Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Οὔτε προηγμένα οὔτε ἀποπροηγμένα
II.7.7b.4 · Wachsmuth pp. 81
Οὔτε δὲ προηγμένα οὔτ’ ἀποπροηγμένα περὶ ψυχὴν ⟨μὲν⟩ φαντασίαν καὶ συγκατάθεσιν καὶ ὅσα τοιαῦτα· περὶ δὲ σῶμα λευκότητα καὶ μελανότητα καὶ χαροπότητα καὶ ἡδονὴν πᾶσαν καὶ πόνον καὶ εἴ τι ἄλλο τοιοῦτο. Τῶν δ’ ἐκτὸς οὔτε προηγμένα ⟨οὔτε ἀποπροηγμένα⟩ εἶναι τὰ τοιαῦτα, ὅσα εὐτελῆ ὄντα καὶ μηδὲν χρήσιμον προσφερόμενα μικρὰν παντελῶς ἔχει τὴν ἀφ’ αὑτῶν χρείαν.
Ἡ ἀξία τῶν περὶ ψυχήν
II.7.7b.5 · Wachsmuth pp. 81-82
Τῆς δὲ ψυχῆς οὔσης κυριωτέρας τοῦ σώματος καὶ πρὸς τὸ κατὰ φύσιν ζῆν φασὶ τὰ περὶ τὴν ψυχὴν κατὰ φύσιν ὄντα καὶ προηγμένα πλείονα τὴν ἀξίαν ἔχειν τῶν περὶ σῶμα καὶ τῶν ἐκτός, οἷον εὐφυΐαν ψυχῆς πρὸς ἀρετὴν ὑπεράγειν τῆς τοῦ σώματος εὐφυΐας καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἔχειν.
Τὰ ὁρμῆς καὶ ἀφορμῆς κινητικά
II.7.7c · Wachsmuth pp. 82
Ἔτι δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι ὁρμῆς κινητικά, τὰ δὲ ἀφορμῆς, τὰ δὲ οὔτε ὁρμῆς οὔτε ἀφορμῆς. Ὁρμῆς μὲν οὖν κινητικά, ἅπερ ἐλέγομεν εἶναι κατὰ φύσιν· ἀφορμῆς δὲ ὅσα παρὰ φύσιν· οὔτε δὲ ὁρμῆς οὔτε ἀφορμῆς τὰ μηδετέρως ἔχοντα, οἷά ἐστι τὸ περιττὰς ἢ ἀρτίας ἔχειν τὰς τρίχας.
Πρῶτα κατὰ φύσιν καὶ κατὰ μετοχήν
II.7.7d · Wachsmuth pp. 82
Τῶν δὲ κατὰ φύσιν ἀδιαφόρων ὄντων τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχήν. Πρῶτα μέν ἐστι κατὰ φύσιν κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινομένη, οἷον ⟨ἀρτιότης καὶ⟩ ὑγίεια καὶ αἴσθησις (λέγω δὲ τὴν κατάληψιν) καὶ ἰσχύς. Κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἰσθήσεις μὴ πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον.
Ληπτὰ καθ’ αὑτά
II.7.7e.1 · Wachsmuth pp. 82-83
Πάντα δὲ ⟨τὰ⟩ κατὰ φύσιν ληπτὰ εἶναι καὶ πάντα τὰ ⟨παρὰ⟩ φύσιν ἄληπτα. Τῶν δὲ κατὰ φύσιν τὰ μὲν καθ’ αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. Καθ’ αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ προτρεπτικῶς ἐφ’ ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν καὶ κάλλος σώματος.
Ληπτὰ δι’ ἕτερα
II.7.7e.2 · Wachsmuth pp. 83
Ποιητικὰ ⟨δέ⟩, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ ἀνετικῶς ἐφ’ ἕτερα καὶ μὴ προτρεπτικῶς ⟨ἐφ’ ἑαυτά⟩, οἷον πλοῦτον, δόξαν καὶ τὰ τούτοις ὅμοια. Παραπλησίως δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ’ αὑτὰ ἄληπτα, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀλήπτων.
