Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Νόμιμος καὶ νομικός
II.7.11i.5 · Wachsmuth pp. 102
Τοῦ δὲ νόμου ὄντος σπουδαίου, καθάπερ εἴπομεν, ἐπειδὴ λόγος ὀρθός ἐστι προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, μόνον τὸν σοφὸν εἶναι λέγουσι νόμιμον, πρακτικὸν ὄντα τῶν ὑπὸ τοῦ νόμου προσταττομένων καὶ μόνον ἐξηγητικὸν τούτου, δι’ ὃ καὶ νομικὸν εἶναι· τοὺς δ’ ἠλιθίους ἐναντίους ἔχειν.
Ἀρχὴ καὶ πειθαρχία
II.7.11i.6 · Wachsmuth pp. 102
Ἀστείοις δ’ ἔτι καὶ τὴν ἀρχικὴν κατανέμουσιν ἐπιστασίαν καὶ τὰ ταύτης εἴδη, βασιλείαν, στρατηγίαν, ναυαρχίαν καὶ τὰς ταύταις παραπλησίους. Κατὰ τοῦτο δὴ καὶ μόνος ὁ σπουδαῖος ἄρχει καὶ εἰ μὴ πάντως κατ’ ἐνέργειαν, κατὰ διάθεσιν δὲ καὶ πάντως. Καὶ πειθαρχικὸς μόνος ὁ σπουδαῖός ἐστιν, ἀκολουθητικὸς ὢν ἄρχοντι. Τῶν δ’ ἀφρόνων οὐδεὶς τοιοῦτος· οὔτε γὰρ ἄρχειν οὔτ’ ἄρχεσθαι οἷός ⟨τ’⟩ ἐστιν ὁ ἄφρων, αὐθάδης τις ὢν καὶ ἀνάγωγος.
Ὀρθὴ χρῆσις καὶ μεταμέλεια
II.7.11i.7 · Wachsmuth pp. 102-103
Πάντα τε εὖ ποιεῖ ὁ νοῦν ἔχων, καὶ γὰρ φρονίμως καὶ ἐγκρατῶς καὶ κοσμίως καὶ εὐτάκτως ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενος συνεχῶς. ὁ δὲ φαῦλος, ἄπειρος ὢν τῆς ὀρθῆς χρήσεως, πάντα κακῶς ποιεῖ καθ’ ἣν ἔχει διάθεσιν ἐνεργῶν, εὐμετάπτωτος ὢν καὶ παρ’ ἕκαστα μεταμελείᾳ συνεχόμενος. Εἶναι δὲ τὴν μεταμέλειαν λύπην ἐπὶ πεπραγμένοις ὡς παρ’ αὑτοῦ ἡμαρτημένοις, κακοδαιμονικόν τι πάθος ψυχῆς καὶ στασιῶδες· ἐφ’ ὅσον γὰρ ἄχθεται τοῖς συμβεβηκόσιν ὁ ἐν ταῖς μεταμελείαις ὤν, ἐπὶ τοσοῦτον ἀγανακτεῖ πρὸς ἑαυτὸν ὡς αἴτιον γεγονότα τούτων·
Τιμὴ καὶ γέρας ἀρετῆς
II.7.11i.8 · Wachsmuth pp. 103
δι’ ὃ καὶ ἄτιμον εἶναι πάντα φαῦλον, μήτε τιμῆς ἄξιον ὄντα μήτε τίμιον ὑπάρχοντα. Τὴν γὰρ τιμὴν εἶναι γέρας ἀξίουσιν, τὸ δὲ γέρας ἆθλον ἀρετῆς εὐεργετικῆς. Τὸ οὖν ἀρετῆς ἀμέτοχον ἄτιμον δικαίως λέγεσθαι.
Φυγὰς καὶ ἡ πόλις κατὰ φύσιν
II.7.11i.9 · Wachsmuth pp. 103
Λέγουσι δὲ καὶ φυγάδα πάντα φαῦλον εἶναι, καθ’ ὅσον στέρεται νόμου καὶ πολιτείας κατὰ φύσιν ἐπιβαλλούσης. Τὸν γὰρ νόμον εἶναι, καθάπερ εἴπομεν, σπουδαῖον, ὁμοίως δὲ καὶ τὴν πόλιν. Ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον· Πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφυγόντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἐστὶν ἡ πόλις.
Τρεῖς σημασίαι τῆς πόλεως
II.7.11i.10 · Wachsmuth pp. 103
Τριχῶς δὲ λεγομένης τῆς πόλεως, τῆς τε κατὰ τὸ οἰκητήριον καὶ τῆς κατὰ τὸ σύστημα τῶν ἀνθρώπων καὶ τρίτον τῆς κατ’ ἀμφότερα τούτων, κατὰ δύο σημαινόμενα λέγεσθαι τὴν πόλιν ἀστείαν, κατά τε τὸ σύστημα τῶν ἀνθρώπων καὶ κατὰ τὸ συναμφότερον διὰ ⟨τὴν εἰς⟩ τοὺς ἐνοικοῦντας ἀναφοράν.
