαζε δ’ εἰ μὴ φανερόν ἐστιν αὐτοῖς, ὅτι ταῦτα ἀδύνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, εἴ γε καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.
Ξενοφῶντος · συνέχεια
II.1.30.2 · Wachsmuth pp. 12-13
Τῶν τε γὰρ μαινομένων τοῖς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ δεινὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δ’ οὐκ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν οὔτε ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι· τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δ’ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δ’ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν πάντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δ’ οὔτ’ ἂν γενέσθαι ποτέ οὐδὲν οὔτε ἀπολέσθαι.
Ἀρριανοῦ Ἐπικτητείου Πρὸς τὸν περὶ οὐσίας ⟨διαλεγόμενον⟩
II.1.31.1 · Wachsmuth pp. 13
Τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων, ἢ ἐξ ἀμέτρων, ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ, καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων, καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν, καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δ’ ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἅ τινα τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ μάλιστα θείη τις εἶναι καταληπτά, ἀλλ’ οὖν τί ὄφελος καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας;
Ἀρριανοῦ Ἐπικτητείου · συνέχεια
II.1.31.2 · Wachsmuth pp. 13-14
Μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγγελμα παρέλκον ἐστί, τὸ γνῶθι σαυτόν; — Τοῦτο δὲ μὲν οὔ φησι. — Τίς οὖν ἡ δύναμις αὐτοῦ; Εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὐκ ἂν, εἰ τῇ προστάξει προσείχε, τὸ ἐπιστραφῆναι | καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας φησίν; εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ;
Πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφ’ αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον, ἢ πρὸς κοινωνίαν; — ⟨Πρὸς κοινωνίαν.⟩ — Ὑπὸ τίνος; — Ὑπὸ τῆς φύσεως. — Τίνος οὔσης καὶ ποίας; — Διοικούσης τὰ ὅλα. — Καὶ πότερον ⟨καταληπτοῦ⟩ οὔσης ἢ μή; — Ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγμονεῖν.
Πορφυρίου ἐκ τοῦ Περὶ Στυγός
II.1.32 · Wachsmuth pp. 14-15
Ἔστι δὲ ἡ τοῦ ποιητοῦ δόξα οὐχ ὡς ἄν τις νομίσειεν εὔληπτος. Πάντες μὲν γὰρ οἱ παλαιοὶ τὰ περὶ τῶν θεῶν καὶ δαιμόνων δι’ αἰνιγμῶν ἐσήμαναν, Ὅμηρος δὲ καὶ μᾶλλον τὰ περὶ τούτων ἀπέκρυψε, τῷ μὴ προηγουμένως περὶ αὐτῶν διαλέγεσθαι, καταχρῆσθαι δὲ τοῖς λεγομένοις εἰς παράστασιν ἄλλων. Τῶν οὖν ἀναπτύσσειν ἐπιχειρησάντων τὰ δι’ ὑπονοίας παρ’ αὐτῷ λεγόμενα ἱκανώτατα δοκῶν ὁ Πυθαγόρειος Κρόνιος ταῦτ’ ἀπεργάσασθαι, ὅμως ἐν τοῖς πλείστοις ἄλλα τε ἐφαρμόζει ταῖς τεθείσαις ὑποθέσεσι, τὰ Ὁμήρου μὴ δυνάμενος, οὔ⟨τε τοῖς⟩ παρὰ τοῦ ποιητοῦ τὰς δόξας, τοῖς δὲ παρ’ ἑαυτοῦ προσάγειν τὸν ποιητὴν πεφιλοτίμηται.
Ξενοφῶντος
II.1.33 · Wachsmuth pp. 15
Δαίμονες οἱ τὰ μέγιστα διαπρασσόμενοι ἥκιστα ἀνθρώποισιν ἐπιφαίνονται. Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δὲ τὴν μορφήν, ἀφανής. Οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος αὑτὸν ὡς ἔοικεν ὁρᾶν ἐπιτρέπει, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.