Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Συγγνώμη καὶ ἰδία κακία
II.7.11d.4 · Wachsmuth pp. 95-96
Φασὶ ⟨δὲ⟩ μηδὲ συγγνώμην ἔχειν ⟨μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγνώμην τε ἔχειν⟩ καὶ νομίζειν τὸν ἡμαρτηκότα μὴ παρ’ αὑτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόντως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν.
Ἐπιείκεια καὶ κόλασις
II.7.11d.5 · Wachsmuth pp. 96
Οὐκ ἐπιεικῆ δέ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.
Νόμος νόμιμος καὶ νομικός
II.7.11d.6 · Wachsmuth pp. 96
Τόν τε νόμον σπουδαῖον εἶναί φασι, λόγον ὀρθὸν ὄντα προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. Τοῦ δὲ νόμου ἀστείου ὄντος καὶ ὁ νόμιμος ἀστεῖος ἂν ⟨εἴη⟩· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα καὶ ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων· νομικὸν δὲ τὸν ἐξηγητικὸν τοῦ νόμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν.
Κατορθώματα καὶ ἁμαρτήματα
II.7.11e.1 · Wachsmuth pp. 96-97
Ἔτι δὲ τῶν ἐνεργημάτων φασὶ τὰ μὲν εἶναι κατορθώματα, τὰ δὲ ἁμαρτήματα, τὰ δ’ οὐδέτερα. Κατορθώματα μὲν τὰ τοιαῦτα· φρονεῖν, σωφρονεῖν, δικαιοπραγεῖν, χαίρειν, εὐεργετεῖν, εὐφραίνεσθαι, φρονίμως περιπατεῖν, πάνθ’ ὅσα κατὰ τὸν ὀρθὸν λόγον πράττεται· ἁμαρτήματα δ’ εἶναι, τό τε ἀφραίνειν καὶ τὸ ἀκολασταίνειν καὶ τὸ ἀδικεῖν καὶ τὸ λυπεῖσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ κλέπτειν καὶ καθόλου ὅσα παρὰ τὸν ὀρθὸν λόγον πράττεται·
Τὰ οὐδέτερα ἐνεργήματα
II.7.11e.2 · Wachsmuth pp. 97
οὔτε δὲ κατορθώματα οὔτε ἁμαρτήματα τὰ τοιαῦτα· λέγειν, ἐρωτᾶν, ἀποκρίνεσθαι, περιπατεῖν, ἀποδημεῖν καὶ τὰ τούτοις παραπλήσια.
Αἱ προσηγορίαι τῶν κατορθωμάτων
II.7.11e.3 · Wachsmuth pp. 97
Πάντα δὲ τὰ κατορθώματα δικαιοπραγήματα εἶναι καὶ εὐνομήματα καὶ εὐτακτήματα καὶ εὐεπιτηδεύματα καὶ εὐτυχήματα καὶ εὐδαιμονήματα καὶ εὐκαιρήματα καὶ εὐσχημονήματα· οὐκ ἔτι μέντοι γε φρονιμεύματα, ἀλλὰ μόνα τὰ ἀπὸ φρονήσεως καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ ὠνόμασται, οἷον σωφρονήματα μὲν τὰ ἀπὸ σωφροσύνης, δικαιώματα δὲ τὰ ἀπὸ δικαιοσύνης. Τὰ δὲ ἁμαρτήματα ἐκ τῶν ἀντικειμένων ἀδικοπραγήματα καὶ ἀνομήματα καὶ ἀτακτήματα.
Αἱρετὸν ὀρεκτὸν βουλητὸν καὶ ἀποδεκτόν
II.7.11f.1 · Wachsmuth pp. 97
Διαφέρειν δὲ λέγουσιν, ὥσπερ αἱρετὸν καὶ αἱρετέον, οὕτω καὶ ὀρεκτὸν καὶ ὀρεκτέον καὶ βουλητὸν καὶ βουλητέον καὶ ἀποδεκτὸν καὶ ἀποδεκτέον. Αἱρετὰ μὲν γὰρ εἶναι καὶ βουλητὰ καὶ ὀρεκτὰ ⟨καὶ ἀποδεκτὰ τἀγαθά· τὰ δ’ ὠφελήματα αἱρετέα καὶ βουλητέα καὶ ὀρεκτέα⟩ καὶ ἀποδεκτέα, κατηγορήματα ὄντα, παρακείμενα δ’ ἀγαθοῖς.
