Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Δόξα καὶ τὸ πρόσφατον

Ἐπὶ πάντων δὲ τῶν τῆς ψυχῆς παθῶν, ἐπεὶ δόξας αὐτὰ λέγουσιν εἶναι, παραλαμβάνεσθαι τὴν δόξαν ἀντὶ τῆς ἀσθενοῦς ὑπολήψεως, τὸ δὲ πρόσφατον ἀντὶ τοῦ κινητικοῦ συστολῆς ἀλόγου ⟨ἢ⟩ ἐπάρσεως.

Τὸ ἄλογον καὶ ὁ ἀπειθὴς ἵππος

Τὸ δὲ ἄλογον καὶ τὸ παρὰ φύσιν οὐ κοινῶς, ἀλλὰ τὸ μὲν ‘ἄλογον’ ἴσον τῷ ἀπειθὲς τῷ λόγῳ. Πᾶν γὰρ πάθος βιαστικόν ἐστιν, ὡς πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι συμφέρει τόδε οὐ ποιεῖν, ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους, καθάπερ ὑπό τινος ἀπειθοῦς ἵππου, ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτό, παρ’ ὃ καὶ πολλάκις τινὰς ἐξομολογεῖσθαι λέγοντας τὸ θρυλούμενον τοῦτο:

Γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται·

γνώμην γὰρ λέγει νῦν τὴν εἴδησιν καὶ γνῶσιν τῶν ὀρθῶν πραγμάτων.

Τὸ παρὰ φύσιν καὶ ἡ τυραννὶς τῶν παθῶν

Καὶ τὸ ‘παρὰ φύσιν’ δ’ εἴληπται ἐν τῇ τοῦ πάθους ὑπογραφῇ, ὡς συμβαίνοντος παρὰ τὸν ὀρθὸν καὶ κατὰ φύσιν λόγον. Πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὁτῳοῦν, ἀλλ’ ἰδιαζόντως. Οἱ μὲν γὰρ ἠπατημένοι, λόγου χάριν περὶ ⟨τοῦ⟩ τὰς ἀτόμους ἀρχὰς εἶναι, διδαχθέντες ὅτι οὐκ εἰσιν, ἀφίστανται τῆς κρίσεως· οἱ δ’ ἐν τοῖς πάθεσιν ὄντες, κἂν μάθωσι, κἂν μεταδιδαχθῶσιν ὅτι οὐ δεῖ λυπεῖσθαι ἢ φοβεῖσθαι, ἢ ὅλως ἐν τοῖς πάθεσιν εἶναι τῆς ψυχῆς, ὅμως οὐκ ἀφίστανται τούτων, ἀλλ’ ἄγονται ὑπὸ τῶν παθῶν εἰς τὸ ὑπὸ τῆς τούτων κρατεῖσθαι τυραννίδος.

Ἐπιθυμία καὶ δόξα ἀγαθοῦ

Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν ⟨πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι⟩.

Φόβος καὶ δόξα κακοῦ

Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι.

Λύπη καὶ ἡδονή

Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ⟨συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει⟩ ἐπαίρεσθαι.

Τὰ ὑπὸ τὰ τέσσαρα πάθη

Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς, (θυμὸς καὶ χόλος καὶ μῆνις καὶ κότος καὶ πικρία καὶ τὰ τοιαῦτα,) ἔρωτες σφοδροὶ καὶ πόθοι καὶ ἵμεροι καὶ φιληδονίαι καὶ φιλοπλουτίαι καὶ φιλοδοξίαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι καὶ ἀσμενισμοὶ καὶ γοητεῖαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὸν φόβον ὄκνοι καὶ ἀγωνίαι καὶ ἐκπλήξεις καὶ αἰσχύναι καὶ θόρυβοι καὶ δεισιδαιμονίαι καὶ δέος καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση.

Ὀργὴ καὶ τὰ εἴδη αὐτῆς

Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ ὀργὴ διοιδοῦσα· μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτεθειμένη ἢ ἐναποκειμένη· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη·

Ἔρως καὶ αἱ συγγενεῖς ἐπιθυμίαι

ἔρως δὲ ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον· πόθος δὲ ἐπιθυμία κατ’ ἔρωτα ἀπόντος· ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δὲ ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δὲ πλούτου· φιλοδοξία δὲ δόξης.