Ἀγροικία καὶ ἀγριότης
II.7.11k.1 · Wachsmuth pp. 103-104
Φασὶ δὲ καὶ ἄγροικον εἶναι πάντα φαῦλον· τὴν γὰρ ἀγροικίαν ἀπειρίαν εἶναι τῶν κατὰ πόλιν ἐθῶν καὶ νόμων· ᾗ πάντα φαῦλον ἔνοχον ὑπάρχειν. εἶναι δὲ καὶ ἄγριον, ἐναντιωτικὸν ὄντα τῇ κατὰ νόμον διεξαγωγῇ καὶ θηριώδη καὶ βλαπτικὸν ἄνθρωπον.
Τυραννικὸς καὶ ἀχάριστος
II.7.11k.2 · Wachsmuth pp. 104
Τὸν δ’ αὐτὸν τοῦτον καὶ ἀνήμερον ὑπάρχειν καὶ τυραννικόν, οὕτως διακείμενον ὥστε δεσποτικὰ ποιεῖν, ἔτι δὲ ὠμὰ καὶ βίαια καὶ παράνομα καιρῶν ἐπιλαμβανόμενον. Εἶναι δὲ καὶ ἀχάριστον, οὔτε πρὸς ἀνταπόδοσιν χάριτος οἰκείως ἔχοντα οὔτε πρὸς μετάδοσιν διὰ τὸ μήτε κοινῶς τι ποιεῖν μήτε φιλικῶς μήτ’ ἀμελετήτως.
Φιλολογία φιληκοΐα καὶ προτροπή
II.7.11k.3 · Wachsmuth pp. 104
Μηδὲ φιλόλογον εἶναι τὸν φαῦλον μηδὲ φιλήκοον, παρὰ τὸ μηδ’ ἀρχὴν παρεσκευάσθαι πρὸς τὴν τῶν ὀρθῶν λόγων παραδοχὴν διὰ τὴν ὑπείκουσαν ἐκ τῆς διαστροφῆς ἀφροσύνην, παρὰ τὸ μήτε προτετράφθαι τινὰ τῶν φαύλων μήτε προτρέπειν πρὸς ἀρετήν· τὸν γὰρ προτετραμμένον ἢ προτρέποντα ἑτέρους ἕτοιμον εἶναι δεῖ πρὸς τὸ φιλοσοφεῖν, τὸν δ’ ἕτοιμον ἀνεμποδίστως ἔχειν, μηδένα ⟨δὲ⟩ τῶν ἀφρόνων εἶναι τοιοῦτον.
Φιλοσοφία ἐν τοῖς ἔργοις
II.7.11k.4 · Wachsmuth pp. 104-105
Οὐ γὰρ τὸν προθύμως ἀκούοντα καὶ ὑπομνηματιζόμενον τὰ λεγόμενα ὑπὸ τῶν φιλοσόφων ἕτοιμον εἶναι πρὸς τὸ φιλοσοφεῖν, ἀλλὰ τὸν ἑτοίμως ἔχοντα πρὸς τὸ τὰ διὰ τῆς φιλοσοφίας παραγγελλόμενα μεταφέρειν ἐπὶ τὰ ἔργα καὶ κατ’ αὐτὰ βιοῦν. Οὐδένα δὲ τῶν φαύλων τοιοῦτον εἶναι, προκατειλημμένον τοῖς τῆς κακίας δόγμασιν. Εἰ γὰρ προετέτραπτό τις τῶν φαύλων καὶ ἀπὸ τῆς κακίας ἂν ἐτέτραπτο. Οὐδεὶς δ’ ἔχων τὴν κακίαν πρὸς ἀρετὴν τέτραπται, ὡς οὐδὲ νοσῶν πρὸς ὑγίειαν. Μόνον δὲ προτετράφθαι τὸν σοφὸν καὶ μόνον προτρέπειν δύνασθαι, τῶν δ’ ἀφρόνων μηδένα· κατὰ γὰρ ⟨ἀρετῆς⟩ παραγγέλματα βιοῦν μηδένα τῶν ἀφρόνων.