Τὸ ἔχειν καὶ τὰ κατηγορήματα
II.7.11f.2 · Wachsmuth pp. 97-98
Αἱρεῖσθαι μὲν γὰρ ἡμᾶς τὰ αἱρετέα καὶ βούλεσθαι τὰ βουλητέα καὶ ὀρέγεσθαι τὰ ὀρεκτέα. Κατηγορημάτων γὰρ αἵ τε αἱρέσεις καὶ ὀρέξεις καὶ βουλήσεις γίνονται, ὥσπερ καὶ αἱ ὁρμαί· ἔχειν μέντοι αἱρούμεθα καὶ βουλόμεθα καὶ ὁμοίως ὀρεγόμεθα τἀγαθά, διὸ καὶ αἱρετὰ καὶ βουλητὰ καὶ ὀρεκτὰ τἀγαθά ἐστι. Τὴν γὰρ φρόνησιν αἱρούμεθα ἔχειν καὶ τὴν σωφροσύνην, οὐ μὰ Δία τὸ φρονεῖν καὶ σωφρονεῖν, ἀσώματα ὄντα καὶ κατηγορήματα.
Ὑπομενετὰ ἐμμενετὰ καὶ τὰ ἐναντία
II.7.11f.3 · Wachsmuth pp. 98
Λέγουσι δὲ ὁμοίως καὶ τἀγαθὰ πάντα εἶναι ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα καὶ τὰ ὅμοια. Ὡσαύτως δὲ διαφέρειν ὑπολαμβάνουσι καὶ τὰ εὐλαβητὰ καὶ τὰ εὐλαβητέα καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ ἄλλων τῶν κατὰ τὰς κακίας ὁ αὐτὸς λόγος.
Τελειότης καὶ θεία εὐδαιμονία
II.7.11g.1 · Wachsmuth pp. 98-99
Πάντα δὲ τὸν καλὸν καὶ ἀγαθὸν ἄνδρα τέλειον εἶναι λέγουσι διὰ τὸ μηδεμιᾶς ἀπολείπεσθαι ἀρετῆς· τὸν δὲ φαῦλον τοὐναντίον ἀτελῆ διὰ τὸ μηδεμιᾶς μετέχειν ἀρετῆς. Δι’ ὃ καὶ πάντως εὐδαιμονεῖν ἀεὶ τῶν ἀνθρώπων τοὺς ἀγαθούς, τοὺς δὲ φαύλους κακοδαιμονεῖν. καὶ ⟨ἐκείνων⟩ τὴν εὐδαιμονίαν μὴ διαφέρειν τῆς θείας εὐδαιμονίας, μηδὲ τὴν ἀμεραίαν ὁ Χρύσιππός φησι διαφέρειν τῆς τοῦ Διὸς εὐδαιμονίας, ⟨καὶ⟩ κατὰ μηδὲν αἱρετωτέραν εἶναι μήτε καλλίω μήτε σεμνοτέραν τὴν τοῦ Διὸς εὐδαιμονίαν τῆς τῶν σοφῶν ἀνδρῶν.
Δύο γένη τῶν ἀνθρώπων
II.7.11g.2 · Wachsmuth pp. 99
Ἀρέσκει γὰρ τῷ τε Ζήνωνι καὶ τοῖς ἀπ’ αὐτοῦ Στωικοῖς φιλοσόφοις δύο γένη τῶν ἀνθρώπων εἶναι, τὸ μὲν τῶν σπουδαίων, τὸ δὲ τῶν φαύλων· καὶ τὸ μὲν τῶν σπουδαίων διὰ παντὸς τοῦ βίου χρῆσθαι ταῖς ἀρεταῖς, τὸ δὲ τῶν φαύλων ταῖς κακίαις· ὅθεν τὸ μὲν ἀεὶ κατορθοῦν ἐν ἅπασιν οἷς προστίθεται, τὸ δὲ ἁμαρτάνειν. Καὶ τὸν μὲν σπουδαῖον ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενον ἐν τοῖς πραττομένοις ὑπ’ αὐτοῦ πάντ’ εὖ ποιεῖν, καθάπερ φρονίμως καὶ σωφρόνως καὶ κατὰ τὰς ἄλλας ἀρετάς· τὸν δὲ φαῦλον κατὰ τοὐναντίον κακῶς.
