Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume II
Book II Chapter 7

Ἄμικτα καὶ μεμιγμένα ἀγαθά

Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἄμικτα, οἷον ἐπιστήμην, τὰ δὲ μεμιγμένα, οἷον εὐτεκνίαν, εὐγηρίαν, εὐζωίαν. Ἔστι δ’ ἡ μὲν εὐτεκνία κτῆσις τέκνων κατὰ φύσιν ἔχουσα σπουδαία, ἡ δὲ εὐγηρία χρῆσις σπουδαία γήρους κατὰ φύσιν ἔχουσα, καὶ ὁμοίως ἡ εὐζωία.

Αἱ ἀνάλογοι διαιρέσεις τῶν κακῶν

Φανερὸν δὲ αἰεὶ ἐπὶ τούτων, ὅτι καὶ τῶν κακῶν αἱ ὅμοιαι διαιρέσεις ἔσονται.

Αἱρετὸν καὶ ληπτόν

Διαφέρειν δὲ λέγουσιν αἱρετὸν καὶ ληπτόν. Αἱρετὸν μὲν γὰρ εἶναι τὸ ὁρμῆς αὐτοτελοῦς κινητικόν, ⟨ληπτὸν δὲ ὃ εὐλογίστως ἐκλεγόμεθα⟩. Ὅσῳ δὲ διαφέρει τὸ αἱρετὸν τοῦ ληπτοῦ, τοσούτῳ καὶ τὸ ⟨καθ’⟩ αὑθ’ αἱρετὸν τοῦ καθ’ αὑτὸ ληπτοῦ, καὶ καθόλου τὸ ἀγαθὸν τοῦ ἀξίαν ἔχοντος.

Ἀρετὴ καὶ εὐδαιμονία κατὰ φύσιν

Τοῦ δὲ ἀνθρώπου ὄντος ζῴου λογικοῦ θνητοῦ, φύσει πολιτικοῦ, φασὶ καὶ τὴν ἀρετὴν πᾶσαν τὴν περὶ ἄνθρωπον καὶ τὴν εὐδαιμονίαν ζωὴν ἀκόλουθον ὑπάρχειν καὶ ὁμολογουμένην φύσει.

Ζήνωνος καὶ Κλεάνθους ὅροι τοῦ τέλους

Τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε· ‘τὸ ὁμολογουμένως ζῆν’· τοῦτο δ’ ἐστὶ καθ’ ἕνα λόγον καὶ σύμφωνον ζῆν, ὡς τῶν μαχομένως ζώντων κακοδαιμονούντων. Οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον ‘ὁμολογουμένως τῇ φύσει ζῆν’ ὑπολαβόντες ἔλαττον εἶναι κατηγόρημα τὸ ὑπὸ τοῦ Ζήνωνος ῥηθέν. Κλεάνθης γὰρ πρῶτος διαδεξάμενος αὐτοῦ τὴν αἵρεσιν προσέθηκε ‘τῇ φύσει’ καὶ οὕτως ἀπέδωκε· ‘τέλος ἐστὶ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν’.

Χρυσίππου Διογένους καὶ Ἀρχεδήμου ὅροι

Ὅπερ ὁ Χρύσιππος σαφέστερον βουλόμενος ποιῆσαι, ἐξήνεγκε τὸν τρόπον τοῦτον· ‘ζῆν κατ’ ἐμπειρίαν τῶν φύσει συμβαινόντων’. Διογένης δέ· ‘εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ καὶ ἀπεκλογῇ’. Ἀρχέδημος δέ· ‘πάντα τὰ καθήκοντα ἐπιτελοῦντας ζῆν’.

Ἀντιπάτρου ὅροι τοῦ τέλους

Ἀντίπατρος δέ· ‘ζῆν ἐκλεγομένους μὲν τὰ κατὰ φύσιν, ἀπεκλεγομένους δὲ τὰ παρὰ φύσιν διηνεκῶς’. Πολλάκις δὲ καὶ οὕτως ἀπέδιδον· ‘πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν διηνεκῶς καὶ ἀπαραβάτως πρὸς τὸ τυγχάνειν τῶν προηγουμένων κατὰ φύσιν’.