Τὰ εἴδη τῆς ἡδονῆς

Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀσμενισμὸς δὲ ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις· γοητεία δὲ ἡδονὴ δι’ ὄψεως κατὰ ἀπάτην.

Τὰ εἴδη τοῦ φόβου

Ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας· ἀγωνία δὲ φόβος διαπτώσεως καὶ ἑτέρως φόβος ἥττης· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· αἰσχύνη δὲ φόβος ἀδοξίας· θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων· δεισιδαιμονία δὲ φόβος θεῶν ἢ δαιμόνων· δέος δὲ φόβος δεινοῦ· δεῖμα δὲ φόβος ἐκ λόγου.

Φθόνος, ζῆλος, ζηλοτυπία

Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, αὐτὸν δὲ μή· λέγεσθαι δὲ καὶ ἑτέρως ζῆλον, μακαρισμὸν ἐνδεοῦς καὶ ἔτι ἄλλως μίμησιν ὡς ἂν κρείττονος· ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ ⟨καὶ⟩ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπεθύμει·

Ἔλεος καὶ αἱ λοιπαὶ λῦπαι

ἔλεον δὲ λύπην ἐπὶ τῷ δοκοῦντι ἀναξίως κακοπαθεῖν· πένθος δὲ λύπην ἐπὶ θανάτῳ ἀώρῳ· ἄχθος δὲ λύπην βαρύνουσαν· ἄχος δὲ λύπην ἀφωνίαν ἐμποιοῦσαν· ἀνίαν δὲ λύπην κατὰ διαλογισμόν· ὀδύνην δὲ λύπην εἰσδύνουσαν καὶ καθικνουμένην· ἄσην δὲ λύπην μετὰ ῥιπτασμοῦ.

Τὸ ἐφ’ ᾧ καὶ ἡ ἰδιότης τῆς κινήσεως

Τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνει τὸ ἐφ’ ᾧ γίνεται, οἷον ἔλεον, φθόνον, ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.

Εὐεμπτωσία εἰς πάθος

Εὐεμπτωσίαν δ’ εἶναι εὐκαταφορίαν εἰς πάθος, ὥς τι τῶν παρὰ φύσιν ἔργων, οἷον ἐπιλυπίαν, ὀργιλότητα, φθονερίαν, ἀκροχολίαν καὶ τὰ ὅμοια. Γίνεσθαι δὲ εὐεμπτωσίας καὶ εἰς ἄλλα ἔργα τῶν παρὰ φύσιν, οἷον εἰς κλοπὰς καὶ μοιχείας καὶ ὕβρεις, καθ’ ἃς κλέπται τε καὶ μοιχοὶ καὶ ὑβρισταὶ λέγονται.

Νοσήματα καὶ ἀρρωστήματα

Νόσημα δ’ εἶναι δόξαν ἐπιθυμίας ἐρρηγυῖαν εἰς ἕξιν καὶ ἐνεσκιρωμένην, καθ’ ἣν ὑπολαμβάνουσι τὰ μὴ αἱρετὰ σφόδρα αἱρετὰ εἶναι, οἷον φιλογυνίαν, φιλοινίαν, φιλαργυρίαν· εἶναι δέ τινα καὶ ἐναντία ⟨τούτοις⟩ τοῖς νοσήμασι κατὰ προσκοπὴν γινόμενα, οἷον μισογυνίαν, μισοινίαν, μισανθρωπίαν. Τὰ δὲ νοσήματα μετ’ ἀσθενείας συμβαίνοντα ἀρρωστήματα καλεῖσθαι.

Κατόρθωμα καὶ ἁμάρτημα

Κατόρθωμα δ’ εἶναι λέγουσι καθῆκον πάντας ἐπέχον τοὺς ἀριθμούς, ἢ καθάπερ προείπομεν, τέλειον καθῆκον· ἁμάρτημά τε τὸ παρὰ τὸν ὀρθὸν λόγον πραττόμενον, ἢ ἐν ᾧ παραλέλειπταί τι καθῆκον ὑπὸ λογικοῦ ζῴου.