Μέγεθος ὕψος καὶ ἰσχύς
II.7.11g.3 · Wachsmuth pp. 99
Καὶ τὸν μὲν σπουδαῖον μέγαν εἶναι καὶ ἁδρὸν καὶ ὑψηλὸν καὶ ἰσχυρόν. Μέγαν μέν, ὅτι δύναται ἐφικνεῖσθαι τῶν κατὰ προαίρεσιν ὄντων αὐτῷ καὶ προκειμένων· ἁδρὸν δέ, ὅτι ἐστὶν ηὐξημένος πάντοθεν· ὑψηλὸν δ’, ὅτι μετείληφε τοῦ ἐπιβάλλοντος ὕψους ἀνδρὶ γενναίῳ καὶ σοφῷ· καὶ ἰσχυρὸν δ’, ὅτι τὴν ἐπιβάλλουσαν ἰσχὺν περιπεποίηται, ἀήττητος ὢν καὶ ἀκαταγώνιστος.
Ἀναγκάζεσθαι βιάζεσθαι καὶ ἐξαπατᾶσθαι
II.7.11g.4 · Wachsmuth pp. 99-100
Παρ’ ὃ καὶ οὔτε ἀναγκάζεται ὑπό τινος οὔτε ἀναγκάζει τινά, οὔτε κωλύεται οὔτε κωλύει, οὔτε βιάζεται ὑπό τινος οὔτ’ αὐτὸς βιάζει τινά, οὔτε δεσπόζει οὔτε δεσπόζεται, οὔτε κακοποιεῖ τινα οὔτ’ αὐτὸς κακοποιεῖται, οὔτε κακοῖς περιπίπτει ⟨οὔτ’ ἄλλον ποιεῖ κακοῖς περιπίπτειν⟩, οὔτ’ ἐξαπατᾶται οὔτε ἐξαπατᾷ ἄλλον, οὔτε διαψεύδεται οὔτε ἀγνοεῖ οὔτε λανθάνει ἑαυτὸν οὔτε καθόλου ψεῦδος ὑπολαμβάνει·
Μακαριότης καὶ ἱκανότητες τοῦ σοφοῦ
II.7.11g.5 · Wachsmuth pp. 100
εὐδαίμων δ’ ἐστὶ μάλιστα καὶ εὐτυχὴς καὶ μακάριος καὶ ὄλβιος καὶ εὐσεβὴς καὶ θεοφιλὴς καὶ ἀξιωματικός, βασιλικός τε καὶ στρατηγικὸς καὶ πολιτικὸς καὶ οἰκονομικὸς καὶ χρηματιστικός. Τοὺς δὲ φαύλους ἅπαντα τούτοις ἐναντία ἔχειν.
Πάντα τἀγαθὰ καὶ τέλειος βίος
II.7.11g.6 · Wachsmuth pp. 100
Καθόλου δὲ τοῖς μὲν σπουδαίοις πάντα τἀγαθὰ ὑπάρχειν, τοῖς δὲ φαύλοις πάντα τὰ κακά. Οὐ νομιστέον δὲ λέγειν αὐτοὺς οὕτως, ὡς εἴ τινά ἐστιν ἀγαθά, ἐκεῖνα ὑπάρχει τοῖς σπουδαίοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν κακῶν· ἀλλὰ τοι τοὺς μὲν τοσαῦτα ἔχειν ἀγαθὰ ὥστε μηδὲν ἐλλείπειν εἰς τὸ τέλειον αὐτοῖς εἶναι τὸν βίον ⟨καὶ εὐδαίμονα⟩, τοὺς δὲ τοσαῦτα κακά, ὥστε τὸν βίον ἀτελῆ εἶναι καὶ κακοδαίμονα.