Τρεῖς σημασίαι τῆς ἀξίας
II.7.7f.1 · Wachsmuth pp. 83-84
Πάντα δὲ τὰ κατὰ φύσιν ἀξίαν ἔχειν καὶ πάντα τὰ παρὰ φύσιν ἀπαξίαν. Τὴν δὲ ἀξίαν λέγεσθαι τριχῶς, τήν τε δόσιν καὶ τιμὴν καθ’ αὑτὸ καὶ τὴν ἀμοιβὴν τοῦ δοκιμαστοῦ· καὶ τὴν τρίτην, ἣν ὁ Ἀντίπατρος ἐκλεκτικὴν προσαγορεύει, καθ’ ἣν διδόντων τῶν πραγμάτων τάδε τινὰ μᾶλλον ἀντὶ τῶνδε αἱρούμεθα, οἷον ὑγίειαν ἀντὶ νόσου καὶ ζωὴν ἀντὶ θανάτου καὶ πλοῦτον ἀντὶ πενίας. Κατὰ τὸ ἀνάλογον δὲ καὶ τὴν ἀπαξίαν τριχῶς φασὶ λέγεσθαι, ἀντιτιθεμένων τῶν σημαινομένων τοῖς ἐπὶ τῆς τρίτης ἀξίας εἰρημένοις.
Διογένους περὶ δόσεως καὶ δοκιμαστοῦ
II.7.7f.2 · Wachsmuth pp. 84
Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστὶν ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστόν, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστὴν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα· τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φησι δοκιμαστὴν εἶναι.
Ἀξία καὶ τὸ ἐπιβάλλον ἑκάστῳ
II.7.7f.3 · Wachsmuth pp. 84
Καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι, τρίτην δέ φησιν εἶναι, καθ’ ἣν φαμεν ἀξίωμά τινα ἔχειν καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δ’ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ παρείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ.
Πολλὴ καὶ βραχεῖα ἀξία
II.7.7g.1 · Wachsmuth pp. 84-85
Τῶν δ’ ἀξίαν ἐχόντων τὰ μὲν ἔχειν πολλὴν ἀξίαν, τὰ δὲ βραχεῖαν. Ὁμοίως δὲ καὶ τῶν ἀπαξίαν ἐχόντων ἃ μὲν ἔχειν πολλὴν ἀπαξίαν, ἃ δὲ βραχεῖαν. Τὰ μὲν ⟨οὖν⟩ πολλὴν ἔχοντα ἀξίαν προηγμένα λέγεσθαι, τὰ δὲ πολλὴν ἀπαξίαν ἀποπροηγμένα, Ζήνωνος ταύτας τὰς ὀνομασίας θεμένου πρώτου τοῖς πράγμασι. Προηγμένον δ’ εἶναι λέγουσιν, ὃ ἀδιάφορον ⟨ὂν⟩ ἐκλεγόμεθα κατὰ προηγούμενον λόγον. Τὸν δ’ ὅμοιον λόγον ἐπὶ τῷ ἀποπροηγμένῳ εἶναι, καὶ τὰ παραδείγματα κατὰ τὴν ἀναλογίαν ταὐτά.
Ὁ βασιλεὺς καὶ οἱ μετ’ αὐτόν
II.7.7g.2 · Wachsmuth pp. 85
Οὐδὲν δὲ τῶν ἀγαθῶν εἶναι προηγμένον διὰ τὸ τὴν μεγίστην ἀξίαν αὐτὰ ἔχειν. Τὸ δὲ προηγμένον, τὴν δευτέραν χώραν καὶ ἀξίαν ἔχον, συνεγγίζειν πως τῇ τῶν ἀγαθῶν φύσει· οὐδὲ γὰρ ἐν αὐλῇ τῶν προηγμένων εἶναι τὸν βασιλέα, ἀλλὰ τοὺς μετ’ αὐτὸν τεταγμένους.
Προτίμησις καὶ εὐδαιμονία
II.7.7g.3 · Wachsmuth pp. 85
Προηγμένα δὲ λέγεσθαι, οὐ τῷ πρὸς εὐδαιμονίαν τινὰ συμβάλλεσθαι συνεργεῖν τε πρὸς αὐτήν, ἀλλὰ τῷ ἀναγκαῖον εἶναι τούτων τὴν ἐκλογὴν ποιεῖσθαι παρὰ τὰ ἀποπροηγμένα.