Κοινὰ ἀγαθὰ καὶ ὁμόνοια

Τά τε ἀγαθὰ πάντα τῶν σπουδαίων εἶναι ⟨κοινὰ⟩ λέγουσι, καθ’ ὃ καὶ τὸν ὠφελοῦντά τινα τῶν πλησίον καὶ ἑαυτὸν ὠφελεῖν. Τήν τε ὁμόνοιαν ἐπιστήμην εἶναι κοινῶν ἀγαθῶν, δι’ ὃ καὶ τοὺς σπουδαίους πάντας ὁμονοεῖν ἀλλήλοις διὰ τὸ συμφωνεῖν ἐν τοῖς κατὰ τὸν βίον· τοὺς δὲ φαύλους διαφωνοῦντας πρὸς ἀλλήλους ἐχθροὺς εἶναι καὶ κακοποιητικοὺς ἀλλήλων καὶ πολεμίους.

Τὸ δίκαιον καὶ τὸ πολιτεύεσθαι

Τό τε δίκαιον φασι φύσει εἶναι καὶ μὴ θέσει. Ἑπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν καὶ μάλιστ’ ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινούσαις τινὰ προκοπὴν πρὸς τὰς τελείας πολιτείας·

Νομοθεσία παιδεία καὶ πατρίς

καὶ τὸ νομοθετεῖν δὲ καὶ τὸ παιδεύειν ἀνθρώπους, ἔτι δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν οἰκεῖον εἶναι τοῖς σπουδαίοις καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς τεκνογονίαν καὶ αὑτοῦ χάριν καὶ τῆς πατρίδος καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ᾖ μετρία, καὶ πόνους καὶ θάνατον.

Δημοκοπία καὶ βλαβερὰ συγγράμματα

Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τό τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν καὶ τὸ συγγράφειν ἐπιβλαβῆ τοῖς ἐντυγχάνουσιν, ἅπερ εἰς σπουδαίους οὐκ ἂν πέσοι.

Τρεῖς σημασίαι τῆς φιλίας

Τριχῶς δὲ λεγομένης τῆς φιλίας, καθ’ ἕνα μὲν τρόπον τῆς κοινῆς ἕνεκ’ ὠφελείας, καθ’ ἣν φίλοι εἶναι λέγονται, ταύτην μὲν οὔ φασι τῶν ἀγαθῶν εἶναι, διὰ τὸ μηδὲν ἐκ διεστηκότων ἀγαθὸν εἶναι κατ’ αὐτούς· τὴν δὲ κατὰ τὸ δεύτερον σημαινόμενον λεγομένην φιλίαν, κατάσχεσιν οὖσαν φιλικὴν πρὸς τῶν πέλας, τῶν ἐκτὸς λέγουσιν ἀγαθῶν· τὴν δὲ περὶ αὑτὸν φιλίαν, καθ’ ἣν φίλος ἐστὶ τῶν πέλας, τῶν περὶ ψυχὴν ἀποφαίνουσιν ἀγαθῶν.

Κοινὰ ἀγαθὰ καὶ ἴση ὠφέλεια

Εἶναι δὲ καὶ θάτερον τρόπον κοινὰ τὰ ἀγαθά. Πάντα γὰρ τὸν ὁντινοῦν ὠφελοῦντα ἴσην ὠφέλειαν ἀπολαμβάνειν νομίζουσι παρ’ αὐτὸ τοῦτο, μηδένα δὲ φαῦλον μήτε ὠφελεῖσθαι μήτε ὠφελεῖν. Εἶναι γὰρ τὸ ὠφελεῖν ἴσχειν κατ’ ἀρετὴν καὶ τὸ ὠφελεῖσθαι κινεῖσθαι κατ’ ἀρετήν.

Οἰκονομικὴ καὶ χρηματιστική

Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον, ἔτι δὲ χρηματιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἕξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων καὶ κτήσεως ἐπιμέλειαν καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων· τὴν δὲ χρηματιστικὴν ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφ’ ὧν δέον καὶ ἕξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιοῦσαν ἐν συναγωγῇ χρημάτων καὶ τηρήσει καὶ ἀναλώσει πρὸς εὐπορίαν·

Χρηματισμὸς καὶ ὁ σπουδαῖος

τὸ δὲ χρηματίζεσθαί τινες μὲν μέσον εἶπον εἶναι, τινὲς δὲ ἀστεῖον. Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἴκου γίνεσθαι, μηδὲ δύνασθαι οἰκίαν εὖ οἰκονομουμένην παρασχεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γινώσκοντα ἀφ’ ὧν χρηματιστέον καὶ πότε καὶ πῶς καὶ μέχρι πότε.

Contents

Sign in to save your reading →