Ἀρετῆς ὀνόματα καὶ ἐτυμολογίαι
II.7.11h.1 · Wachsmuth pp. 100
Τὴν δ’ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθόν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ ἄξιον, ⟨ὅτι⟩ ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαῖον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἄν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς·
Συμφέρον χρήσιμον καὶ ἀναγκαῖον
II.7.11h.2 · Wachsmuth pp. 100-101
καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφέλιμόν ἐστι· καὶ αἱρετόν, συμβαίνει γὰρ ἀπ’ αὐτῆς ἃ εὐλόγως ἐστὶν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ καὶ μὴ παρούσης οὐκ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ’ αὐτῆς ὠφελείας κρείττους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντεινούσης·
Αὔταρκες ἀνευδεὲς καὶ ἀποχρῶν
II.7.11h.3 · Wachsmuth pp. 101
καὶ αὔταρκες, ἐξαρκεῖν γὰρ τῷ ἔχοντι· καὶ ἀνευδεές, ὅτι ἐνδείας ἀπαλλάττει πάσης· καὶ ἀποχρῶν διὰ τὸ ἐν τῇ χρήσει ἱκανὸν εἶναι καὶ διατείνειν εἰς πᾶσαν τὴν κατὰ τὸν βίον χρείαν.
Ἀγαθὰ ὠφελήματα καὶ βλάμματα
II.7.11i.1 · Wachsmuth pp. 101
Τῶν τε ἀγαθῶν μηδενὸς μετέχειν τοὺς φαύλους, ἐπειδὴ τὸ ἀγαθὸν ἀρετή ἐστιν ἢ τὸ μετέχον ἀρετῆς· τά τε παρακείμενα τοῖς ἀγαθοῖς, ἅπερ ἐστὶν ὧν χρή, ὠφελήματα ὄντα, μόνοις τοῖς σπουδαίοις συμβαίνειν· καθάπερ καὶ τὰ παρακείμενα τοῖς κακοῖς, ἅπερ ἐστὶν ὧν οὐ χρή, μόνοις τοῖς κακοῖς· βλάμματα γὰρ εἶναι, καὶ διὰ τοῦτο τοὺς μὲν ἀγαθοὺς ἀβλαβεῖς πάντας εἶναι κατ’ ἀμφότερα, οὔτε βλάπτειν οἵους τε ὄντας οὔτε βλάπτεσθαι, τοὺς δὲ φαύλους κατὰ τοὐναντίον.
Ἀληθὴς πλοῦτος καὶ ἐλευθερία
II.7.11i.2 · Wachsmuth pp. 101
Τὸν δὲ κατ’ ἀλήθειαν πλοῦτον ἀγαθὸν εἶναι λέγουσι, καὶ τὴν κατ’ ἀλήθειαν πενίαν κακόν. Καὶ τὴν μὲν κατ’ ἀλήθειαν ἐλευθερίαν ἀγαθόν, τὴν δὲ κατ’ ἀλήθειαν δουλείαν κακόν. Δι’ ὃ δὴ καὶ τὸν σπουδαῖον εἶναι μόνον πλούσιον καὶ ἐλεύθερον, τὸν δὲ φαῦλον τοὐναντίον πένητα, τῶν εἰς τὸ πλουτεῖν ἀφορμῶν ὑστερημένον καὶ δοῦλον διὰ τὴν ὑποπτωτικὴν ἐν αὐτῷ διάθεσιν.
Κοινὰ ἀγαθὰ καὶ ἀμοιβαία ὠφέλεια
II.7.11i.3 · Wachsmuth pp. 101
Τὰ δ’ ἀγαθὰ πάντα κοινὰ εἶναι τῶν σπουδαίων, τῶν δὲ φαύλων τὰ κακά. Δι’ ὃ καὶ τὸν ὠφελοῦντά τινα καὶ αὐτὸν ὠφελεῖσθαι, τὸν δὲ βλάπτοντα καὶ ἑαυτὸν βλάπτειν.
Φιλικὴ διάθεσις πρὸς ἀγνοουμένους
II.7.11i.4 · Wachsmuth pp. 101-102
Πάντας δὲ τοὺς σπουδαίους ὠφελεῖν ἀλλήλους, οὔτε φίλους ὄντας ἀλλήλων πάντως οὔτε εὔνους ⟨οὔτε⟩ εὐδοκίμους οὔτε ἀποδεχομένους παρὰ τὸ μήτε καταλαμβάνεσθαι μήτ’ ἐν ταὐτῷ κατοικεῖν τόπῳ, εὐνοητικῶς μέντοι γε πρὸς ἀλλήλους διακεῖσθαι καὶ φιλικῶς καὶ δοκιμαστικῶς καὶ ἀποδεκτικῶς· τοὺς δὲ ἄφρονας ἐν τοῖς ἐναντίοις τούτων ὑπάρχειν.