Τρεῖς σημασίαι τοῦ τέλους

Τὸ δὲ τέλος λέγεσθαι τριχῶς ὑπὸ τῶν ἐκ τῆς αἱρέσεως ταύτης· τό τε γὰρ τελικὸν ἀγαθὸν λέγεσθαι τέλος ἐν τῇ φιλολόγῳ συνηθείᾳ, ὡς τὴν ὁμολογίαν λέγουσι τέλος εἶναι· λέγουσι δὲ καὶ τὸν σκοπὸν τέλος, οἷον τὸν ὁμολογούμενον βίον ἀναφορικῶς λέγοντες ἐπὶ τὸ παρακείμενον κατηγόρημα· κατὰ δὲ τὸ τρίτον σημαινόμενον λέγουσι τέλος τὸ ἔσχατον τῶν ὀρεκτῶν, ἐφ’ ὃ πάντα τὰ ἄλλα ἀναφέρεσθαι.

Τέλος καὶ σκοπός

Διαφέρειν δὲ τέλος καὶ σκοπὸν ἡγοῦνται· σκοπὸν μὲν γὰρ εἶναι τὸ ἐκκείμενον σῶμα, οὗ τυχεῖν ἐφίεσθαι * * * τοὺς τῆς εὐδαιμονίας στοχαζομένους, διὰ τὸ πάντα μὲν σπουδαῖον εὐδαιμονεῖν, πάντα δὲ φαῦλον ἐκ τῶν ἐναντίων κακοδαιμονεῖν.

Ἀγαθὰ ἀναγκαῖα πρὸς εὐδαιμονίαν

Καὶ τῶν ἀγαθῶν τὰ μὲν ἀναγκαῖα εἶναι πρὸς εὐδαιμονίαν, τὰ δὲ μή. Καὶ ἀναγκαῖα μὲν τάς τε ἀρετὰς πάσας καὶ τὰς ἐνεργείας τὰς χρηστικὰς αὐτῶν· οὐκ ἀναγκαῖα δὲ χαράν τε καὶ εὐφροσύνην καὶ τὰ ἐπιτηδεύματα.

Κακὰ ἀναγκαῖα πρὸς κακοδαιμονίαν

Παραπλησίως δὲ καὶ τῶν κακῶν τὰ μὲν ἀναγκαῖα ὡς ἂν κακὰ πρὸς κακοδαιμονίαν εἶναι, τὰ δ’ οὐκ ἀναγκαῖα· ἀναγκαῖα μὲν τάς τε κακίας πάσας καὶ τὰς ἐνεργείας τὰς ἐπ’ αὐτῶν· οὐκ ἀναγκαῖα δὲ τά τε πάθη πάντα καὶ τὰ ἀρρωστήματα καὶ τὰ τούτοις παραπλήσια.

Τὸ εὐδαιμονεῖν ὡς τέλος

Τέλος δέ φασιν εἶναι τὸ εὐδαιμονεῖν, οὗ ἕνεκα πάντα πράττεται, αὐτὸ δὲ πράττεται μὲν οὐδενὸς δὲ ἕνεκα· τοῦτο δὲ ὑπάρχειν ἐν τῷ κατ’ ἀρετὴν ζῆν, ἐν τῷ ὁμολογουμένως ζῆν, ἔτι, ταὐτοῦ ὄντος, ἐν τῷ κατὰ φύσιν ζῆν. Τὴν δὲ εὐδαιμονίαν ὁ Ζήνων ὡρίσατο τὸν τρόπον τοῦτον· εὐδαιμονία δ’ ἐστὶν εὔροια βίου.