Λογοφιλία καὶ φιλοπονία
II.7.11k.5 · Wachsmuth pp. 105
Μηδ’ εἶναι φιλόλογον, λογόφιλον δὲ μᾶλλον, μέχρι λαλίας ἐπιπολαίου προβαίνοντα, μηκέτι δὲ καὶ τοῖς ἔργοις ἐκβεβαιούμενον τὸν τῆς ἀρετῆς λόγον. Μηδὲ γὰρ φιλόπονόν τινα τῶν φαύλων εἶναι· τὴν γὰρ φιλοπονίαν διάθεσιν ἐξεργαστικὴν εἶναι τῶν ἐπιβαλλόντων ἀνυπόπτως διὰ πόνου, οὐδένα δὲ τῶν φαύλων ἀνυπόπτως ἔχειν πρὸς τὸν πόνον.
Ἡ κατ’ ἀξίαν δόσις τῆς ἀρετῆς
II.7.11k.6 · Wachsmuth pp. 105
Μηδὲ γὰρ τὴν κατ’ ἀξίαν ποιεῖσθαι δόσιν τῆς ἀρετῆς τῶν φαύλων τινά, σπουδαῖον μὲν γὰρ εἶναι τὴν δόσιν, ἐπιστήμην οὖσαν, καθ’ ἣν ἀξιόλογόν τι ἡγούμεθα περιποιεῖσθαι. Τῶν δὲ σπουδαίων μηδὲν εἰς φαύλους πίπτειν, ὥστε μηδὲ τὴν ἀξίαν τῆς ἀρετῆς δόσιν ποιεῖσθαί τινα τῶν φαύλων. Εἰ γὰρ τὴν κατ’ ἀξίαν τις ἐποιεῖτο δόσιν τῶν ἀφρόνων τῆς ἀρετῆς, ἐφ’ ὅσον ἐτίμα ταύτην, ἀπῳκονομεῖτο ἂν τὴν κακίαν.
Λόγος καὶ πράξεις τῶν φαύλων
II.7.11k.7 · Wachsmuth pp. 105
Πᾶς δέ τις ἄφρων σύνεστιν ἡδέως τῇ ἑαυτοῦ κακίᾳ. Σκοπεῖν γὰρ δεῖ μὴ τὸν ἐξώφορον αὐτῶν λόγον, φαῦλον ὄντα, ἀλλὰ τὸν τῶν πράξεων. Ἐκ τούτων γὰρ ἀπελέγχονται [καὶ] μὴ περὶ τὰ καλὰ καὶ σπουδαῖα παρωρμημένοι, ἀλλὰ περὶ τὰς ἀνδραποδώδεις ἀμέτρους ἀπολαύσεις.
Πᾶν ἁμάρτημα ἀσέβημα
II.7.11k.8 · Wachsmuth pp. 105-106
Ἀρέσκει δὲ καὶ πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Τὸ γὰρ παρὰ τὴν βούλησίν τι πράττεσθαι τοῦ θεοῦ, ἀσεβείας εἶναι τεκμήριον. Τῶν γὰρ θεῶν οἰκειουμένων μὲν τῇ ἀρετῇ καὶ τοῖς ταύτης ἔργοις, ἀλλοτριουμένων δὲ τῇ κακίᾳ καὶ τοῖς ἀπὸ ταύτης συντελουμένοις, τοῦ δ’ ἁμαρτήματος ὄντος ἐνεργήματος κατὰ κακίαν, κατεφαίνετο πᾶν ἁμάρτημα ἀπάρεστον θεοῖς ὑπάρχον (τοῦτο δ’ ἐστὶν ἀσέβημα)· [καὶ] καθ’ ἕκαστον γὰρ ἁμάρτημα ὁ φαῦλος ἀπάρεστόν τι ποιεῖ θεοῖς.
Ἀσέβεια ὡς ἕξις
II.7.11k.9 · Wachsmuth pp. 106
Ἔτι δὲ ἐπεὶ πᾶς φαῦλος ὅσα ποιεῖ κατὰ κακίαν ποιεῖ, καθάπερ ὁ σπουδαῖος κατ’ ἀρετήν, καὶ ὁ μίαν ἔχων κακίαν πάσας ἔχει. Ἐν δὲ ταύταις ὁρᾶσθαι καὶ τὴν ἀσέβειαν, οὐ τὴν τεταγμένην κατὰ τὴν ἐνέργειαν, ἀλλὰ τὴν τῇ εὐσεβείᾳ ἐναντίαν ἕξιν. Τὸ δὲ κατὰ ἀσέβειαν πεπραγμένον ἀσέβημα εἶναι, πᾶν ⟨οὖν⟩ ἁμάρτημα ἀσέβημα εἶναι.