Ὅρος τοῦ καθήκοντος
II.7.8.1 · Wachsmuth pp. 85
Ἀκόλουθος δ’ ἐστὶ τῷ λόγῳ τῷ περὶ τῶν προηγμένων ὁ περὶ τοῦ καθήκοντος τόπος. Ὁρίζεται δὲ τὸ καθῆκον· ‘τὸ ἀκόλουθον ἐν ζωῇ, ὃ πραχθὲν εὔλογον ἀπολογίαν ἔχει’· παρὰ τὸ καθῆκον δὲ τὸ ἐναντίως. Τοῦτο διατείνει καὶ εἰς τὰ ἄλογα τῶν ζῴων, ἐνεργεῖ γὰρ τι κἀκεῖνα ἀκολούθως τῇ ἑαυτῶν φύσει· ἐπὶ ⟨δὲ⟩ τῶν λογικῶν ζῴων οὕτως ἀποδίδοται· ‘τὸ ἀκόλουθον ἐν βίῳ’.
Κατορθώματα καὶ μέσα καθήκοντα
II.7.8.2 · Wachsmuth pp. 85-86
Τῶν δὲ καθηκόντων τὰ μὲν εἶναί φασι τέλεια, ἃ δὴ καὶ κατορθώματα λέγεσθαι. Κατορθώματα δ’ εἶναι τὰ κατ’ ἀρετὴν ἐνεργήματα, οἷον τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν. Οὐκ εἶναι δὲ κατορθώματα τὰ μὴ οὕτως ἔχοντα, ἃ δὴ οὐδὲ τέλεια καθήκοντα προσαγορεύουσιν, ἀλλὰ μέσα, οἷον τὸ γαμεῖν, τὸ πρεσβεύειν, τὸ διαλέγεσθαι, τὰ τούτοις ὅμοια.
Κατορθώματα καὶ κατηγορούμενα ὠφελήματα
II.7.8a.1 · Wachsmuth pp. 86
Τῶν δὲ κατορθωμάτων τὰ μὲν εἶναι ὧν χρή, τὰ δ’ οὔ. Ὧν χρὴ μὲν εἶναι κατηγορούμενα ὠφελήματα, οἷον τὸ φρονεῖν, τὸ σωφρονεῖν· οὐκ εἶναι δὲ ὧν χρὴ τὰ μὴ οὕτως ἔχοντα. Ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ καθῆκον τὴν αὐτὴν γίνεσθαι τεχνολογίαν.
Ἁμάρτημα καὶ τελείωσις τοῦ καθήκοντος
II.7.8a.2 · Wachsmuth pp. 86
Πᾶν δὲ τὸ παρὰ τὸ καθῆκον ἐν λογικῷ ⟨ζῴῳ⟩ γινόμενον ἁμάρτημα εἶναι· τὸ δὲ καθῆκον τελειωθὲν κατόρθωμα γίνεσθαι. Παραμετρεῖσθαι δὲ τὸ μέσον καθῆκον ἀδιαφόροις τισί, ἐκλεγομένοις δὲ παρὰ φύσιν καὶ κατὰ φύσιν, τοιαύτην δ’ εὐθηνίαν προσφερομένοις, ὥστ’ εἰ μὴ λαμβάνοιμεν αὐτὰ ἢ διωθοίμεθα ἀπεριστάτως, μὴ ἂν εὐδαιμονεῖν.
Φαντασία καὶ ὁρμή
II.7.9.1 · Wachsmuth pp. 86-87
Τὸ δὲ κινοῦν τὴν ὁρμὴν οὐδὲν ἕτερον εἶναι λέγουσιν ἀλλ’ ἢ φαντασίαν ὁρμητικὴν τοῦ καθήκοντος αὐτόθεν, τὴν δὲ ὁρμὴν εἶναι φορὰν ψυχῆς ἐπί τι κατὰ τὸ γένος. Ταύτης δ’ ἐν εἴδει θεωρεῖσθαι τήν τε ἐν τοῖς λογικοῖς γινομένην ὁρμὴν καὶ τὴν ἐν τοῖς ἀλόγοις ζῴοις· οὐ κατωνομασμέναι δ’ εἰσίν. Ἡ γὰρ ὄρεξις οὐκ ἔστι λογικὴ ὁρμή, ἀλλὰ λογικῆς ὁρμῆς εἶδος.
Λογικὴ ὁρμὴ καὶ ἀφορμή
II.7.9.2 · Wachsmuth pp. 87
Τὴν δὲ λογικὴν ὁρμὴν δεόντως ἄν τις ἀφορίσαιτο, λέγων εἶναι φορὰν διανοίας ἐπί τι τῶν ἐν τῷ πράττειν· ταύτῃ δ’ ἀντιτίθεσθαι ἀφορμήν, φοράν τινα ⟨διανοίας ἀπό τινος τῶν ἐν τῷ μὴ πράττειν⟩.