Εὐδαιμονία καὶ τὸ τυχεῖν αὐτῆς

Κέχρηται δὲ καὶ Κλεάνθης τῷ ὅρῳ τούτῳ ἐν τοῖς ἑαυτοῦ συγγράμμασι καὶ ὁ Χρύσιππος καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν εἶναι λέγοντες οὐχ ἑτέραν τοῦ εὐδαίμονος βίου, καίτοι γε λέγοντες, τὴν μὲν εὐδαιμονίαν σκοπὸν ἐκκεῖσθαι, τέλος δ’ εἶναι τὸ τυχεῖν τῆς εὐδαιμονίας, ὅπερ ταὐτὸν εἶναι τῷ εὐδαιμονεῖν.

Τὸ κατὰ φύσιν καὶ τὸ κατ’ ἀρετὴν ζῆν

Δῆλον οὖν ἐκ τούτων, ὅτι ἰσοδυναμεῖ ‘τὸ κατὰ φύσιν ζῆν’ καὶ ‘τὸ καλῶς ζῆν’ καὶ ‘τὸ εὖ ζῆν’ καὶ πάλιν ‘τὸ καλὸν κἀγαθὸν’ καὶ ‘ἡ ἀρετὴ καὶ τὸ μέτοχον ἀρετῆς’· καὶ ὅτι πᾶν ἀγαθὸν καλόν, ὁμοίως δὲ καὶ πᾶν αἰσχρὸν κακόν· δι’ ὃ καὶ τὸ Στωϊκὸν τέλος ἴσον δύνασθαι τῷ κατ’ ἀρετὴν βίῳ.

Αἱρετὸν καὶ αἱρετέον

Διαφέρειν δὲ λέγουσι τὸ αἱρετὸν καὶ τὸ αἱρετέον. Αἱρετὸν μὲν εἶναι ⟨ἀγαθὸν⟩ πᾶν, αἱρετέον δὲ ὠφέλημα πᾶν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν τὸ ἀγαθόν. Δι’ ὃ αἱρούμεθα μὲν τὸ αἱρετέον, οἷον τὸ φρονεῖν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν φρόνησιν· τὸ δὲ αἱρετὸν οὐχ αἱρούμεθα, ἀλλ’ εἰ ἄρα, ἔχειν αὐτὸ αἱρούμεθα.

Ὑπομονὴ καὶ ἐμμονή

Ὁμοίως δὲ καὶ τὰ μὲν ἀγαθὰ πάντα ἐστὶν ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα. Καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς κακίας.

Περὶ τῶν ἀδιαφόρων

Διεληλυθότες δ’ ἱκανῶς περὶ ἀγαθῶν καὶ κακῶν καὶ αἱρετῶν καὶ φευκτῶν καὶ περὶ τέλους καὶ εὐδαιμονίας, ἀναγκαῖον ἡγησάμεθα καὶ τὰ περὶ τῶν ἀδιαφόρων λεγόμενα κατὰ τὴν οἰκείαν τάξιν ἐπελθεῖν.

Δύο σημασίαι τοῦ ἀδιαφόρου

Ἀδιάφορα δ’ εἶναι λέγουσι τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι, καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακὸν καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δὲ τὸ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικόν, καθ’ ὃ καὶ λέγεσθαί τινα καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ ⟨ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ τὸ⟩ προτεῖναι τὸν δάκτυλον ὡδὶ ἢ ὡδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδών, κάρφος ἢ φύλλον.

Ἐκλογὴ καὶ ἀπεκλογή

Κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι κατὰ τοὺς ἀπὸ τῆς αἱρέσεως ταύτης, οὐ μὴν πρὸς ἐκλογὴν καὶ ἀπεκλογήν· δι’ ὃ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ’ ἀπαξίαν ἀπεκλεκτικήν, συμβλητικὴν δ’ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον.