Ἔχθρα πρὸς τοὺς θεούς
II.7.11k.10 · Wachsmuth pp. 106
Ἔτι δ’ ἀρέσκει αὐτοῖς καὶ πάντ’ εἶναι τὸν ἄφρονα θεοῖς ἐχθρόν· τὴν γὰρ ἔχθραν ἀσυμφωνίαν εἶναι ⟨περὶ⟩ τῶν κατὰ τὸν βίον καὶ διχόνοιαν, ὥσπερ καὶ τὴν φιλίαν συμφωνίαν καὶ ὁμόνοιαν. Διαφωνοῦσι δ’ οἱ φαῦλοι πρὸς τοὺς θεοὺς περὶ τῶν κατὰ τὸν βίον, διόπερ πᾶς ἄφρων θεοῖς ἐχθρός ἐστιν. Ἔτι εἰ πάντες τοὺς ἐναντίους αὐτοῖς ἐχθροὺς εἶναι νομίζουσι, τῷ δὲ σπουδαίῳ ὁ φαῦλός ἐστιν ἐναντίος καὶ σπουδαῖός ἐστιν ὁ θεός, ὁ φαῦλος θεοῖς ἐστιν ἐχθρός.
Ἴσα ἀλλ’ οὐχ ὅμοια ἁμαρτήματα
II.7.11l.1 · Wachsmuth pp. 106
Ἴσα τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν, τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα.
Ἡ εἰκὼν τοῦ ψεύδους
II.7.11l.2 · Wachsmuth pp. 107
Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας· πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τὸ [τε] γὰρ νύκτ’ ⟨ἀεὶ⟩ εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἔστι ψεῦδος εἶναι θάτερον θατέρου· ἀλλ’ οὐχὶ τὸ ψευδὲς ἐπίσης ψευδές ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι.
Οὔτε μᾶλλον οὔτε ἧττον ἁμαρτάνειν
II.7.11l.3 · Wachsmuth pp. 107
Καὶ ἁμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστι, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον οὐ γίνεσθαι, ἁμάρτημα δὲ μεῖζον καὶ ἔλαττον γίνεσθαι· πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔθ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων. Ἴσα τοίνυν ἐστὶ πάντα τὰ ἁμαρτήματα.
Εὐφυΐα καὶ εὐγένεια
II.7.11m.1 · Wachsmuth pp. 107
Περὶ δὲ εὐφυοῦς, ἔτι δὲ εὐγενοῦς οἱ μὲν τῶν ἐκ τῆς αἱρέσεως ἐπηνέχθησαν ἐπὶ τὸ λέγειν πάντα σοφὸν τοιοῦτον εἶναι, οἱ δ’ οὔ. Οἱ μὲν γὰρ οἴονται οὐ μόνον εὐφυεῖς γίγνεσθαι πρὸς ἀρετὴν ἐκ φύσεως, ἀλλὰ καί τινας ἐκ κατασκευῆς, καὶ τὸ ἐν ταῖς παροιμίαις λεγόμενον τοῦτο ἀπεδέξαντο
μελέτη χρονισθεῖσ’ εἰς φύσιν καθίσταται.
Οἱ ὅροι τῆς εὐφυΐας καὶ εὐγενείας
II.7.11m.2 · Wachsmuth pp. 107-108
Τὸ δ’ ὅμοιον καὶ περὶ εὐγενείας ὑπέλαβον, ὥστε εὐφυΐαν μὲν εἶναι κοινῶς ἕξιν ἐκ φύσεως ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν, ἢ ἕξιν καθ’ ἣν εὐανάληπτοι ἀρετῆς εἰσί τινες· τὴν δ’ εὐγένειαν ἕξιν ἐκ γένους ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν.
Ἡ ὁμιλία τοῦ σπουδαίου
II.7.11m.3 · Wachsmuth pp. 108
Τὸν δὲ σπουδαῖον, ὁμιλητικὸν ὄντα καὶ ἐπιδέξιον καὶ προτρεπτικὸν καὶ θηρευτικὸν διὰ τῆς ὁμιλίας εἰς εὔνοιαν καὶ φιλίαν, ὡς δυνατὸν εὐάρμοστον εἶναι πρὸς πλῆθος ἀνθρώπων, παρ’ ὃ καὶ ἐπαφρόδιτον εἶναι καὶ ἐπίχαριν καὶ πιθανόν, ἔτι δὲ αἱμύλον καὶ εὔστοχον καὶ εὔκαιρον καὶ ἀγχίνουν καὶ ἀφελῆ καὶ ἀπερίεργον καὶ ἁπλοῦν καὶ ἄπλαστον· τὸν δὲ φαῦλον ἔνοχον πᾶσι τοῖς ἐναντίοις.
Εἰρωνεία καὶ σαρκασμός
II.7.11m.4 · Wachsmuth pp. 108
Τὸ δ’ εἰρωνεύεσθαι φαύλων εἶναί φασιν, οὐδένα γὰρ ἐλεύθερον καὶ σπουδαῖον εἰρωνεύεσθαι· ὁμοίως δὲ καὶ τὸ σαρκάζειν, ὅ ἐστιν εἰρωνεύεσθαι μετ’ ἐπισυρμοῦ τινος.