Ὄρουσις καὶ ἕξις ὁρμητική
II.7.9.3 · Wachsmuth pp. 87
Ἰδίως δὲ καὶ τὴν ὄρουσιν ὁρμὴν λέγουσι τῆς πρακτικῆς ὁρμῆς οὖσαν εἶδος· εἶναι δὲ τὴν ὄρουσιν φορὰν διανοίας ἐπί τι μέλλον. Ὥστε μέχρι μὲν τούτων τετραχῶς ὁρμὴν λέγεσθαι, διχῶς δ’ ἀφορμήν· προστεθείσης δὲ καὶ τῆς ἕξεως τῆς ὁρμητικῆς, ἣν δὴ καὶ ἰδίως ὁρμὴν λέγουσιν, ἀφ’ ἧς συμβαίνει ὁρμᾶν, ⟨ὁρμὴν⟩ πενταχῶς.
Εἴδη τῆς πρακτικῆς ὁρμῆς
II.7.9a.1 · Wachsmuth pp. 87
Τῆς δὲ πρακτικῆς ὁρμῆς εἴδη πλείονα εἶναι, ἐν οἷς καὶ ταῦτα· πρόθεσιν, ἐπιβολήν, παρασκευήν, ἐγχείρησιν, ⟨αἵρεσιν,⟩ προαίρεσιν, βούλησιν, θέλησιν. Πρόθεσιν μὲν οὖν εἶναι λέγουσι σημείωσιν ἐπιτελέσεως· ἐπιβολὴν δὲ ὁρμὴν πρὸ ὁρμῆς· παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως· ἐγχείρησιν δὲ ὁρμὴν ἐπί τινος ἐν χερσὶν ἤδη ὄντος·
Αἵρεσις βούλησις καὶ θέλησις
II.7.9a.2 · Wachsmuth pp. 87
Αἵρεσιν δὲ βούλησιν ἐξ ἀναλογισμοῦ· προαίρεσιν δὲ αἵρεσιν πρὸ αἱρέσεως· βούλησιν δὲ εὔλογον ὄρεξιν· θέλησιν δὲ ἑκούσιον βούλησιν.
Συγκατάθεσις καὶ κατηγορήματα
II.7.9b · Wachsmuth pp. 88
Πάσας δὲ τὰς ὁρμὰς συγκαταθέσεις εἶναι, τὰς δὲ πρακτικὰς καὶ τὸ κινητικὸν περιέχειν. Ἤδη δὲ ἄλλῳ μὲν εἶναι συγκαταθέσεις, ἐπ’ ἄλλο δὲ ὁρμάς· καὶ συγκαταθέσεις μὲν ἀξιώμασί τισιν, ὁρμὰς δὲ ἐπὶ κατηγορήματα, τὰ περιεχόμενά πως ἐν τοῖς ἀξιώμασιν, οἷς συγκατατίθεσθαι. Ἐπεὶ δ’ ἐν εἴδει τὸ πάθος τῆς ὁρμῆς ἐστι, λέγωμεν ἑξῆς περὶ παθῶν.
Πάθος καὶ πτοία
II.7.10.1 · Wachsmuth pp. 88
Πάθος δ’ εἶναί φασιν ὁρμὴν πλεονάζουσαν καὶ ἀπειθῆ τῷ αἱροῦντι λόγῳ ἢ κίνησιν ψυχῆς ⟨ἄλογον⟩ παρὰ φύσιν (εἶναι δὲ πάθη πάντα τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς), διὸ καὶ πᾶσαν πτοίαν πάθος εἶναι, ⟨καὶ⟩ πάλιν ⟨πᾶν⟩ πάθος πτοίαν.
Τὰ τέσσαρα πρῶτα πάθη
II.7.10.2 · Wachsmuth pp. 88
Τοῦ δὲ πάθους τοιούτου ὄντος ὑποληπτέον, τὰ μὲν πρῶτα εἶναι καὶ ἀρχηγά, τὰ δ’ εἰς ταῦτα τὴν ἀναφορὰν ἔχειν. Πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν. Ἐπιθυμίαν μὲν οὖν καὶ φόβον προηγεῖσθαι, τὴν μὲν πρὸς τὸ φαινόμενον ἀγαθόν, τὸν δὲ πρὸς τὸ φαινόμενον κακόν. Ἐπιγίνεσθαι δὲ τούτοις ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ὅταν τυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ ἐκφύγωμεν ἃ ἐφοβούμεθα· λύπην δέ, ὅταν ἀποτυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ περιπέσωμεν οἷς ἐφοβούμεθα.