Κατὰ φύσιν καὶ παρὰ φύσιν

Καὶ τὰ μὲν εἶναι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε παρὰ φύσιν οὔτε κατὰ φύσιν. Κατὰ φύσιν μὲν οὖν τὰ τοιαῦτα· ὑγίειαν, ἰσχύν, αἰσθητηρίων ἀρτιότητα, καὶ τὰ παραπλήσια τούτοις· παρὰ φύσιν δὲ τὰ τοιαῦτα· νόσον, ἀσθένειαν, πήρωσιν καὶ τὰ τοιαῦτα· οὔτε δὲ παρὰ φύσιν οὔτε κατὰ φύσιν· ψυχῆς κατάστασιν καὶ σώματος, καθ’ ἣν ἡ μέν ἐστι φαντασιῶν ψευδῶν δεκτική, τὸ δὲ τραυμάτων καὶ πηρώσεων δεκτικόν, καὶ τὰ τούτοις ὅμοια.

Πρὸς τί ἐστιν ἀδιάφορα

Ποιεῖσθαι δὲ λέγουσι τὸν περὶ τούτων λόγον ⟨ἀπὸ⟩ τῶν πρώτων κατὰ φύσιν καὶ παρὰ φύσιν. Τὸ γὰρ διαφέρον καὶ τὸ ἀδιάφορον τῶν πρός τι λεγομένων εἶναι. Διότι κἂν, φασί, λέγωμεν ἀδιάφορα τὰ σωματικὰ καὶ τὰ ἐκτός, πρὸς τὸ εὐσχημόνως ζῆν (ἐν ᾧπέρ ἐστι τὸ εὐδαιμόνως) ἀδιάφορά φαμεν αὐτὰ εἶναι, οὐ μὰ Δία πρὸς τὸ κατὰ φύσιν ἔχειν οὐδὲ πρὸς ὁρμὴν καὶ ἀφορμήν.

Προηγμένα καὶ ἀποπροηγμένα

Ἔτι δὲ τῶν ἀδιαφόρων τὰ μὲν πλείο ἀξίαν ἔχειν, τὰ δ’ ἐλάττω· καὶ τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ποιητικά· καὶ τὰ μὲν προηγμένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δ’ οὐδετέρως ἔχοντα. Προηγμένα μέν, ὅσα ἀδιάφορα ὄντα πολλὴν ἔχει ἀξίαν, ὡς ἐν ἀδιαφόροις· ἀποπροηγμένα δέ, ὅσα πολλὴν ἔχει ἀπαξίαν ὁμοίως· οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα, ὅσα μήτε πολλὴν ἔχει ⟨ἀξίαν μήτε⟩ ἀπαξίαν.

Προηγμένα περὶ ψυχὴν καὶ σῶμα καὶ ἐκτός

Τῶν δὲ προηγμένων τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. Περὶ ψυχὴν μὲν εἶναι τὰ τοιαῦτα· εὐφυΐαν, προκοπήν, μνήμην, ὀξύτητα διανοίας, ἕξιν καθ’ ἣν ἐπίμονοί εἰσιν ἐπὶ τῶν καθηκόντων καὶ τέχνας ὅσαι δύνανται συνεργεῖν ἐπιπλέον πρὸς τὸν κατὰ φύσιν βίον· περὶ σῶμα δ’ εἶναι προηγμένα ὑγίειαν, εὐαισθησίαν καὶ τὰ παραπλήσια τούτοις· τῶν δ’ ἐκτὸς γονεῖς, τέκνα, κτῆσιν σύμμετρον, ἀποδοχὴν παρὰ ἀνθρώπων.

Ἀποπροηγμένα

Τῶν δ’ ἀποπροηγμένων περὶ ψυχὴν μὲν εἶναι τὰ ἐναντία τοῖς εἰρημένοις· περὶ σῶμα δὲ καὶ ἐκτὸς τὰ ὁμοίως ἀντιτιθέμενα τοῖς εἰρημένοις περί τε σῶμα καὶ τοῖς ἐκτὸς προηγμένοις.

Contents

Sign in to save your reading →